file
stringlengths
66
73
text
stringlengths
1
25.5k
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Δωριεῖς δʼ εἰσὶν ὥσπερ καὶ Ἁλικαρνασεῖς καὶ Κνίδιοι καὶ Κῷοι. οἱ γὰρ Δωριεῖς οἱ τὰ Μέγαρα κτίσαντες μετὰ τὴν Κόδρου τελευτὴν οἱ μὲν ἔμειναν αὐτόθι, οἱ δὲ σὺν Ἀλθαιμένει τῷ Ἀργείῳ τῆς εἰς Κρήτην ἀποικίας ἐκοινώνησαν, οἱ δʼ εἰς τὴν Ῥόδον καὶ τὰς λεχθείσας ἀρτίως πόλεις ἐμερίσθησαν. ταῦτα δὲ νεώτερα τῶν ὑφʼ Ὁμήρου λεγομένων ἐστί· Κνίδος μὲν γὰρ καὶ Ἁλικαρνασὸς οὐδʼ ἦν πω, Ῥόδος δʼ ἦν καὶ Κῶς, ἀλλʼ ᾠκεῖτο ὑφʼ Ἡρακλειδῶν. Τληπόλεμος μὲν οὖν ἀνδρωθεὶς αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα, Λικύμνιον. αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅγε λαὸν ἀγείρας βῆ φεύγων.Hom. Il. 2.662 εἶτά φησιν εἰς Ῥόδον ἷξεν ἀλώμενος, τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν. καὶ τὰς πόλεις ὀνομάζει τὰς τότε Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον,Hom. Il. 2.656 τῆς Ῥοδίων πόλεως οὔπω συνῳκισμένης. οὐδαμοῦ δὴ ἐνταῦθα Δωριέας ὀνομάζει, ἀλλʼ εἰ ἄρα Αἰολέας ἐμφαίνει καὶ Βοιωτούς, εἴπερ ἐκεῖ ἡ κατοικία τοῦ Ἡρακλέους καὶ τοῦ Λικυμνίου· εἰ δʼ ὥσπερ καὶ ἄλλοι φασίν, ἐξ Ἄργους καὶ Τίρυνθος ἀπῆρεν ὁ Τληπόλεμος, οὐδʼ οὕτω Δωρικὴ γίνεται ἡ ἐκεῖθεν ἀποικία· πρὸ γὰρ τῆς Ἡρακλειδῶν καθόδου γεγένηται. καὶ τῶν Κῴων δὲ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην, Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος,Hom. Il. 2.678 καὶ οὗτοι τὸ Αἰολικὸν μᾶλλον ἢ τὸ Δωρικὸν γένος ἐμφαίνοντες.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐκαλεῖτο δʼ ἡ Ῥόδος πρότερον Ὀφιοῦσσα καὶ Σταδία, εἶτα Τελχινὶς ἀπὸ τῶν οἰκησάντων Τελχίνων τὴν νῆσον, οὓς οἱ μὲν βασκάνους φασὶ καὶ γόητας θείῳ καταρραίνοντας τὸ τῆς Στυγὸς ὕδωρ ζώων τε καὶ φυτῶν ὀλέθρου χάριν, οἱ δὲ τέχναις διαφέροντας τοὐναντίον ὑπὸ τῶν ἀντιτέχνων βασκανθῆναι καὶ τῆς δυσφημίας τυχεῖν ταύτης, ἐλθεῖν δʼ ἐκ Κρήτης εἰς Κύπρον πρῶτον, εἶτʼ εἰς Ῥόδον, πρώτους δʼ ἐργάσασθαι σίδηρόν τε καὶ χαλκόν, καὶ δὴ καὶ τὴν ἅρπην τῷ Κρόνῳ δημιουργῆσαι. εἴρηται μὲν οὖν καὶ πρότερον περὶ αὐτῶν, ἀλλὰ ποιεῖ τὸ πολύμυθον ἀναλαμβάνειν πάλιν ἀναπληροῦντας εἴ τι παρελίπομεν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τοὺς Τελχῖνας οἱ Ἡλιάδαι μυθεύονται κατασχεῖν τὴν νῆσον, ὧν ἑνὸς Κερκάφου καὶ Κυδίππης γενέσθαι παῖδας τοὺς τὰς πόλεις κτίσαντας ἐπωνύμους αὑτῶν Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.Hom. Il. 2.656 ἔνιοι δὲ τὸν Τληπόλεμον κτίσαι φασί, θέσθαι δὲ τὰ ὀνόματα ὁμωνύμως τῶν Δαναοῦ θυγατέρων τισίν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ δὲ νῦν πόλις ἐκτίσθη κατὰ τὰ Πελοποννησιακὰ ὑπὸ τοῦ αὐτοῦ ἀρχιτέκτονος, ὥς φασιν, ὑφʼ οὗ καὶ ὁ Πειραιεύς· οὐ συμμένει δʼ ὁ Πειραιεύς, κακωθεὶς ὑπό τε Λακεδαιμονίων πρότερον τῶν τὰ σκέλη καθελόντων καὶ ὑπὸ Σύλλα τοῦ Ῥωμαίων ἡγεμόνος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἱστοροῦσι δὲ καὶ ταῦτα περὶ τῶν Ῥοδίων, ὅτι οὐ μόνον ἀφʼ οὗ χρόνου συνῴκισαν τὴν νῦν πόλιν εὐτύχουν κατὰ θάλατταν, ἀλλὰ καὶ πρὸ τῆς Ὀλυμπικῆς θέσεως συχνοῖς ἔτεσιν ἔπλεον πόρρω τῆς οἰκείας ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων· ἀφʼ οὗ καὶ μέχρι Ἰβηρίας ἔπλευσαν, κἀκεῖ μὲν τὴν Ῥόδην ἔκτισαν ἣν ὕστερον Μασσαλιῶται κατέσχον, ἐν δὲ τοῖς Ὀπικοῖς τὴν Παρθενόπην, ἐν δὲ Δαυνίοις μετὰ Κῴων Ἐλπίας. τινὲς δὲ μετὰ τὴν ἐκ Τροίας ἄφοδον τὰς Γυμνησίας νήσους ὑπʼ αὐτῶν κτισθῆναι λέγουσιν, ὧν τὴν μείζω φησὶ Τίμαιος μεγίστην εἶναι μετὰ τὰς ἑπτά, Σαρδὼ Σικελίαν Κύπρον Κρήτην Εὔβοιαν Κύρνον Λέσβον, οὐ τἀληθῆ λέγων· πολὺ γὰρ ἄλλαι μείζουςpost μείζους· φασὶ δὲ τοὺς ψυμνήτας ὑπὸ Φοινίκων βαλεαρίδας λέγεσθαι, διότι τὰς Γυμνασίας βαλαρίδας λεχθῆναι.. φασὶ δὲ τοὺς γυμνήτας ὑπὸ Φοινίκων βαλεαρίδας λέγεσθαι, διότι τὰς Γυμνησίας Βαλεαρίδας λεχθῆναι. τινὲς δὲ τῶν Ῥοδίων καὶ περὶ Σύβαριν ᾤκησαν κατὰ τὴν Χωνίαν. ἔοικε δὲ καὶ ὁ ποιητὴς μαρτυρεῖν τὴν ἐκ παλαιοῦ παροῦσαν τοῖς Ῥοδίοις εὐδαιμονίαν εὐθὺς ἀπὸ τῆς πρώτης κτίσεως τῶν τριῶν πόλεων τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδʼ ἐφίληθεν ἐκ Διός, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.Hom. Il. 2.668 οἱ δʼ εἰς μῦθον ἀνήγαγον τὸ ἔπος καὶ χρυσὸν ὑσθῆναί φασιν ἐν τῇ νήσῳ κατὰ τὴν Ἀθηνᾶς γένεσιν ἐκ τῆς κεφαλῆς τοῦ Διός, ὡς εἴρηκε Πίνδαρος. ἡ δὲ νῆσος κύκλον ἔχει σταδίων ἐνακοσίων εἴκοσιν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔστι δὲ πρώτη μὲν Λίνδος ἀπὸ τῆς πόλεως πλέουσιν ἐν δεξιᾷ ἔχουσι τὴν νῆσον, πόλις ἐπὶ ὄρους ἱδρυμένη, πολὺ πρὸς μεσημβρίαν ἀνατείνουσα καὶ πρὸς Ἀλεξάνδρειαν μάλιστα· ἱερὸν δέ ἐστιν Ἀθηνᾶς Λινδίας αὐτόθι ἐπιφανὲς τῶν Δαναΐδων ἵδρυμα. πρότερον μὲν οὖν καθʼ αὑτοὺς ἐπολιτεύοντο οἱ Λίνδιοι, καθάπερ καὶ Καμειρεῖς καὶ Ἰαλύσιοι, μετὰ ταῦτα δὲ συνῆλθον ἅπαντες εἰς τὴν Ῥόδον. ἐντεῦθεν δʼ ἐστὶν εἷς τῶν ἑπτὰ σοφῶν Κλεόβουλος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Λίνδον Ἰξία χωρίον καὶ Μνασύριον· εἶθʼ ὁ Ἀτάβυρις, ὄρος τῶν ἐνταῦθα ὑψηλότατον, ἱερὸν Διὸς Ἀταβυρίου· εἶτα Κάμειρος· εἶτʼ Ἰαλυσὸς κώμη, καὶ ὑπὲρ αὐτὴν ἀκρόπολίς ἐστιν Ὀχύρωμα καλουμένη· εἶθʼ ἡ τῶν Ῥοδίων πόλις ἐν ὀγδοήκοντά που σταδίοις. μεταξὺ δʼ ἐστὶ τὸ Θοάντειον ἀκτή τις, ἧς μάλιστα πρόκεινται αἱ Σποράδες αἱ περὶ τὴν Χαλκίαν, ὧν ἐμνήσθημεν πρότερον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δʼ ἐγένοντο μνήμης ἄξιοι πολλοὶ στρατηλάται τε καὶ ἀθληταί, ὧν εἰσι καὶ οἱ Παναιτίου τοῦ φιλοσόφου πρόγονοι· τῶν δὲ πολιτικῶν καὶ τῶν περὶ λόγους καὶ φιλοσοφίαν ὅ τε Παναίτιος αὐτὸς καὶ Στρατοκλῆς καὶ Ἀνδρόνικος ὁ ἐκ τῶν περιπάτων καὶ Λεωνίδης ὁ στωικός, ἔτι δὲ πρότερον Πραξιφάνης καὶ Ἱερώνυμος καὶ Εὔδημος. Ποσειδώνιος δʼ ἐπολιτεύσατο μὲν ἐν Ῥόδῳ καὶ ἐσοφίστευσεν, ἦν δʼ Ἀπαμεὺς ἐκ τῆς Συρίας, καθάπερ καὶ Ἀπολλώνιος ὁ μαλακὸς καὶ Μόλων, ἦσαν δὲ Ἀλαβανδεῖς, Μενεκλέους μαθηταὶ τοῦ ῥήτορος. ἐπεδήμησε δὲ πρότερον Ἀπολλώνιος, ὀψὲ δʼ ἧκεν ὁ Μόλων, καὶ ἔφη πρὸς αὐτὸν ἐκεῖνος ὀψὲ μολών ἀντὶ τοῦ ἐλθών· καὶ Πείσανδρος δʼ ὁ τὴν Ἡράκλειαν γράψας ποιητὴς Ῥόδιος, καὶ Σιμμίας ὁ γραμματικὸς καὶ Ἀριστοκλῆς ὁ καθʼ ἡμᾶς· Διονύσιος δὲ ὁ Θρᾷξ καὶ Ἀπολλώνιος ὁ τοὺς Ἀργοναύτας ποιήσας Ἀλεξανδρεῖς μέν, ἐκαλοῦντο δὲ Ῥόδιοι. περὶ μὲν Ῥόδου ἀποχρώντως εἴρηται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πάλιν δὲ τῆς Καρικῆς παραλίας τῆς μετὰ τὴν Ῥόδον ἀπὸ Ἐλαιοῦντος καὶ τῶν Λωρύμων καμπτήρ τις ἐπὶ τὰς ἄρκτους ἐστί, καὶ λοιπὸν ἐπʼ εὐθείας ὁ πλοῦς μέχρι τῆς Προποντίδος, ὡς ἂν μεσημβρινήν τινα ποιῶν γραμμὴν ὅσον πεντακισχιλίων σταδίων ἢ μικρὸν ἀπολείπουσαν. ἐνταῦθα δʼ ἐστὶν ἡ λοιπὴ τῆς Καρίας καὶ Ἴωνες καὶ Αἰολεῖς καὶ Τροία καὶ τὰ περὶ Κύζικον καὶ Βυζάντιον. μετὰ δʼ οὖν τὰ Λώρυμα τὸ Κυνὸς σῆμα ἔστι καὶ Σύμη νῆσος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτα Κνίδος δύο λιμένας ἔχουσα, ὧν τὸν ἕτερον κλειστὸν τριηρικὸν καὶ ναύσταθμον ναυσὶν εἴκοσι. πρόκειται δὲ νῆσος ἑπταστάδιός πως τὴν περίμετρον ὑψηλὴ θεατροειδὴς συναπτομένη χώμασι πρὸς τὴν ἤπειρον καὶ ποιοῦσα δίπολιν τρόπον τινὰ τὴν Κνίδον· πολὺ γὰρ αὐτῆς μέρος οἰκεῖ τὴν νῆσον σκεπάζουσαν ἀμφοτέρους τοὺς λιμένας. κατʼ αὐτὴν δʼ ἔστιν ἡ Νίσυρος πελαγία. ἄνδρες δʼ ἀξιόλογοι Κνίδιοι πρῶτον μὲν Εὔδοξος ὁ μαθηματικὸς τῶν Πλάτωνος ἑταίρων, εἶτʼ Ἀγαθαρχίδης ὁ ἐκ τῶν περιπάτων, ἀνὴρ συγγραφεύς, καθʼ ἡμᾶς δὲ Θεόπομπος, ὁ Καίσαρος τοῦ θεοῦ φίλος τῶν μέγα δυναμένων, καὶ υἱὸς Ἀρτεμίδωρος. ἐντεῦθεν δὲ καὶ Κτησίας ὁ ἰατρεύσας μὲν Ἀρταξέρξην, συγγράψας δὲ τὰ Ἀσσυρικὰ καὶ τὰ Περσικά. εἶτα μετὰ Κνίδον Κέραμος καὶ Βάργασα πολίχνια ὑπὲρ θαλάττης.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶθʼ Ἁλικαρνασός, τὸ βασίλειον τῶν τῆς Καρίας δυναστῶν, Ζεφυρία καλουμένη πρότερον. ἐνταῦθα δʼ ἐστὶν ὅ τε τοῦ Μαυσώλου τάφος, ἓν τῶν ἑπτὰ θεαμάτων, ἔργον, ὅπερ Ἀρτεμισία τῷ ἀνδρὶ κατεσκεύασε, καὶ ἡ Σαλμακὶς κρήνη, διαβεβλημένη οὐκ οἶδʼ ὁπόθεν ὡς μαλακίζουσα τοὺς πιόντας ἀπʼ αὐτῆς. ἔοικε δʼ ἡ τρυφὴ τῶν ἀνθρώπων αἰτιᾶσθαι τοὺς ἀέρας ἢ τὰ ὕδατα· τρυφῆς δʼ αἴτια οὐ ταῦτα, ἀλλὰ πλοῦτος καὶ ἡ περὶ τὰς διαίτας ἀκολασία. ἔχει δʼ ἀκρόπολιν ἡ Ἁλικαρνασός· πρόκειται δʼ αὐτῆς ἡ Ἀρκόνησος. οἰκισταὶ δʼ αὐτῆς ἐγένοντο ἄλλοι τε καὶ Ἄνθης μετὰ Τροιζηνίων. ἄνδρες δὲ γεγόνασιν ἐξ αὐτῆς Ἡρόδοτός τε ὁ συγγραφεύς, ὃν ὕστερον Θούριον ἐκάλεσαν διὰ τὸ κοινωνῆσαι τῆς εἰς Θουρίους ἀποικίας, καὶ Ἡράκλειτος ὁ ποιητὴς ὁ Καλλιμάχου ἑταῖρος, καὶ καθʼ ἡμᾶς Διονύσιος ὁ συγγραφεύς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔπταισε δὲ καὶ αὕτη ἡ πόλις βίᾳ ληφθεῖσα ὑπὸ Ἀλεξάνδρου. Ἑκατόμνω γὰρ τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ τρεῖς, Μαύσωλος καὶ Ἱδριεὺς καὶ Πιξώδαρος, καὶ θυγατέρες δύο, ὧν τῇ πρεσβυτέρᾳ Ἀρτεμισίᾳ Μαύσωλος συνῴκησεν ὁ πρεσβύτατος τῶν ἀδελφῶν, ὁ δὲ δεύτερος Ἱδριεὺς Ἄδᾳ τῇ ἑτέρᾳ ἀδελφῇ· ἐβασίλευσε δὲ Μαύσωλος· τελευτῶν δʼ ἄτεκνος τὴν ἀρχὴν κατέλιπε τῇ γυναικί, ὑφʼ ἧς αὐτῷ κατεσκευάσθη ὁ λεχθεὶς τάφος· φθίσει δʼ ἀποθανούσης διὰ πένθος τοῦ ἀνδρὸς Ἱδριεὺς ἦρξε· καὶ τοῦτον ἡ γυνὴ Ἄδα διεδέξατο νόσῳ τελευτήσαντα· ἐξέβαλε δὲ ταύτην Πιξώδαρος, ὁ λοιπὸς τῶν Ἑκατόμνω παίδων· περσίσας δὲ μεταπέμπεται σατράπην ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς· ἀπελθόντος δʼ ἐκ τοῦ ζῆν καὶ τούτου κατεῖχεν ὁ σατράπης τὴν Ἁλικαρνασὸν ἔχων Ἄδαν γυναῖκα, ἥτις θυγάτηρ ἦν Πιξωδάρου ἐξ Ἀφνηίδος Καππαδοκίσσης γυναικός. ἐπελθόντος δὲ Ἀλεξάνδρου πολιορκίαν ὑπέμεινεν, ἡ δὲ τοῦ Ἑκατόμνω θυγάτηρ Ἄδα, ἣν ὁ Πιξώδαρος ἐξέβαλεν, ἱκετεύει τὸν Ἀλέξανδρον καὶ πείθει κατάγειν αὐτὴν εἰς τὴν ἀφαιρεθεῖσαν βασιλείαν ὑποσχομένη ἐπὶ τὰ ἀφεστῶτα συμπράξειν αὐτῷ· τοὺς γὰρ ἔχοντας οἰκείους ὑπάρχειν αὐτῇ· παρεδίδου δὲ καὶ τὰ Ἄλινδα, ἐν ᾧ διέτριβεν αὐτή· ἐπαινέσας δὲ καὶ βασίλισσαν ἀναδείξας, ἁλούσης τῆς πόλεως πλὴν τῆς ἄκρας (διττὴ δʼ ἦν), ἐκείνῃ πολιορκεῖν ἔδωκεν· ἑάλω δὲ ὀλίγῳ ὕστερον καὶ ἡ ἄκρα, πρὸς ὀργὴν ἤδη καὶ ἀπέχθειαν τῆς πολιορκίας γενομένης.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἑξῆς δʼ ἐστὶν ἄκρα Τερμέριον Μυνδίων, καθʼ ἣν ἀντίκειται τῆς Κῴας ἄκρα Σκανδαρία διέχουσα τῆς ἠπείρου σταδίους τετταράκοντα· ἔστι δὲ καὶ χωρίον Τέρμερον ὑπὲρ τῆς ἄκρας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ δὲ τῶν Κῴων πόλις ἐκαλεῖτο τὸ παλαιὸν Ἀστυπάλαια, καὶ ᾠκεῖτο ἐν ἄλλῳ τόπῳ ὁμοίως ἐπὶ θαλάττῃ· ἔπειτα διὰ στάσιν μετῴκησαν εἰς τὴν νῦν πόλιν περὶ τὸ Σκανδάριον, καὶ μετωνόμασαν Κῶν ὁμωνύμως τῇ νήσῳ. ἡ μὲν οὖν πόλις οὐ μεγάλη, κάλλιστα δὲ πασῶν συνῳκισμένη καὶ ἰδέσθαι τοῖς καταπλέουσιν ἡδίστη. τῆς δὲ νήσου τὸ μέγεθος ὅσον πεντακοσίων σταδίων καὶ πεντήκοντα· εὔκαρπος δὲ πᾶσα, οἴνῳ δὲ καὶ ἀρίστη, καθάπερ Χίος καὶ Λέσβος· ἔχει δὲ πρὸς νότον μὲν ἄκραν τὸν Λακητῆρα (ἀφʼ οὗ ἑξήκοντα εἰς Νίσυρον), πρὸς δὲ τῷ Λακητῆρι χωρίον Ἁλίσαρνα, ἀπὸ δύσεως δὲ τὸ Δρέκανον καὶ κώμην καλουμένην Στομαλίμνην· τοῦτο μὲν οὖν ὅσον διακοσίους τῆς πόλεως διέχει σταδίους· ὁ δὲ Λακητὴρ προσλαμβάνει πέντε καὶ τριάκοντα τῷ μήκει τοῦ πλοῦ. ἐν δὲ τῷ προαστείῳ τὸ Ἀσκληπιεῖον ἔστι, σφόδρα ἔνδοξον καὶ πολλῶν ἀναθημάτων μεστόν, ἐν οἷς ἐστι καὶ ὁ Ἀπελλοῦ Ἀντίγονος. ἦν δὲ καὶ ἡ ἀναδυομένη Ἀφροδίτη, ἣ νῦν ἀνάκειται τῷ θεῷ Καίσαρι ἐν Ῥώμῃ, τοῦ Σεβαστοῦ ἀναθέντος τῷ πατρὶ τὴν ἀρχηγέτιν τοῦ γένους αὐτοῦ· φασὶ δὲ τοῖς Κῴοις ἀντὶ τῆς γραφῆς ἑκατὸν ταλάντων ἄφεσιν γενέσθαι τοῦ προσταχθέντος φόρου. φασὶ δʼ Ἱπποκράτην μάλιστα ἐκ τῶν ἐνταῦθα ἀνακειμένων θεραπειῶν γυμνάσασθαι τὰ περὶ τὰς διαίτας· οὗτός τε δή ἐστι τῶν ἐνδόξων Κῷος ἀνὴρ καὶ Σῖμος ὁ ἰατρός, Φιλητᾶς τε ποιητὴς ἅμα καὶ κριτικός, καὶ καθʼ ἡμᾶς Νικίας ὁ καὶ τυραννήσας Κῴων, καὶ Ἀρίστων ὁ ἀκροασάμενος τοῦ περιπατητικοῦ καὶ κληρονομήσας ἐκεῖνον· ἦν δὲ καὶ Θεόμνηστος ὁ ψάλτης ἐν ὀνόματι, ὃς καὶ ἀντεπολιτεύσατο τῷ Νικίᾳ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἐν δὲ τῇ παραλίᾳ τῆς ἠπείρου κατὰ τὴν Μυνδίαν Ἀστυπάλαιά ἐστιν ἄκρα καὶ Ζεφύριον· εἶτʼ εὐθὺς ἡ Μύνδος λιμένα ἔχουσα, καὶ μετὰ ταύτην Βαργύλια, καὶ αὕτη πόλις· ἐν δὲ τῷ μεταξὺ Καρύανδα λιμὴν καὶ νῆσος ὁμώνυμοςpost ὁμώνυμος· ταύτῃ, ἣν ᾤκουν Καρυανδεῖς. ἐντεῦθεν δʼ ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύς. πλησίον δʼ ἐστὶ τῶν Βαργυλίων τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς Κινδυάδος, ὃ πεπιστεύκασι περιύεσθαι· ἦν δέ ποτε καὶ χωρίον Κινδύη. ἐκ δὲ τῶν Βαργυλίων ἀνὴρ ἐλλόγιμος ἦν ὁ Ἐπικούρειος Πρώταρχος, ὁ Δημητρίου καθηγησάμενος τοῦ Λάκωνος προσαγορευθέντος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτʼ Ἰασὸς ἐπὶ νήσῳ κεῖται προσκειμένη τῇ ἠπείρῳ· ἔχει δὲ λιμένα, καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης· εὐοψεῖ γὰρ χώραν τʼ ἔχει παράλυπρον. καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν· κιθαρῳδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας· ὡς δʼ ὁ κώδων ὁ κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε, καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου· τὸν οὖν κιθαρῳδὸν προσιόντα εἰπεῖν ὅτι ὦ ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας· οἱ μὲν γὰρ ἄλλοι ἅμα τῷ κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται. ὁ δέ τί λέγεις; ἔφη ἤδη γὰρ ὁ κώδων ἐψόφηκεν; εἰπόντος δέ εὖ σοι εἴη ἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός. ἐντεῦθεν δʼ ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς, κατʼ ἀρχὰς μὲν ψευδῶς· Ἀπολλώνιος γὰρ ἐκαλεῖτο ὁ Κρόνος, ὁ ἐπιστατήσας ἐκείνου· μετήνεγκαν δʼ ἐπʼ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατʼ ἀλήθειαν Κρόνου.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δʼ Ἰασὸν τὸ τῶν Μιλησίων Ποσείδιον ἔστιν. ἐν δὲ τῇ μεσογαίᾳ τρεῖς εἰσι πόλεις ἀξιόλογοι, Μύλασα Στρατονίκεια Ἀλάβανδα· αἱ δὲ ἄλλαι περιπόλιοι τούτων ἢ τῶν παραλίων, ὧν εἰσιν Ἀμυζὼν Ἡράκλεια Εὔρωμος Χαλκήτορες· τούτων μὲν οὖν ἐλάττων λόγος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὰ δὲ Μύλασα ἵδρυται ἐν πεδίῳ σφόδρα εὐδαίμονι· ὑπέρκειται δὲ κατὰ κορυφὴν ὄρος αὐτοῦ, λατόμιον λευκοῦ λίθου κάλλιστον ἔχον· τοῦτο μὲν οὖν ὄφελός ἐστιν οὐ μικρόν, τὴν λιθείαν πρὸς τὰς οἰκοδομίας ἄφθονον καὶ ἐγγύθεν ἔχον καὶ μάλιστα πρὸς τὰς τῶν ἱερῶν καὶ τῶν ἄλλων δημοσίων ἔργων κατασκευάς· τοιγάρτοι στοαῖς τε καὶ ναοῖς εἴ τις ἄλλη κεκόσμηται παγκάλως. θαυμάζειν δʼ ἔστι τῶν ὑποβαλόντων οὕτως ἀλόγως τὸ κτίσμα ὀρθίῳ καὶ ὑπερδεξίῳ κρημνῷ· καὶ δὴ τῶν ἡγεμόνων τις εἰπεῖν λέγεται θαυμάσας τὸ πρᾶγμα ταύτην γάρ ἔφη τὴν πόλιν ὁ κτίσας, εἰ μὴ ἐφοβεῖτο, ἆρʼ οὐδʼ ᾐσχύνετο; ἔχουσι δʼ οἱ Μυλασεῖς ἱερὰ δύο τοῦ Διός, τοῦ τε Ὀσογῶα καλουμένου καὶ Λαβραυνδηνοῦ, τὸ μὲν ἐν τῇ πόλει, τὰ δὲ Λάβραυνδα κώμη ἐστὶν ἐν τῷ ὄρει κατὰ τὴν ὑπέρθεσιν τὴν ἐξ Ἀλαβάνδων εἰς τὰ Μύλασα ἄπωθεν τῆς πόλεως· ἐνταῦθα νεώς ἐστιν ἀρχαῖος καὶ ξόανον Διὸς Στρατίου· τιμᾶται δὲ ὑπὸ τῶν κύκλῳ καὶ ὑπὸ τῶν Μυλασέων, ὁδός τε ἔστρωται σχεδόν τι καὶ ἑξήκοντα σταδίων μέχρι τῆς πόλεως ἱερὰ καλουμένη, διʼ ἧς πομποστολεῖται τὰ ἱερά· ἱερῶνται δʼ οἱ ἐπιφανέστατοι τῶν πολιτῶν ἀεὶ διὰ βίου. ταῦτα μὲν οὖν ἴδια τῆς πόλεως. τρίτον δʼ ἐστὶν ἱερὸν τοῦ Καρίου Διὸς κοινὸν ἁπάντων Καρῶν, οὗ μέτεστι καὶ Λυδοῖς καὶ Μυσοῖς ὡς ἀδελφοῖς. ἱστορεῖται δὲ κώμη ὑπάρξαι τὸ παλαιόν, πατρὶς δὲ καὶ βασίλειον τῶν Καρῶν τῶν περὶ τὸν Ἑκατόμνω· πλησιάζει δὲ μάλιστα τῇ κατὰ Φύσκον θαλάττῃ ἡ πόλις, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς ἐπίνειον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἀξιολόγους δʼ ἔσχεν ἄνδρας καθʼ ἡμᾶς τὰ Μύλασα, ῥήτοράς τε ἅμα καὶ δημαγωγοὺς τῆς πόλεως, Εὐθύδημόν τε καὶ Ὑβρέαν. ὁ μὲν οὖν Εὐθύδημος ἐκ προγόνων παραλαβὼν οὐσίαν τε μεγάλην καὶ δόξαν, προσθεὶς καὶ τὴν δεινότητα, οὐκ ἐν τῇ πατρίδι μόνον μέγας ἦν ἀλλὰ καὶ ἐν τῇ Ἀσίᾳ τῆς πρώτης ἠξιοῦτο τιμῆς· Ὑβρέᾳ δʼ ὁ πατήρ, ὡς αὐτὸς διηγεῖτο ἐν τῇ σχολῇ καὶ παρὰ τῶν πολιτῶν ὡμολόγητο, ἡμίονον κατέλιπε ξυλοφοροῦντα καὶ ἡμιονηγόν· διοικούμενος δʼ ὑπὸ τούτων ὀλίγον χρόνον, Διοτρέφους τοῦ Ἀντιοχέως ἀκροασάμενος ἐπανῆλθε καὶ τῷ ἀγορανομίῳ παρέδωκεν αὑτόν· ἐνταῦθα δὲ κυλινδηθεὶς καὶ χρηματισάμενος μικρὰ ὥρμησεν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τοῖς ἀγοραίοις συνακολουθεῖν, ταχὺ δὲ αὔξησιν ἔσχε καὶ ἐθαυμάσθηante ἔτι· μάλιστα ἔτι μὲν καὶ Εὐθυδήμου ζῶντος, ἀλλὰ τελευτήσαντος μάλιστα, κύριος γενόμενος τῆς πόλεως. ζῶν δʼ ἐπεκράτει πολὺ ἐκεῖνος, δυνατὸς ὢν ἅμα καὶ χρήσιμος τῇ πόλει, ὥστʼ εἰ καί τι τυραννικὸν προσῆν, τοῦτʼ ἀπελύετο τῷ παρακολουθεῖν τὸ χρήσιμον. ἐπαινοῦσι γοῦν τοῦτο τοῦ Ὑβρέου ὅπερ δημηγορῶν ἐπὶ τελευτῆς εἶπεν Εὐθύδημε, κακὸν εἶ τῆς πόλεως ἀναγκαῖον· οὔτε γὰρ μετὰ σοῦ δυνάμεθα ζῆν οὔτʼ ἄνευ σοῦ. αὐξηθεὶς οὖν ἐπὶ πολὺ καὶ δόξας καὶ πολίτης ἀγαθὸς εἶναι καὶ ῥήτωρ ἔπταισεν ἐν τῇ πρὸς Λαβιηνὸν ἀντιπολιτείᾳ. οἱ μὲν γὰρ ἄλλοι μεθʼ ὅπλων ἐπιόντι καὶ Παρθικῆς συμμαχίας, ἤδη τῶν Παρθυαίων τὴν Ἀσίαν ἐχόντων, εἶξαν ἅτε ἄοπλοι καὶ εἰρηνικοί· Ζήνων δʼ ὁ Λαοδικεὺς καὶ Ὑβρέας οὐκ εἶξαν, ἀμφότεροι ῥήτορες, ἀλλὰ ἀπέστησαν τὰς ἑαυτῶν πόλεις· ὁ δʼ Ὑβρέας καὶ προσπαρώξυνε φωνῇ τινι μειράκιον εὐερέθιστον καὶ ἀνοίας πλῆρες. ἐκείνου γὰρ ἀνειπόντος ἑαυτὸν Παρθικὸν αὐτοκράτορα οὐκοῦν ἔφη κἀγὼ λέγω ἐμαυτὸν Καρικὸν αὐτοκράτορα. ἐκ τούτου δὲ ἐπὶ τὴν πόλιν ὥρμησε τάγματα ἔχων ἤδη συντεταγμένα Ῥωμαίων τῶν ἐν τῇ Ἀσίᾳ· αὐτὸν μὲν οὖν οὐ κατέλαβε παραχωρήσαντα εἰς Ῥόδον, τὴν δʼ οἰκίαν αὐτοῦ διελυμήνατο πολυτελεῖς ἔχουσαν κατασκευὰς καὶ διήρπασεν· ὡς δʼ αὕτως καὶ τὴν πόλιν ὅλην ἐκάκωσεν. ἐκλιπόντος δʼ ἐκείνου τὴν Ἀσίαν ἐπανῆλθε καὶ ἀνέλαβεν ἑαυτόν τε καὶ τὴν πόλιν. περὶ μὲν οὖν Μυλάσων ταῦτα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Στρατονίκεια δʼ ἐστὶ κατοικία Μακεδόνων· ἐκοσμήθη δὲ καὶ αὕτη κατασκευαῖς πολυτελέσιν ὑπὸ τῶν βασιλέων. ἔστι δʼ ἐν τῇ χώρᾳ τῶν Στρατονικέων δύο ἱερά, ἐν μὲν Λαγίνοις τὸ τῆς Ἑκάτης ἐπιφανέστατον πανηγύρεις μεγάλας συνάγον κατʼ ἐνιαυτόν, ἐγγὺς δὲ τῆς πόλεως τὸ τοῦ Χρυσαορέως Διὸς κοινὸν ἁπάντων Καρῶν, εἰς ὃ συνίασι θύσοντές τε καὶ βουλευσόμενοι περὶ τῶν κοινῶν· καλεῖται δὲ τὸ σύστημα αὐτῶν Χρυσαορέων, συνεστηκὸς ἐκ κωμῶν· οἱ δὲ πλείστας παρεχόμενοι κώμας προέχουσι τῇ ψήφῳ, καθάπερ Κεραμιῆται· καὶ Στρατονικεῖς δὲ τοῦ συστήματος μετέχουσιν οὐκ ὄντες τοῦ Καρικοῦ γένους, ἀλλʼ ὅτι κώμας ἔχουσι τοῦ Χρυσαορικοῦ συστήματος. κἀνταῦθα δʼ ἀνὴρ ἀξιόλογος γεγένηται ῥήτωρ Μένιππος κατὰ τοὺς πατέρας ἡμῶν Κοτοκᾶς ἐπικαλούμενος, ὃν μάλιστα ἐπαινεῖ τῶν κατὰ τὴν Ἀσίαν ῥητόρων ὧν ἠκροάσατο Κικέρων, ὥς φησιν ἔν τινι γραφῇ αὐτὸς συγκρίνων Ξενοκλεῖ καὶ τοῖς κατʼ ἐκεῖνον ἀκμάζουσιν. ἔστι δὲ καὶ ἄλλη Στρατονίκεια ἡ πρὸς τῷ Ταύρῳ καλουμένη, πολίχνιον προσκείμενον τῷ ὄρει.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Ἀλάβανδα δὲ καὶ αὐτὴ μὲν ὑπόκειται λόφοις δυσὶ συγκειμένοις οὕτως ὥστʼ ὄψιν παρέχεσθαι κανθηλίου κατεστρωμένου. καὶ δὴ καὶ ὁ μαλακὸς Ἀπολλώνιος σκώπτων τὴν πόλιν εἴς τε ταῦτα καὶ εἰς τὸ τῶν σκορπίων πλῆθος, ἔφη αὐτὴν εἶναι σκορπίων κανθήλιον κατεστρωμένον· μεστὴ δʼ ἐστὶ καὶ αὕτη καὶ ἡ τῶν Μυλασέων πόλις τῶν θηρίων τούτων καὶ ἡ μεταξὺ πᾶσα ὀρεινή. τρυφητῶν δʼ ἐστὶν ἀνθρώπων καὶ καπυριστῶν ἔχουσα ψαλτρίας πολλάς. ἄνδρες δʼ ἐγένοντο λόγου ἄξιοι δύο ῥήτορες ἀδελφοὶ Ἀλαβανδεῖς, Μενεκλῆς τε οὗ ἐμνήσθημεν μικρὸν ἐπάνω καὶ Ἱεροκλῆς, καὶ οἱ μετοικήσαντες εἰς τὴν Ῥόδον ὅ τε Ἀπολλώνιος καὶ ὁ Μόλων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πολλῶν δὲ λόγων εἰρημένων περὶ Καρῶν ὁ μάλισθʼ ὁμολογούμενός ἐστιν οὗτος ὅτι οἱ Κᾶρες ὑπὸ Μίνω ἐτάττοντο, τότε Λέλεγες καλούμενοι, καὶ τὰς νήσους ᾤκουν· εἶτʼ ἠπειρῶται γενόμενοι πολλὴν τῆς παραλίας καὶ τῆς μεσογαίας κατέσχον τοὺς προκατέχοντας ἀφελόμενοι· καὶ οὗτοι δʼ ἦσαν οἱ πλείους Λέλεγες καὶ Πελασγοί· πάλιν δὲ τούτους ἀφείλοντο μέρος οἱ Ἕλληνες, Ἴωνές τε καὶ Δωριεῖς. τοῦ δὲ περὶ τὰ στρατιωτικὰ ζήλου τά τε ὄχανα ποιοῦνται τεκμήρια καὶ τὰ ἐπίσημα καὶ τοὺς λόφους· ἅπαντα γὰρ λέγεται Καρικά· Ἀνακρέων μέν γε φησίν διὰ δηὖτε καρικοεργέος ὀχάνου χεῖρα τιθέμεναι ὁ δʼ Ἀλκαῖος λόφον τε σείων Καρικόν.Alcaeus ff. 22 (Bergk)
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τοῦ ποιητοῦ δʼ εἰρηκότος οὑτωσί μάσθλης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,Hom. Il. 2.867 οὐκ ἔχει λόγον πῶς τοσαῦτα εἰδὼς ἔθνη βάρβαρα μόνους εἴρηκε βαρβαροφώνους τοὺς Κᾶρας, βαρβάρους δʼ οὐδένας· οὔτʼ οὖν Θουκυδίδης ὀρθῶς· οὐδὲ γὰρ λέγεσθαί φησι βαρβάρους διὰ τὸ μηδὲ Ἕλληνάς πω ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι· τό τε γὰρ μηδὲ Ἕλληνάς πω ψεῦδος αὐτὸς ὁ ποιητὴς ἀπελέγχει ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.Hom. Od. 1.344 καὶ πάλιν εἴτʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος.Hom. Od. 15.80 μὴ λεγομένων τε βαρβάρων πῶς ἔμελλεν εὖ λεχθήσεσθαι τὸ βαρβαροφώνων; οὔτε δὴ οὗτος εὖ οὔτʼ Ἀπολλόδωρος ὁ γραμματικός, ὅτι τῷ κοινῷ ὀνόματι ἰδίως καὶ λοιδόρως ἐχρῶντο οἱ Ἕλληνες κατὰ τῶν Καρῶν, καὶ μάλιστα οἱ Ἴωνες μισοῦντες αὐτοὺς διὰ τὴν ἔχθραν καὶ τὰς συνεχεῖς στρατείας· ἐχρῆν γὰρ οὕτως βαρβάρους ὀνομάζειν. ἡμεῖς δὲ ζητοῦμεν διὰ τί βαρβαροφώνους καλεῖ, βαρβάρους δʼ οὐδʼ ἅπαξ. ὅτι φησί τὸ πληθυντικὸν εἰς τὸ μέτρον οὐκ ἐμπίπτει, διὰ τοῦτʼ οὐκ εἴρηκε βαρβάρους. ἀλλʼ αὕτη μὲν ἡ πτῶσις οὐκ ἐμπίπτει, ἡ δʼ ὀρθὴ οὐ διαφέρει τῆς Δάρδανοι Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι.Hom. Il. 11.286 τοιοῦτον δὲ καὶ τό οἷοι Τρώιοι ἵπποι.Hom. Il. 5.222 οὐδέ γε ὅτι τραχυτάτη ἡ γλῶττα τῶν Καρῶν· οὐ γάρ ἐστιν ἀλλὰ καὶ πλεῖστα Ἑλληνικὰ ὀνόματα ἔχει καταμεμιγμένα, ὥς φησι Φίλιππος ὁ τὰ Καρικὰ γράψας. οἶμαι δὲ τὸ βάρβαρον κατʼ ἀρχὰς ἐκπεφωνῆσθαι οὕτως κατʼ ὀνοματοποιίαν ἐπὶ τῶν δυσεκφόρως καὶ σκληρῶς καὶ τραχέως λαλούντων, ὡς τὸ βατταρίζειν καὶ τραυλίζειν καὶ ψελλίζειν. εὐφυέστατοι γάρ ἐσμεν τὰς φωνὰς ταῖς ὁμοίαις φωναῖς κατονομάζειν διὰ τὸ ὁμογενές· ᾗ δὴ καὶ πλεονάζουσιν ἐνταῦθα αἱ ὀνοματοποιίαι, οἷον τὸ κελαρύζειν καὶ κλαγγὴ δὲ καὶ ψόφος καὶ βοὴ καὶ κρότος, ὧν τὰ πλεῖστα ἤδη καὶ κυρίως ἐκφέρεται· πάντων δὴ τῶν παχυστομούντων οὕτως βαρβάρων λεγομένων, ἐφάνη τὰ τῶν ἀλλοεθνῶν στόματα τοιαῦτα, λέγω δὲ τὰ τῶν μὴ Ἑλλήνων. ἐκείνους οὖν ἰδίως ἐκάλεσαν βαρβάρους, ἐν ἀρχαῖς μὲν κατὰ τὸ λοίδορον, ὡς ἂν παχυστόμους ἢ τραχυστόμους, εἶτα κατεχρησάμεθα ὡς ἐθνικῷ κοινῷ ὀνόματι ἀντιδιαιροῦντες πρὸς τοὺς Ἕλληνας. καὶ γὰρ δὴ τῇ πολλῇ συνηθείᾳ καὶ ἐπιπλοκῇ τῶν βαρβάρων οὐκέτι ἐφαίνετο κατὰ παχυστομίαν καὶ ἀφυΐαν τινὰ τῶν φωνητηρίων ὀργάνων τοῦτο συμβαῖνον, ἀλλὰ κατὰ τὰς τῶν διαλέκτων ἰδιότητας. ἄλλη δέ τις ἐν τῇ ἡμετέρᾳ διαλέκτῳ ἀνεφάνη κακοστομία καὶ οἷον βαρβαροστομία, εἴ τις ἑλληνίζων μὴ κατορθοίη, ἀλλʼ οὕτω λέγοι τὰ ὀνόματα ὡς οἱ βάρβαροι οἱ εἰσαγόμενοι εἰς τὸν ἑλληνισμὸν οὐκ ἰσχύοντες ἀρτιστομεῖν, ὡς οὐδʼ ἡμεῖς ἐν ταῖς ἐκείνων διαλέκτοις. τοῦτο δὲ μάλιστα συνέβη τοῖς Καρσί· τῶν γὰρ ἄλλων οὔτʼ ἐπιπλεκομένων πω σφόδρα τοῖς Ἕλλησιν, οὔτʼ ἐπιχειρούντων ἑλληνικῶς ζῆν ἢ μανθάνειν τὴν ἡμετέραν διάλεκτον, πλὴν εἴ τινες σπάνιοι καὶ κατὰ τύχην ἐπεμίχθησαν καὶ κατʼ ἄνδρα ὀλίγοις τῶν Ἑλλήνων τισίν· οὗτοι δὲ καθʼ ὅλην ἐπλανήθησαν τὴν Ἑλλάδα μισθοῦ στρατεύοντες. ἤδη οὖν τὸ βαρβαρόφωνον ἐπʼ ἐκείνων πυκνὸν ἦν ἀπὸ τῆς εἰς τὴν Ἑλλάδα αὐτῶν στρατείας· καὶ μετὰ ταῦτα ἐπεπόλασε πολὺ μᾶλλον, ἀφʼ οὗ τάς τε νήσους μετὰ τῶν Ἑλλήνων ᾤκησαν, κἀκεῖθεν εἰς τὴν Ἀσίαν ἐκπεσόντες οὐδʼ ἐνταῦθα χωρὶς Ἑλλήνων οἰκεῖν ἠδύναντο, ἐπιδιαβάντων τῶν Ἰώνων καὶ τῶν Δωριέων. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τὸ βαρβαρίζειν λέγεται· καὶ γὰρ τοῦτο ἐπὶ τῶν κακῶς ἑλληνιζόντων εἰώθαμεν λέγειν, οὐκ ἐπὶ τῶν καριστὶ λαλούντων. οὕτως οὖν καὶ τὸ βαρβαροφωνεῖν καὶ τοὺς βαρβαροφώνους δεκτέον τοὺς κακῶς ἑλληνίζοντας· ἀπὸ δὲ τοῦ καρίζειν καὶ τὸ βαρβαρίζειν μετήνεγκαν εἰς τὰς περὶ ἑλληνισμοῦ τέχνας καὶ τὸ σολοικίζειν, εἴτʼ ἀπὸ Σόλων εἴτʼ ἄλλως τοῦ ὀνόματος τούτου πεπλασμένου.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φησὶ δὲ Ἀρτεμίδωρος ἀπὸ Φύσκου τῆς Ῥοδίων περαίας ἰοῦσιν εἰς Ἔφεσον μέχρι μὲν Λαγίνων ὀκτακοσίους εἶναι καὶ πεντήκοντα σταδίους, ἐντεῦθεν δʼ εἰς Ἀλάβανδα πεντήκοντα ἄλλους καὶ διακοσίους, εἰς δὲ Τράλλεις ἑκατὸν ἑξήκοντα· ἀλλʼ ἡ εἰς Τράλλεις ἐστὶ διαβάντι τὸν Μαίανδρον κατὰ μέσην που τὴν ὁδὸν ὅπου τῆς Καρίας οἱ ὅροι· γίνονται δʼ οἱ πάντες ἀπὸ Φύσκου ἐπὶ τὸν Μαίανδρον κατὰ τὴν εἰς Ἔφεσον ὁδὸν χίλιοι ἑκατὸν ὀγδοήκοντα. πάλιν ἀπὸ τοῦ Μαιάνδρου τῆς Ἰωνίας ἐφεξῆς μῆκος ἐπιόντι κατὰ τὴν αὐτὴν ὁδὸν ἀπὸ μὲν τοῦ ποταμοῦ εἰς Τράλλεις ὀγδοήκοντα, εἶτʼ εἰς Μαγνησίαν ἑκατὸν τετταράκοντα, εἰς Ἔφεσον δʼ ἑκατὸν εἴκοσιν, εἰς δὲ Σμύρναν τριακόσιοι εἴκοσιν, εἰς δὲ Φώκαιαν καὶ τοὺς ὅρους τῆς Ἰωνίας ἐλάττους τῶν διακοσίων, ὥστε τὸ ἐπʼ εὐθείας μῆκος τῆς Ἰωνίας εἴη ἂν κατʼ αὐτὸν μικρῷ πλέον τῶν ὀκτακοσίων. ἐπεὶ δὲ κοινή τις ὁδὸς τέτριπται ἅπασι τοῖς ἐπὶ τὰς ἀνατολὰς ὁδοιποροῦσιν ἐξ Ἐφέσου, καὶ ταύτην ἔπεισιν. ἐπὶ μὲν τὰ Κάρουρα τῆς Καρίας ὅριον πρὸς τὴν Φρυγίαν διὰ Μαγνησίας καὶ Τραλλέων Νύσης Ἀντιοχείας ὁδὸς ἑπτακοσίων καὶ τετταράκοντα σταδίων· ἐντεῦθεν δὲ ἡ Φρυγία διὰ Λαοδικείας καὶ Ἀπαμείας καὶ Μητροπόλεως καὶ Χελιδονίων· ἐπὶ μὲν οὖν τὴν ἀρχὴν τῆς Παρωρείου, τοὺς Ὅλμους, στάδιοι περὶ ἐνακοσίους καὶ εἴκοσιν ἐκ τῶν Καρούρων· ἐπὶ δὲ τὸ πρὸς τῇ Λυκαονίᾳ πέρας τῆς Παρωρείου τὸ Τυριαῖον διὰ Φιλομηλίου μικρῷ πλείους τῶν πεντακοσίων, εἶθʼ ἡ Λυκαονία μέχρι Κοροπασσοῦ διὰ Λαοδικείας τῆς κατακεκαυμένης ὀκτακόσιοι τετταράκοντα, ἐκ δὲ Κοροπασσοῦ τῆς Λυκαονίας εἰς Γαρσάουρα, πολίχνιον τῆς Καππαδοκίας ἐπὶ τῶν ὅρων αὐτῆς ἱδρυμένον, ἑκατὸν εἴκοσιν· ἐντεῦθεν δʼ εἰς Μάζακα τὴν μητρόπολιν τῶν Καππαδόκων διὰ Σοάνδου καὶ Σαδακόρων ἑξακόσιοι ὀγδοήκοντα· ἐντεῦθεν δʼ ἐπὶ τὸν Εὐφράτην μέχρι Τομίσων χωρίου τῆς Σωφηνῆς διὰ Ἡρφῶν πολίχνης χίλιοι τετρακόσιοι τετταράκοντα. τὰ δʼ ἐπʼ εὐθείας τούτοις μέχρι τῆς Ἰνδικῆς τὰ αὐτὰ κεῖται καὶ παρὰ τῷ Ἀρτεμιδώρῳ ἅπερ καὶ παρὰ τῷ Ἐρατοσθένει. λέγει δὲ καὶ Πολύβιος περὶ τῶν ἐκεῖ μάλιστα δεῖν πιστεύειν ἐκείνῳ. ἄρχεται δὲ ἀπὸ Σαμοσάτων τῆς Κομμαγηνῆς, ἣ πρὸς τῇ διαβάσει καὶ τῷ Ζεύγματι κεῖται· εἰς δὲ Σαμόσατα ἀπὸ τῶν ὅρων τῆς Καππαδοκίας τῶν περὶ Τόμισα ὑπερθέντι τὸν Ταῦρον σταδίους εἴρηκε τετρακοσίους καὶ πεντήκοντα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὴν Ῥοδίων περαίαν ἧς ὅριον τὰ Δαίδαλα ἐφεξῆς πλέουσι πρὸς ἀνίσχοντα ἥλιον ἡ Λυκία κεῖται μέχρι Παμφυλίας, εἶθʼ ἡ Παμφυλία μέχρι Κιλίκων τῶν τραχέων, εἶθʼ ἡ τούτων μέχρι τῶν ἄλλων Κιλίκων τῶν περὶ τὸν Ἰσσικὸν κόλπον· ταῦτα δʼ ἐστὶ μέρη μὲν τῆς χερρονήσου, ἧς τὸν ἰσθμὸν ἔφαμεν τὴν ἀπὸ Ἰσσοῦ ὁδὸν μέχρι Ἀμισοῦ ἢ Σινώπης, ὥς τινες, ἐκτὸς δὲ τοῦ Ταύρου ἐν στενῇ παραλίᾳ τῇ ἀπὸ Λυκίας μέχρι τῶν περὶ Σόλους τόπων, τὴν νῦν Πομπηιόπολιν· ἔπειτα ἤδη εἰς πεδία ἀναπέπταται ἡ κατὰ τὸν Ἰσσικὸν κόλπον παραλία ἀπὸ Σόλων καὶ Ταρσοῦ ἀρξαμένη. ταύτην οὖν ἐπελθοῦσιν ὁ πᾶς περὶ τῆς χερρονήσου λόγος ἔσται περιωδευμένος· εἶτα μεταβησόμεθα ἐπὶ τὰ ἄλλα μέρη τῆς Ἀσίας τὰ ἐκτὸς τοῦ Ταύρου. τελευταῖα δʼ ἐκθήσομεν τὰ περὶ τὴν Λιβύην.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ τοίνυν Δαίδαλα τὰ τῶν Ῥοδίων ὄρος ἐστὶ τῆς Λυκίας ὁμώνυμον αὐτοῖς Δαίδαλα, ἀφʼ οὗ λαμβάνει τὴν ἀρχὴν ὁ παράπλους ἅπας ὁ Λυκιακός, σταδίων μὲν ὢν χιλίων ἑπτακοσίων εἴκοσι, τραχὺς δὲ καὶ χαλεπός, ἀλλʼ εὐλίμενος σφόδρα καὶ ὑπὸ ἀνθρώπων συνοικούμενος σωφρόνων· ἐπεὶ ἥ γε τῆς χώρας φύσις παραπλησία καὶ τοῖς Παμφύλοις ἐστὶ καὶ τοῖς Τραχειώταις Κίλιξιν· ἀλλʼ ἐκεῖνοι μὲν ὁρμητηρίοις ἐχρήσαντο τοῖς τόποις πρὸς τὰ λῃστήρια, αὐτοὶ πειρατεύοντες ἢ τοῖς πειραταῖς λαφυροπώλια καὶ ναύσταθμα παρέχοντες· ἐν Σίδῃ γοῦν πόλει τῆς Παμφυλίας τὰ ναυπήγια συνίστατο τοῖς Κίλιξιν, ὑπὸ κήρυκά τε ἐπώλουν ἐκεῖ τοὺς ἁλόντας ἐλευθέρους ὁμολογοῦντες· Λύκιοι δʼ οὕτω πολιτικῶς καὶ σωφρόνως ζῶντες διετέλεσαν ὥστʼ ἐκείνων διὰ τὰς εὐτυχίας θαλαττοκρατησάντων μέχρι τῆς Ἰταλίας ὅμως ὑπʼ οὐδενὸς ἐξήρθησαν αἰσχροῦ κέρδους, ἀλλʼ ἔμειναν ἐν τῇ πατρίῳ διοικήσει τοῦ Λυκιακοῦ συστήματος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἰσὶ δὲ τρεῖς καὶ εἴκοσι πόλεις αἱ τῆς ψήφου μετέχουσαι· συνέρχονται δὲ ἐξ ἑκάστης πόλεως εἰς κοινὸν συνέδριον, ἣν ἂν δοκιμάσωσι πόλιν ἑλόμενοι· τῶν δὲ πόλεων αἱ μέγισται μὲν τριῶν ψήφων ἐστὶν ἑκάστη κυρία, αἱ δὲ μέσαι δυεῖν, αἱ δʼ ἄλλαι μιᾶς· ἀνὰ λόγον δὲ καὶ τὰς εἰσφορὰς εἰσφέρουσι καὶ τὰς ἄλλας λειτουργίας. ἓξ δὲ τὰς μεγίστας ἔφη ὁ Ἀρτεμίδωρος, Ξάνθον Πάταρα Πίναρα Ὄλυμπον Μύρα Τλῶν κατὰ τὴν ὑπέρθεσιν τὴν εἰς Κιβύραν κειμένην. ἐν δὲ τῷ συνεδρίῳ πρῶτον μὲν Λυκιάρχης αἱρεῖται, εἶτʼ ἄλλαι ἀρχαὶ αἱ τοῦ συστήματος· δικαστήριά τε ἀποδείκνυται κοινῇ· καὶ περὶ πολέμου δὲ καὶ εἰρήνης καὶ συμμαχίας ἐβουλεύοντο πρότερον, νῦν δʼ οὐκ εἰκός, ἀλλʼ ἐπὶ τοῖς Ῥωμαίοις ταῦτʼ ἀνάγκη κεῖσθαι, πλὴν εἰ ἐκείνων ἐπιτρεψάντων, ἢ ὑπὲρ αὐτῶν εἴη χρήσιμον· ὁμοίως δὲ καὶ δικασταὶ καὶ ἄρχοντες ἀνὰ λόγον ταῖς ψήφοις ἐξ ἑκάστης προχειρίζονται πόλεως. οὕτω δʼ εὐνομουμένοις αὐτοῖς συνέβη παρὰ Ῥωμαίοις ἐλευθέροις διατελέσαι τὰ πάτρια νέμουσι, τοὺς δὲ λῃστὰς ἐπιδεῖν ἄρδην ἠφανισμένους, πρότερον μὲν ὑπὸ Σερουιλίου τοῦ Ἰσαυρικοῦ, καθʼ ὃν χρόνον καὶ τὰ Ἴσαυρα ἐκεῖνος καθεῖλεν, ὕστερον δὲ Πομπηίου τοῦ Μάγνου, πλείω τῶν χιλίων καὶ τριακοσίων σκαφῶν ἐμπρήσαντος τὰς δὲ κατοικίας ἐκκόψαντος, τῶν δὲ περιγενομένων ἀνθρώπων ἐν ταῖς μάχαις τοὺς μὲν καταγαγόντος εἰς Σόλους, ἣν ἐκεῖνος Πομπηιόπολιν ὠνόμασε, τοὺς δʼ εἰς Δύμην λιπανδρήσασαν, ἣν νυνὶ Ῥωμαίων ἀποικία νέμεται. οἱ ποιηταὶ δὲ μάλιστα οἱ τραγικοὶ συγχέοντες τὰ ἔθνη, καθάπερ τοὺς Τρῶας καὶ τοὺς Μυσοὺς καὶ τοὺς Λυδοὺς Φρύγας προσαγορεύουσιν, οὕτω καὶ τοὺς Λυκίους Κᾶρας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δʼ οὖν τὰ Δαίδαλα τὸ τῶν Λυκίων ὄρος πλησίον ἐστὶ Τελεμησσὸς πολίχνη Λυκίων, καὶ Τελεμησσὶς ἄκρα λιμένα ἔχουσα. ἔλαβε δὲ τὸ χωρίον τοῦτο παρὰ Ῥωμαίων Εὐμένης ἐν τῷ Ἀντιοχικῷ πολέμῳ, καταλυθείσης δὲ τῆς βασιλείας ἀπέλαβον πάλιν οἱ Λύκιοι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶθʼ ἑξῆς ὁ Ἀντίκραγος, ὄρθιον ὄρος, ἐφʼ ᾧ Καρμυλησσὸς χωρίον ἐν φάραγγι ᾠκημένον, καὶ μετὰ τοῦτον ὁ Κράγος, ἔχων ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώνυμον. περὶ ταῦτα μυθεύεται τὰ ὄρη τὰ περὶ τῆς Χιμαίρας· ἔστι δʼ οὐκ ἄπωθεν καὶ ἡ Χίμαιρα φάραγξ τις ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα. ὑπόκειται δὲ τῷ Κράγῳ Πίναρα ἐν μεσογαίᾳ, τῶν μεγίστων οὖσα πόλεων ἐν τῇ Λυκίᾳ. ἐνταῦθα δὲ Πάνδαρος τιμᾶται, τυχὸν ἴσως ὁμώνυμος τῷ Τρωικῷ·post *trwikw=|: w(s kai\ Πανδαρέου κούρη χλωρηὶς ἀηδών. Hom. Od. 19.518 καὶ γὰρ τοῦτον ἐκ Λυκίας φασίν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶθʼ ὁ Ξάνθος ποταμός, ὃν Σίρβιν ἐκάλουν τὸ πρότερον· ἀναπλεύσαντι δʼ ὑπηρετικοῖς δέκα σταδίους τὸ Λητῷον ἔστιν· ὑπὲρ δὲ τοῦ ἱεροῦ προελθόντι ἑξήκοντα ἡ πόλις ἡ τῶν Ξανθίων ἐστὶ μεγίστη τῶν ἐν Λυκίᾳ. μετὰ δὲ τὴν Ξάνθον Πάταρα, καὶ αὕτη μεγάλη πόλις λιμένα ἔχουσα καὶ ἱερὰ Ἀπόλλωνος, κτίσμα Πατάρου. Πτολεμαῖος δʼ ὁ φιλάδελφος ἐπισκευάσας Ἀρσινόην ἐκάλεσε τὴν ἐν Λυκίᾳ, ἐπεκράτησε δὲ τὸ ἐξ ἀρχῆς ὄνομα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτα Μύρα ἐν εἴκοσι σταδίοις ὑπὲρ τῆς θαλάττης ἐπὶ μετεώρου λόφου. εἶθʼ ἡ ἐκβολὴ τοῦ Λιμύρου ποταμοῦ καὶ ἀνιόντι πεζῇ σταδίους εἴκοσι τὰ Λίμυρα πολίχνη. μεταξὺ δʼ ἐν τῷ λεχθέντι παράπλῳ νησία πολλὰ καὶ λιμένες, ὧν καὶ Μεγίστη νῆσος καὶ πόλις ὁμώνυμος, καὶ ἡ Κισθήνη. ἐν δὲ τῇ μεσογαίᾳ χωρία Φελλὸς καὶ Ἀντίφελλος καὶ ἡ Χίμαιρα, ἧς ἐμνήσθημεν ἐπάνω.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶθʼ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι, πάρισοι τὸ μέγεθος, ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι· τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον· μία δʼ αὐτῶν καὶ πρόσορμον ἔχει. ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῇ θαλάττῃ κρασπέδου δίκην. τὸ δʼ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ἡ ὀρεινή, καλεῖται δὲ καὶ αὕτη Ταῦρος. δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν· τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων. ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά· ἐν τούτοις δʼ ἐστὶν ἥ τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον, ὃ καὶ Φοινικοῦς καλεῖται· εἶτα Κώρυκος ὁ αἰγιαλός.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη. ὑπέρκειται δʼ αὐτῆς τὰ Σόλυμα ὄρος καὶ Τερμησσὸς Πισιδικὴ πόλις, ἐπικειμένη τοῖς στενοῖς διʼ ὧν ὑπέρβασίς ἐστιν εἰς τὴν Μιλυάδα. καὶ ὁ Ἀλέξανδρος διὰ τοῦτο ἐξεῖλεν αὐτὴν ἀνοῖξαι βουλόμενος τὰ στενά. περὶ Φασήλιδα δʼ ἐστὶ τὰ κατὰ θάλατταν στενά, διʼ ὧν Ἀλέξανδρος παρήγαγε τὴν στρατιάν. ἔστι δʼ ὄρος Κλῖμαξ καλούμενον, ἐπίκειται δὲ τῷ Παμφυλίῳ πελάγει, στενὴν ἀπολεῖπον πάροδον ἐπὶ τῷ αἰγιαλῷ ταῖς μὲν νηνεμίαις γυμνουμένην ὥστε εἶναι βάσιμον τοῖς ὁδεύουσι, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλυπτομένην ἐπὶ πολύ· ἡ μὲν οὖν διὰ τοῦ ὄρους ὑπέρβασις περίοδον ἔχει καὶ προσάντης ἐστί, τῷ δʼ αἰγιαλῷ χρῶνται κατὰ τὰς εὐδίας. ὁ δὲ Ἀλέξανδρος εἰς χειμέριον ἐμπεσὼν καιρὸν καὶ τὸ πλέον ἐπιτρέπων τῇ τύχῃ πρὶν ἀνεῖναι τὸ κῦμα ὥρμησε, καὶ ὅλην τὴν ἡμέραν ἐν ὕδατι γενέσθαι τὴν πορείαν συνέβη μέχρι ὀμφαλοῦ βαπτιζομένων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ πόλις Λυκιακὴ ἐπὶ τῶν ὅρων ἱδρυμένη τῶν πρὸς Παμφυλίαν, τοῦ δὲ κοινοῦ τῶν Λυκίων οὐ μετέχει, καθʼ αὑτὴν δὲ συνέστηκεν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ὁ μὲν οὖν ποιητὴς ἑτέρους τῶν Λυκίων ποιεῖ τοὺς Σολύμους· ὑπὸ γὰρ τοῦ τῶν Λυκίων βασιλέως πεμφθεὶς ὁ Βελλεροφόντης ἐπὶ δεύτερον τοῦτον ἆθλον Σολύμοισι μαχέσσατο κυδαλίμοισιν.Hom. Il. 6.184 οἱ δὲ τοὺς Λυκίους πρότερον καλεῖσθαι Σολύμους φάσκοντες, ὕστερον δὲ Τερμίλας ἀπὸ τῶν ἐκ Κρήτης συγκατελθόντων τῷ Σαρπηδόνι, μετὰ δὲ ταῦτα Λυκίους ἀπὸ Λύκου τοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆς οἰκείας ἐδέξατο Σαρπηδὼν ἐπὶ μέρει τῆς ἀρχῆς, οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρῳ· βελτίους δʼ οἱ φάσκοντες λέγεσθαι Σολύμους ὑπὸ τοῦ ποιητοῦ τοὺς νῦν Μιλύας προσαγορευομένους, περὶ ὧν εἰρήκαμεν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ Φασήλιδα δʼ ἔστιν ἡ Ὁλβία, τῆς Παμφυλίας ἀρχή, μέγα ἔρυμα, καὶ μετὰ ταύτην ὁ Καταράκτης λεγόμενος ἀφʼ ὑψηλῆς πέτρας καταράττων ποταμὸς πολὺς καὶ χειμαρρώδης ὥστε πόρρωθεν ἀκούεσθαι τὸν ψόφον. εἶτα πόλις Ἀττάλεια, ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου καὶ οἰκίσαντος εἰς Κώρυκον, πολίχνιον ὅμορον, ἄλλην κατοικίαν καὶ μείζω περίβολον περιθέντος. φασὶ δʼ ἐν τῷ μεταξὺ Φασήλιδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν, ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους, ὡς εἴρηκε Καλλισθένης.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶθʼ ὁ Κέστρος ποταμός, ὃν ἀναπλεύσαντι σταδίους ἑξήκοντα Πέργη πόλις καὶ πλησίον ἐπὶ μετεώρου τόπου τὸ τῆς Περγαίας Ἀρτέμιδος ἱερόν, ἐν ᾧ πανήγυρις κατʼ ἔτος συντελεῖται. εἶθʼ ὑπὲρ τῆς θαλάττης ὅσον τετταράκοντα Σύλλιον πόλις ἐστὶν ὑψηλὴ τοῖς ἐκ Πέργης ἔποπτος· εἶτα λίμνη εὐμεγέθης Καπρία καὶ μετὰ ταῦτα ὁ Εὐρυμέδων ποταμός, ὃν ἀναπλεύσαντι ἑξήκοντα σταδίους Ἄσπενδος πόλις εὐανδροῦσα ἱκανῶς, Ἀργείων κτίσμα· ὑπέρκειται δὲ ταύτης Πετνηλισσός· εἶτʼ ἄλλος ποταμὸς καὶ νησία προκείμενα πολλά· εἶτα Σίδη Κυμαίων ἄποικος· ἔχει δʼ Ἀθηνᾶς ἱερόν. πλησίον δʼ ἐστὶ καὶ ἡ Κιβυρατῶν παραλία τῶν μικρῶν· εἶθʼ ὁ Μέλας ποταμὸς καὶ ὕφορμος· εἶτα Πτολεμαῒς πόλις· καὶ μετὰ ταῦθʼ οἱ ὅροι τῆς Παμφυλίας καὶ τὸ Κορακήσιον, ἀρχὴ τῆς τραχείας Κιλικίας. ὁ δὲ παράπλους ἅπας ὁ Παμφύλιος στάδιοί εἰσιν ἑξακόσιοι τεσσαράκοντα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φησὶ δʼ Ἡρόδοτος τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων· τοὺς μὲν δὴ πολλοὺς ἐνθάδε καταμεῖναι, τινὰς δὲ σκεδασθῆναι πολλαχοῦ τῆς γῆς. Καλλῖνος δὲ τὸν μὲν Κάλχαντα ἐν Κλάρῳ τελευτῆσαι τὸν βίον φησί, τοὺς δὲ λαοὺς μετὰ Μόψου τὸν Ταῦρον ὑπερθέντας τοὺς μὲν ἐν Παμφυλίᾳ μεῖναι τοὺς δʼ ἐν Κιλικίᾳ μερισθῆναι καὶ Συρίᾳ μέχρι καὶ Φοινίκης.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τῆς Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς· τραχεῖα μέν, ἧς ἡ παραλία στενή ἐστι καὶ οὐδὲν ἢ σπανίως ἔχει τι χωρίον ἐπίπεδον, καὶ ἔτι ἧς ὑπέρκειται ὁ Ταῦρος οἰκούμενος κακῶς μέχρι καὶ τῶν προσβόρρων πλευρῶν τῶν περὶ Ἴσαυρα καὶ τοὺς Ὁμοναδέας μέχρι τῆς Πισιδίας· καλεῖται δʼ ἡ αὐτὴ καὶ Τραχειῶτις καὶ οἱ ἐνοικοῦντες Τραχειῶται· πεδιὰς δʼ ἡ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι Ἰσσοῦ, καὶ ἔτι ἧς ὑπέρκεινται κατὰ τὸ πρόσβορρον τοῦ Ταύρου πλευρὸν Καππάδοκες· αὕτη γὰρ ἡ χώρα τὸ πλέον πεδίων εὐπορεῖ καὶ χώρας ἀγαθῆς. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστιν ἐντὸς τοῦ Ταύρου τὰ δʼ ἐκτός, περὶ μὲν τῶν ἐντὸς εἴρηται, περὶ δὲ τῶν ἐκτὸς λέγωμεν ἀπὸ τῶν Τραχειωτῶν ἀρξάμενοι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πρῶτον τοίνυν ἐστὶ τῶν Κιλίκων φρούριον τὸ Κορακήσιον ἱδρυμένον ἐπὶ πέτρας ἀπορρῶγος, ᾧ ἐχρήσατο Διόδοτος ὁ Τρύφων προσαγορευθεὶς ὁρμητηρίῳ καθʼ ὃν καιρὸν ἀπέστησε τὴν Συρίαν τῶν βασιλέων καὶ διεπολέμει πρὸς ἐκείνους, τοτὲ μὲν κατορθῶν τοτὲ δὲ πταίων. τοῦτον μὲν οὖν Ἀντίοχος ὁ Δημητρίου κατακλείσας εἴς τι χωρίον ἠνάγκασε διεργάσασθαι τὸ σῶμα· τοῖς δὲ Κίλιξιν ἀρχὴν τοῦ τὰ πειρατικὰ συνίστασθαι Τρύφων αἴτιος κατέστη καὶ ἡ τῶν βασιλέων οὐδένεια τῶν τότε ἐκ διαδοχῆς ἐπιστατούντων τῆς Συρίας ἅμα καὶ τῆς Κιλικίας· τῷ γὰρ ἐκείνου νεωτερισμῷ συνενεωτέρισαν καὶ ἄλλοι, διχοστατοῦντές τε ἀδελφοὶ πρὸς ἀλλήλους ὑποχείριον ἐποίουν τὴν χώραν τοῖς ἐπιτιθεμένοις. ἡ δὲ τῶν ἀνδραπόδων ἐξαγωγὴ προὐκαλεῖτο μάλιστα εἰς τὰς κακουργίας ἐπικερδεστάτη γενομένη· καὶ γὰρ ἡλίσκοντο ῥᾳδίως, καὶ τὸ ἐμπόριον οὐ παντελῶς ἄπωθεν ἦν μέγα καὶ πολυχρήματον, ἡ Δῆλος, δυναμένη μυριάδας ἀνδραπόδων αὐθημερὸν καὶ δέξασθαι καὶ ἀποπέμψαι, ὥστε καὶ παροιμίαν γενέσθαι διὰ τοῦτο ἔμπορε, κατάπλευσον, ἐξελοῦ, πάντα πέπραται. αἴτιον δʼ ὅτι πλούσιοι γενόμενοι Ῥωμαῖοι μετὰ τὴν Καρχηδόνος καὶ Κορίνθου κατασκαφὴν οἰκετείαις ἐχρῶντο πολλαῖς· ὁρῶντες δὲ τὴν εὐπέτειαν οἱ λῃσταὶ ταύτην ἐξήνθησαν ἀθρόως, αὐτοὶ καὶ λῃζόμενοι καὶ σωματεμποροῦντες. συνήργουν δʼ εἰς ταῦτα καὶ οἱ τῆς Κύπρου καὶ οἱ τῆς Αἰγύπτου βασιλεῖς ἐχθροὶ τοῖς Σύροις ὄντες· οὐδʼ οἱ Ῥόδιοι δὲ φίλοι ἦσαν αὐτοῖς ὥστʼ οὐδὲν ἐβοήθουν· ἅμα δὲ καὶ οἱ λῃσταὶ προσποιούμενοι σωματεμπορεῖν ἄλυτον τὴν κακουργίαν εἶχον. ἀλλʼ οὐδὲ Ῥωμαῖοί πω τοσοῦτον ἐφρόντιζον τῶν ἔξω τοῦ Ταύρου, ἀλλʼ ἔπεμψαν μὲν καὶ Σκιπίωνα τὸν Αἰμιλιανὸν ἐπισκεψόμενον τὰ ἔθνη καὶ τὰς πόλεις καὶ πάλιν ἄλλους τινάς, ἔγνωσαν δὲ κακίᾳ τῶν ἀρχόντων συμβαῖνον τοῦτο, εἰ καὶ τὴν κατὰ γένος διαδοχὴν τὴν ἀπὸ Σελεύκου τοῦ Νικάτορος αὐτοὶ κεκυρωκότες ᾐδοῦντο ἀφαιρεῖσθαι. τοῦτο δὲ συμβὰν τῆς μὲν χώρας ἐποίησε κυρίους Παρθυαίους, οἳ τὰ πέραν τοῦ Εὐφράτου κατέσχον, τὸ τελευταῖον δὲ καὶ Ἀρμενίους, οἳ καὶ τὴν ἐκτὸς τοῦ Ταύρου προσέλαβον μέχρι καὶ Φοινίκης, καὶ τοὺς βασιλέας κατέλυσαν εἰς δύναμιν καὶ τὸ γένος αὐτῶν σύμπαν, τὴν δὲ θάλατταν τοῖς Κίλιξι παρέδωκαν. εἶτʼ αὐξηθέντας ἠναγκάσθησαν καταλύειν Ῥωμαῖοι πολέμῳ καὶ μετὰ στρατιᾶς οὓς αὐξομένους οὐκ ἐκώλυσαν. ὀλιγωρίαν μὲν οὖν αὐτῶν χαλεπὸν καταγνῶναι· πρὸς ἑτέροις δὲ ὄντες τοῖς ἐγγυτέρω καὶ κατὰ χεῖρα μᾶλλον οὐχ οἷοί τε ἦσαν τὰ ἀπωτέρω σκοπεῖν. ταῦτα μὲν οὖν ἔδοξεν ἡμῖν ἐν παρεκβάσει διὰ βραχέων εἰπεῖν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὸ Κορακήσιον Ἀρσινόη πόλις, εἶθʼ Ἁμαξία ἐπὶ βουνοῦ κατοικία τις ὕφορμον ἔχουσα, ὅπου κατάγεται ἡ ναυπηγήσιμος ὕλη. κέδρος δʼ ἐστὶν ἡ πλείστη, καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῇ τοιαύτῃ ξυλείᾳ· καὶ διὰ τοῦτʼ Ἀντώνιος Κλεοπάτρᾳ τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς. εἶτα Λαέρτης φρούριον ἐπὶ λόφου μαστοειδοῦς ὕφορμον ἔχον· εἶτα Σελινοῦς πόλις· εἶτα Κράγος πέτρα περίκρημνος πρὸς θαλάττῃ· εἶτα Χαραδροῦς ἔρυμα καὶ αὐτὸ ὕφορμον ἔχον (ὑπέρκειται δʼ ὄρος Ἄνδρικλος) καὶ παράπλους τραχὺς Πλατανιστῆς καλούμενος· εἶτʼ Ἀνεμούριον ἄκρα καθʼ ἣν ἡ ἤπειρος ἐγγυτάτω τῆς Κυπρίας ἐστὶν ἐπὶ Κρομμύου ἄκραν ἐν διάρματι σταδίων τριακοσίων πεντήκοντα. εἰς μὲν οὖν τὸ Ἀνεμούριον ἀπὸ τῶν ὅρων τῆς Παμφυλίας ὁ Κιλίκιος παράπλους σταδίων ἐστὶν ὀκτακοσίων εἴκοσι, λοιπὸς δʼ ἐστὶ μέχρι Σόλων ὅσον πεντακοσίων παράπλους σταδίων. τούτου δʼ ἐστὶ Νάγιδος πρώτη μετὰ τὸ Ἀνεμούριον πόλις· εἶτʼ Ἀρσινόη πρόσορμον ἔχουσα· εἶτα τόπος Μελανία καὶ Κελένδερις πόλις λιμένα ἔχουσα. τινὲς δὲ ταύτην ἀρχὴν τίθενται τῆς Κιλικίας, οὐ τὸ Κορακήσιον, ὧν ἐστι καὶ ὁ Ἀρτεμίδωρος· καί φησιν ἀπὸ μὲν τοῦ Πηλουσιακοῦ στόματος εἶναι τρισχιλίους ἑξακοσίους σταδίους εἰς Ὀρθωσίαν, ἐπὶ δὲ τὸν Ὀρόντην ποταμὸν χίλια ἑκατὸν τριάκοντα, ἐπὶ δὲ τὰς πύλας ἑξῆς πεντακόσια εἰκοσιπέντε, ἐπὶ δὲ τοὺς ὅρους τῶν Κιλίκων χίλια ἐνακόσια εἴκοσιν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶθʼ Ὅλμοι, ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖς, κτισθείσης δʼ ἐπὶ τῷ Καλυκάδνῳ τῆς Σελευκείας ἐκεῖ μετῳκίσθησαν. εὐθὺς γάρ ἐστιν ἡ τοῦ Καλυκάδνου ἐκβολὴ κάμψαντι ᾐόνα ποιοῦσαν ἄκραν ἣ καλεῖται Σαρπηδών. πλησίον δʼ ἐστὶ τοῦ Καλυκάδνου καὶ τὸ Ζεφύριον καὶ αὕτη ἄκρα· ἔχει δὲ ὁ ποταμὸς ἀνάπλουν εἰς τὴν Σελεύκειαν πόλιν εὖ συνοικουμένην καὶ πολὺ ἀφεστῶσαν τοῦ Κιλικίου καὶ Παμφυλίου τρόπου. ἐνταῦθα ἐγένοντο καθʼ ἡμᾶς ἄνδρες ἀξιόλογοι τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀθήναιός τε καὶ Ξέναρχος, ὧν ὁ μὲν Ἀθήναιος καὶ ἐπολιτεύσατο καὶ ἐδημαγώγησε χρόνον τινὰ ἐν τῇ πατρίδι, εἶτʼ ἐμπεσὼν εἰς τὴν Μουρήνα φιλίαν ἐκείνῳ συνεάλω φεύγων φωραθείσης τῆς κατὰ Καίσαρος τοῦ Σεβαστοῦ συσταθείσης ἐπιβουλῆς· ἀναίτιος δὲ φανεὶς ἀφείθη ὑπὸ Καίσαρος. ὡς δʼ ἐπανιόντα εἰς Ῥώμην ἠσπάζοντο καὶ ἐπυνθάνοντο οἱ πρῶτοι ἐντυγχάνοντες, τὸ Εὐριπίδου ἔφη ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών.Eur. Hec. 1 ὀλίγον δʼ ἐπιβιοὺς χρόνον ἐν συμπτώσει τῆς οἰκίας ἐν ᾗ ᾤκει διεφθάρη νύκτωρ γενομένῃ, Ξέναρχος δέ, οὗ ἠκροασάμεθα ἡμεῖς, ἐν οἴκῳ μὲν οὐ πολὺ διέτριψεν, ἐν Ἀλεξανδρείᾳ δὲ καὶ Ἀθήνησι καὶ τὸ τελευταῖον ἐν Ῥώμῃ, τὸν παιδευτικὸν βίον ἑλόμενος· χρησάμενος δὲ καὶ τῇ Ἀρείου φιλίᾳ καὶ μετὰ ταῦτα τῇ Καίσαρος τοῦ Σεβαστοῦ διετέλεσε μέχρι γήρως ἐν τιμῇ ἀγόμενος· μικρὸν δὲ πρὸ τῆς τελευτῆς πηρωθεὶς τὴν ὄψιν κατέστρεψε νόσῳ τὸν βίον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὸν Καλύκαδνον ἡ Ποικίλη λεγομένη πέτρα κλίμακα ἔχουσα λατομητὴν ἐπὶ Σελεύκειαν ἄγουσαν. εἶτʼ Ἀνεμούριον ἄκρα ὁμώνυμος τῇ προτέρᾳ, καὶ Κράμβουσα νῆσος καὶ Κώρυκος ἄκρα, ὑπὲρ ἧς ἐν εἴκοσι σταδίοις ἐστὶ τὸ Κωρύκιον ἄντρον, ἐν ᾧ ἡ ἀρίστη κρόκος φύεται. ἔστι δὲ κοιλὰς μεγάλη κυκλοτερὴς ἔχουσα περικειμένην ὀφρὺν πετρώδη πανταχόθεν ἱκανῶς ὑψηλήν· καταβάντι δʼ εἰς αὐτὴν ἀνώμαλόν ἐστιν ἔδαφος καὶ τὸ πολὺ πετρῶδες, μεστὸν δὲ τῆς θαμνώδους ὕλης ἀειθαλοῦς τε καὶ ἡμέρου· παρέσπαρται δὲ καὶ τὰ ἐδάφη τὰ φέροντα τὴν κρόκον. ἔστι δὲ καὶ ἄντρον αὐτόθι ἔχον πηγὴν μεγάλην ποταμὸν ἐξιεῖσαν καθαροῦ τε καὶ διαφανοῦς ὕδατος, εὐθὺς καταπίπτοντα ὑπὸ γῆς· ἐνεχθεὶς δʼ ἀφανὴς ἔξεισιν εἰς τὴν θάλατταν· καλοῦσι δὲ πικρὸν ὕδωρ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶθʼ ἡ Ἐλαιοῦσσα νῆσος μετὰ τὴν Κώρυκον, προσκειμένη τῇ ἠπείρῳ, ἣν συνῴκισεν Ἀρχέλαος καὶ κατεσκευάσατο βασίλειον λαβὼν τὴν Τραχειῶτιν Κιλικίαν ὅλην πλὴν Σελευκείας, καθʼ ὃν τρόπον καὶ Ἀμύντας πρότερον εἶχε καὶ ἔτι πρότερον Κλεοπάτρα. εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ λῃστήρια καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν (κατὰ γῆν μὲν διὰ τὸ μέγεθος τῶν ὀρῶν καὶ τῶν ὑπερκειμένων ἐθνῶν, πεδία καὶ γεώργια ἐχόντων μεγάλα καὶ εὐκατατρόχαστα, κατὰ θάλατταν δὲ διὰ τὴν εὐπορίαν τῆς τε ναυπηγησίμου ὕλης καὶ τῶν λιμένων καὶ ἐρυμάτων καὶ ὑποδυτηρίων), ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους ἢ ὑπὸ τοῖς Ῥωμαίοις ἡγεμόσιν εἶναι τοῖς ἐπὶ τὰς κρίσεις πεμπομένοις, οἳ μήτʼ ἀεὶ παρεῖναι ἔμελλον μήτε μεθʼ ὅπλων. οὕτω μὲν Ἀρχέλαος ἔλαβε πρὸς τῇ Καππαδοκίᾳ τὴν τραχεῖαν Κιλικίαν. εἰσὶ δʼ ὅροι ταύτης μεταξὺ Σόλων τε καὶ Ἐλαιούσσης ὁ Λάμος ποταμὸς καὶ κώμη ὁμώνυμος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
κατὰ δὲ τὰς ἀκρωρείας τοῦ Ταύρου τὸ Ζηνικέτου πειρατήριόν ἐστιν ὁ Ὄλυμπος ὄρος τε καὶ φρούριον ὁμώνυμον, ἀφʼ οὗ κατοπτεύεται πᾶσα Λυκία καὶ Παμφυλία καὶ Πισιδία καὶ Μιλυάς· ἁλόντος δὲ τοῦ ὄρους ὑπὸ τοῦ Ἰσαυρικοῦ, ἐνέπρησεν ἑαυτὸν πανοίκιον. τούτου δʼ ἦν καὶ ὁ Κώρυκος καὶ ἡ Φάσηλις καὶ πολλὰ τῶν Παμφύλων χωρία· πάντα δʼ εἷλεν ὁ Ἰσαυρικός.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Λάμον Σόλοι πόλις ἀξιόλογος, τῆς ἄλλης Κιλικίας ἀρχὴ τῆς περὶ τὸν Ἰσσόν, Ἀχαιῶν καὶ Ῥοδίων κτίσμα τῶν ἐκ Λίνδου· εἰς ταύτην λιπανδρήσασαν Πομπήιος Μάγνος κατῴκισε τοὺς περιγενομένους τῶν πειρατῶν, οὓς μάλιστα ἔγνω σωτηρίας καὶ προνοίας τινὸς ἀξίους, καὶ μετωνόμασε Πομπηιόπολιν. γεγόνασι δʼ ἄνδρες ἐνθένδε τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ στωικὸς φιλόσοφος πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος, καὶ Φιλήμων ὁ κωμικὸς ποιητής, καὶ Ἄρατος ὁ τὰ φαινόμενα συγγράψας ἐν ἔπεσιν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἶτα Ζεφύριον ὁμώνυμον τῷ πρὸς Καλύδνῳ· εἶτʼ Ἀγχιάλη μικρὸν ὑπὲρ τῆς θαλάττης, κτίσμα Σαρδαναπάλλου, φησὶν Ἀριστόβουλος· ἐνταῦθα δʼ εἶναι μνῆμα τοῦ Σαρδαναπάλλου καὶ τύπον λίθινον συμβάλλοντα τοὺς τῆς δεξιᾶς χειρὸς δακτύλους ὡς ἂν ἀποκροτοῦντα, καὶ ἐπιγραφὴν εἶναι Ἀσσυρίοις γράμμασι τοιάνδε Σαρδανάπαλλος ὁ Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε πῖνε παῖζε, ὡς τἆλλα τούτου οὐκ ἄξια, τοῦ ἀποκροτήματος. μέμνηται δὲ καὶ Χοιρίλος τούτων· καὶ δὴ καὶ περιφέρεται τὰ ἔπη ταυτί ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἀφύβρισα, καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ὑπέρκειται δὲ τὰ Κύινδα τῆς Ἀγχιάλης ἔρυμα, ᾧ ἐχρήσαντό ποτε οἱ Μακεδόνες γαζοφυλακίῳ· ἦρε δὲ τὰ χρήματα Εὐμένης ἀποστὰς Ἀντιγόνου. ἔτι δʼ ὕπερθεν τούτου τε καὶ τῶν Σόλων ὀρεινή ἐστιν, ἐν ᾗ Ὄλβη πόλις Διὸς ἱερὸν ἔχουσα, Αἴαντος ἵδρυμα τοῦ Τεύκρου· καὶ ὁ ἱερεὺς δυνάστης ἐγίνετο τῆς Τραχειώτιδος· εἶτʼ ἐπέθεντο τῇ χώρᾳ τύραννοι πολλοί, καὶ συνέστη τὰ λῃστήρια. μετὰ δὲ τὴν τούτων κατάλυσιν ἐφʼ ἡμῶν ἤδη τὴν τοῦ Τεύκρου δυναστείαν ταύτην ἐκάλουν, τὴν δʼ αὐτὴν καὶ ἱερωσύνην· καὶ οἱ πλεῖστοί γε τῶν ἱερασαμένων ὠνομάζοντο Τεῦκροι ἢ Αἴαντες. εἰσιοῦσα δὲ Ἄβα κατʼ ἐπιγαμίαν εἰς τὸν οἶκον τοῦτον, ἡ Ζηνοφάνους θυγάτηρ ἑνὸς τῶν τυράννων, αὐτὴ κατέσχε τὴν ἀρχὴν προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι· ὕστερον δὲ καὶ Ἀντώνιος καὶ Κλεοπάτρα κατεχαρίσαντο ἐκείνῃ θεραπείαις ἐκλιπαρηθέντες· ἔπειθʼ ἡ μὲν κατελύθη τοῖς δʼ ἀπὸ τοῦ γένους διέμεινεν ἡ ἀρχή. μετὰ δὲ τὴν Ἀγχιάλην αἱ τοῦ Κύδνου ἐκβολαὶ κατὰ τὸ Ῥῆγμα καλούμενον. ἔστι δὲ λιμνάζων τόπος ἔχων καὶ παλαιὰ νεώρια, εἰς ὃν ἐκπίπτει ὁ Κύδνος ὁ διαρρέων μέσην τὴν Ταρσὸν τὰς ἀρχὰς ἔχων ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως Ταύρου· καὶ ἔστιν ἐπίνειον ἡ λίμνη τῆς Ταρσοῦ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μέχρι μὲν δὴ δεῦρο ἡ παραλία πᾶσα ἀπὸ τῆς Ῥοδίων περαίας ἀρξαμένη πρὸς ἰσημερινὰς ἀνατολὰς ἀπὸ τῶν ὁμωνύμων ἐκτείνεται δύσεων, εἶτʼ ἐπὶ τὴν χειμερινὴν ἀνατολὴν ἐπιστρέφει μέχρι Ἰσσοῦ, κἀντεῦθεν ἤδη καμπὴν λαμβάνει πρὸς νότον μέχρι Φοινίκης, τὸ δὲ λοιπὸν πρὸς δύσιν μέχρι στηλῶν τελευτᾷ. τὸ μὲν οὖν ἀληθὲς ὁ ἰσθμὸς τῆς περιωδευμένης χερρονήσου οὗτός ἐστιν ὁ ἀπὸ Ταρσοῦ καὶ τῆς ἐκβολῆς τοῦ Κύδνου μέχρι Ἀμισοῦ· τὸ γὰρ ἐλάχιστον ἐξ Ἀμισοῦ διάστημα ἐπὶ τοὺς Κιλίκων ὅρους τοῦτʼ ἔστιν· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσίν εἰσιν εἰς Ταρσὸν στάδιοι, κἀκεῖθεν οὐ πλείους ἐπὶ τὴν ἐκβολὴν τοῦ Κύδνου. καὶ μὴν ἐπί γε Ἰσσὸν καὶ τὴν κατʼ αὐτὴν θάλατταν οὔτʼ ἄλλη ὁδὸς συντομωτέρα ἐστὶν ἐξ Ἀμισοῦ τῆς διὰ Ταρσοῦ, οὔτʼ ἐκ Ταρσοῦ ἐπὶ Ἰσσὸν ἐγγυτέρω ἐστὶν ἢ ἐπὶ Κύδνον, ὥστε δῆλον ὅτι ταῖς μὲν ἀληθείαις οὗτος ἂν εἴη ὁ ἰσθμός, λέγεται δʼ ὅμως ὁ μέχρι τοῦ Ἰσσικοῦ κόλπου, παρακλεπτόντων διὰ τὸ σημειῶδες. διὰ δὲ τοῦτʼ αὐτὸ καὶ τὴν ἐκ τῆς Ῥοδίας γραμμήν, ἣν μέχρι τοῦ Κύδνου κατηγάγομεν, τὴν αὐτὴν ἀποφαίνομεν τῇ μέχρι Ἰσσοῦ, οὐδὲν παρὰ τοῦτο ποιούμενοι, καὶ τὸν Ταῦρόν φαμεν διήκειν ἐπʼ εὐθείας τῇδε τῇ γραμμῇ μέχρι τῆς Ἰνδικῆς.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἡ δὲ Ταρσὸς κεῖται μὲν ἐν πεδίῳ κτίσμα δʼ ἐστὶ τῶν μετὰ Τριπτολέμου πλανηθέντων Ἀργείων κατὰ ζήτησιν Ἰοῦς· διαρρεῖ δʼ αὐτὴν μέσην ὁ Κύδνος παρʼ αὐτὸ τὸ γυμνάσιον τῶν νέων· ἅτε δὲ τῆς πηγῆς οὐ πολὺ ἄπωθεν οὔσης, καὶ τοῦ ῥείθρου διὰ φάραγγος βαθείας ἰόντος, εἶτʼ εὐθὺς εἰς τὴν πόλιν ἐκπίπτοντος, ψυχρόν τε καὶ τραχὺ τὸ ῥεῦμά ἐστιν, ὅθεν καὶ τοῖς παχυνευροῦσι ῥοϊζομένοις καὶ κτήνεσι καὶ ἀνθρώποις ἐπικουρεῖ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τοσαύτη δὲ τοῖς ἐνθάδε ἀνθρώποις σπουδὴ πρός τε φιλοσοφίαν καὶ τὴν ἄλλην παιδείαν ἐγκύκλιον ἅπασαν γέγονεν ὥσθʼ ὑπερβέβληνται καὶ Ἀθήνας καὶ Ἀλεξάνδρειαν καὶ εἴ τινα ἄλλον τόπον δυνατὸν εἰπεῖν, ἐν ᾧ σχολαὶ καὶ διατριβαὶ φιλοσόφων γεγόνασι. διαφέρει δὲ τοσοῦτον ὅτι ἐνταῦθα μὲν οἱ φιλομαθοῦντες ἐπιχώριοι πάντες εἰσί, ξένοι δʼ οὐκ ἐπιδημοῦσι ῥᾳδίως· οὐδʼ αὐτοὶ οὗτοι μένουσιν αὐτόθι, ἀλλὰ καὶ τελειοῦνται ἐκδημήσαντες καὶ τελειωθέντες ξενιτεύουσιν ἡδέως, κατέρχονται δʼ ὀλίγοι. ταῖς δʼ ἄλλαις πόλεσιν ἃς ἀρτίως εἶπον πλὴν Ἀλεξανδρείας συμβαίνει τἀναντία· φοιτῶσι γὰρ εἰς αὐτὰς πολλοὶ καὶ διατρίβουσιν αὐτόθι ἄσμενοι, τῶν δʼ ἐπιχωρίων οὐ πολλοὺς οὔτʼ ἂν ἔξω φοιτῶντας ἴδοις κατὰ φιλομάθειαν, οὔτʼ αὐτόθι περὶ τοῦτο σπουδάζοντας· Ἀλεξανδρεῦσι δʼ ἀμφότερα συμβαίνει· καὶ γὰρ δέχονται πολλοὺς τῶν ξένων καὶ ἐκπέμπουσι τῶν ἰδίων οὐκ ὀλίγους καὶ εἰσὶ σχολαὶ παρʼ αὐτοῖς παντοδαπαὶ τῶν περὶ λόγους τεχνῶν, καὶ τἆλλα δʼ εὐανδρεῖ καὶ πλεῖστον δύναται τὸν τῆς μητροπόλεως ἐπέχουσα λόγον.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἄνδρες δʼ ἐξ αὐτῆς γεγόνασι τῶν μὲν στωικῶν Ἀντίπατρός τε καὶ Ἀρχέδημος καὶ Νέστωρ, ἔτι δʼ Ἀθηνόδωροι δύο, ὧν ὁ μὲν Κορδυλίων καλούμενος συνεβίωσε Μάρκῳ Κάτωνι καὶ ἐτελεύτα παρʼ ἐκείνῳ, ὁ δὲ τοῦ Σάνδωνος, ὃν καὶ Κανανίτην φασὶν ἀπὸ κώμης τινός, Καίσαρος καθηγήσατο καὶ τιμῆς ἔτυχε μεγάλης, κατιών τε εἰς τὴν πατρίδα ἤδη γηραιὸς κατέλυσε τὴν καθεστῶσαν πολιτείαν κακῶς φερομένην ὑπό τε ἄλλων καὶ Βοήθου, κακοῦ μὲν ποιητοῦ κακοῦ δὲ πολίτου, δημοκοπίαις ἰσχύσαντος τὸ πλέον. ἐπῆρε δʼ αὐτὸν καὶ Ἀντώνιος κατʼ ἀρχὰς ἀποδεξάμενος τὸ γραφὲν εἰς τὴν ἐν Φιλίπποις νίκην ἔπος, καὶ ἔτι μᾶλλον ἡ εὐχέρεια ἡ ἐπιπολάζουσα παρὰ τοῖς Ταρσεῦσιν ὥστʼ ἀπαύστως σχεδιάζειν παρὰ χρῆμα πρὸς τὴν δεδομένην ὑπόθεσιν· καὶ δὴ καὶ γυμνασιαρχίαν ὑποσχόμενος Ταρσεῦσι τοῦτον ἀντὶ γυμνασιάρχου κατέστησε, καὶ τὰ ἀναλώματα ἐπίστευσεν αὐτῷ. ἐφωράθη δὲ νοσφισάμενος τά τε ἄλλα καὶ τοὔλαιον· ἐλεγχόμενος δʼ ὑπὸ τῶν κατηγόρων ἐπὶ τοῦ Ἀντωνίου παρῃτεῖτο τὴν ὀργήν, σὺν ἄλλοις καὶ ταῦτα λέγων ὅτι ὥσπερ Ὅμηρος ἐξύμνησεν Ἀχιλλέα καὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα, οὕτως ἐγὼ σέ· οὐ δίκαιος οὖν εἰμι εἰς τοιαύτας ἄγεσθαι διαβολὰς ἐπὶ σοῦ. παραλαβὼν οὖν ὁ κατήγορος τὸν λόγον ἀλλʼ Ὅμηρος μέν ἔφη ἔλαιον Ἀγαμέμνονος οὐκ ἔκλεψεν, ἀλλʼ οὐδὲ Ἀχιλλέως, σὺ δέ· ὥστε δώσεις δίκην. διακρουσάμενος δʼ οὖν θεραπείαις τισὶ τὴν ὀργὴν οὐδὲν ἧττον διετέλεσεν ἄγων καὶ φέρων τὴν πόλιν μέχρι τῆς καταστροφῆς τοῦ Ἀντωνίου. τοιαύτην δὲ τὴν πόλιν καταλαβὼν ὁ Ἀθηνόδωρος τέως μὲν ἐπεχείρει λόγῳ μετάγειν κἀκεῖνον καὶ τοὺς συστασιώτας· ὡς δʼ οὐκ ἀπείχοντο ὕβρεως οὐδεμιᾶς, ἐχρήσατο τῇ δοθείσῃ ὑπὸ τοῦ Καίσαρος ἐξουσίᾳ καὶ ἐξέβαλεν αὐτοὺς καταγνοὺς φυγήν. οἱ δὲ πρῶτον μὲν κατετοιχογράφησαν αὐτοῦ τοιαῦτα ἔργα νέων, βουλαὶ δὲ μέσων, πορδαὶ δὲ γερόντων. ἐπεὶ δʼ ἐκεῖνος ἐν παιδιᾶς μέρει δεξάμενος ἐκέλευσε παρεπιγράψαι βρονταὶ δὲ γερόντων, καταφρονήσας τις τοῦ ἐπιεικοῦς εὔλυτον τὸ κοιλίδιον ἔχων προσέρρανε πολὺ τῇ θύρᾳ καὶ τῷ τοίχῳ νύκτωρ παριὼν τὴν οἰκίαν· ὁ δὲ τῆς στάσεως κατηγορῶν ἐν ἐκκλησίᾳ τὴν νόσον τῆς πόλεως ἔφη καὶ τὴν καχεξίαν πολλαχόθεν σκοπεῖν ἔξεστι, καὶ δὴ καὶ ἐκ τῶν διαχωρημάτων. οὗτοι μὲν στωικοὶ ἄνδρες· ἀκαδημαϊκὸς δὲ Νέστωρ ὁ καθʼ ἡμᾶς, ὁ Μαρκέλλου καθηγησάμενος τοῦ Ὀκταουίας παιδός, τῆς Καίσαρος ἀδελφῆς. καὶ οὗτος δὲ προέστη τῆς πολιτείας διαδεξάμενος τὸν Ἀθηνόδωρον, καὶ διετέλεσε τιμώμενος παρά τε τοῖς ἡγεμόσι καὶ ἐν τῇ πόλει.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τῶν δʼ ἄλλων φιλοσόφων οὕς κεν ἐὺ γνοίην καί τʼ οὔνομα μυθησαίμην,Hom. Il. 3.235 Πλουτιάδης τε ἐγένετο καὶ Διογένης τῶν περιπολιζόντων καὶ σχολὰς διατιθεμένων εὐφυῶς· ὁ δὲ Διογένης καὶ ποιήματα ὥσπερ ἀπεφοίβαζε τεθείσης ὑποθέσεως, τραγικὰ ὡς ἐπὶ πολύ· γραμματικοὶ δὲ ὧν καὶ συγγράμματα ἔστιν, Ἀρτεμίδωρός τε καὶ Διόδωρος· ποιητὴς δὲ τραγῳδίας ἄριστος τῶν τῆς Πλειάδος καταριθμουμένων Διονυσίδης. μάλιστα δʼ ἡ Ῥώμη δύναται διδάσκειν τὸ πλῆθος τῶν ἐκ τῆσδε τῆς πόλεως φιλολόγων· Ταρσέων γὰρ καὶ Ἀλεξανδρέων ἐστὶ μεστή. τοιαύτη μὲν ἡ Ταρσός.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὸν Κύδνον ὁ Πύραμος ἐκ τῆς Καταονίας ῥέων, οὗπερ καὶ πρότερον ἐμνήσθημεν· φησὶ δʼ Ἀρτεμίδωρος ἐντεῦθεν εἰς Σόλους εὐθυπλοίᾳ σταδίους εἶναι πεντακοσίους. πλησίον δὲ καὶ Μαλλὸς ἐφʼ ὕψους κειμένη, κτίσμα Ἀμφιλόχου καὶ Μόψου τοῦ Ἀπόλλωνος καὶ Μαντοῦς, περὶ ὧν πολλὰ μυθολογεῖται· καὶ δὴ καὶ ἡμεῖς ἐμνήσθημεν αὐτῶν ἐν τοῖς περὶ Κάλχαντος λόγοις καὶ τῆς ἔριδος ἣν ἤρισαν περὶ τῆς μαντικῆς ὅ τε Κάλχας καὶ ὁ Μόψος· ταύτην τε γὰρ τὴν ἔριν μεταφέρουσιν ἔνιοι, καθάπερ καὶ Σοφοκλῆς, εἰς τὴν Κιλικίαν, καλέσας ἐκεῖνος αὐτὴν Παμφυλίαν τραγικῶς, καθάπερ καὶ τὴν Λυκίαν Καρίαν καὶ τὴν Τροίαν καὶ Λυδίαν Φρυγίαν· καὶ τὸν θάνατον δὲ τοῦ Κάλχαντος ἐνταῦθα παραδιδόασιν ἄλλοι τε καὶ Σοφοκλῆς. οὐ μόνον δὲ τὴν περὶ τῆς μαντικῆς ἔριν μεμυθεύκασιν ἀλλὰ καὶ τῆς ἀρχῆς. τὸν γὰρ Μόψον φασὶ καὶ τὸν Ἀμφίλοχον ἐκ Τροίας ἐλθόντας κτίσαι Μαλλόν· εἶτʼ Ἀμφίλοχον εἰς Ἄργος ἀπελθεῖν, δυσαρεστήσαντα δὲ τοῖς ἐκεῖ πάλιν ἀναστρέψαι δεῦρο, ἀποκλειόμενον δὲ τῆς κοινωνίας συμβαλεῖν εἰς μονομαχίαν πρὸς τὸν Μόψον, πεσόντας δʼ ἀμφοτέρους ταφῆναι μὴ ἐν ἐπόψει ἀλλήλοις· καὶ νῦν οἱ τάφοι δείκνυνται περὶ Μάγαρσα τοῦ Πυράμου πλησίον. ἐντεῦθεν δʼ ἦν Κράτης ὁ γραμματικός, οὗ φησι γενέσθαι μαθητὴς Παναίτιος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ὑπέρκειται δὲ τῆς παραλίας ταύτης Ἀλήιον πεδίον, διʼ οὗ Φιλωτᾶς διήγαγεν Ἀλεξάνδρῳ τὴν ἵππον, ἐκείνου τὴν φάλαγγα ἀγαγόντος ἐκ τῶν Σόλων διὰ τῆς παραλίας καὶ τῆς Μαλλώτιδος ἐπί τε Ἰσσὸν καὶ τὰς Δαρείου δυνάμεις. φασὶ δὲ καὶ ἐναγίσαι τῷ Ἀμφιλόχῳ τὸν Ἀλέξανδρον διὰ τὴν ἐξ Ἄργους συγγένειαν. Ἡσίοδος δʼ ἐν Σόλοις ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Ἀμφίλοχόν φησιν, οἱ δὲ περὶ τὸ Ἀλήιον πεδίον, οἱ δʼ ἐν Συρίᾳ, ἀπὸ τοῦ Ἀληίου ἀπιόντα διὰ τὴν ἔριν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Μαλλὸν Αἰγαῖαι πολίχνιον ὕφορμον ἔχον· εἶτʼ Ἀμανίδες πύλαι ὕφορμον ἔχουσαι, εἰς ἃς τελευτᾷ τὸ Ἀμανὸν ὄρος ἀπὸ τοῦ Ταύρου καθῆκον, ὃ τῆς Κιλικίας ὑπέρκειται κατὰ τὸ πρὸς ἕω μέρος, ἀεὶ μὲν ὑπὸ πλειόνων δυναστευόμενον τυράννων ἐχόντων ἐρύματα· καθʼ ἡμᾶς δὲ κατέστη κύριος πάντων ἀνὴρ ἀξιόλογος καὶ βασιλεὺς ὑπὸ Ῥωμαίων ὠνομάσθη διὰ τὰς ἀνδραγαθίας Ταρκονδίμοτος, καὶ τὴν διαδοχὴν τοῖς μετʼ αὐτὸν παρέδωκε.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ Αἰγαίας Ἰσσὸς πολίχνιον ὕφορμον ἔχον καὶ ποταμὸς Πίναρος. ἐνταῦθα ὁ ἀγὼν συνέπεσεν Ἀλεξάνδρῳ καὶ Δαρείῳ· καὶ ὁ κόλπος εἴρηται Ἰσσικός· ἐν αὐτῷ δὲ πόλις Ῥωσὸς καὶ Μυρίανδρος πόλις καὶ Ἀλεξάνδρεια καὶ Νικόπολις καὶ Μοψουεστία καὶ αἱ πύλαι λεγόμεναι, ὅριον Κιλίκων τε καὶ Σύρων. ἐν δὲ τῇ Κιλικίᾳ ἐστὶ καὶ τὸ τῆς Σαρπηδονίας Ἀρτέμιδος ἱερὸν καὶ μαντεῖον, τοὺς δὲ χρησμοὺς ἔνθεοι προθεσπίζουσιν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μετὰ δὲ τὴν Κιλικίαν πρώτη πόλις ἐστὶ τῶν Σύρων Σελεύκεια ἡ ἐν Πιερίᾳ, καὶ πλησίον Ὀρόντης ἐκδίδωσι ποταμός. ἔστι δʼ ἀπὸ Σελευκείας εἰς Σόλους ἐπʼ εὐθείας πλοῦς ὀλίγον ἀπολείπων τῶν χιλίων σταδίων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τῶν δʼ ἐν Τροίᾳ Κιλίκων ὧν Ὅμηρος μέμνηται πολὺ διεστώτων ἀπὸ τῶν ἔξω τοῦ Ταύρου Κιλίκων, οἱ μὲν ἀποφαίνουσιν ἀρχηγέτας τοὺς ἐν τῇ Τροίᾳ τούτων καὶ δεικνύουσί τινας τόπους κἀνταῦθα, ὥσπερ ἐν τῇ Παμφυλίᾳ Θήβην καὶ Λυρνησσόν, οἱ δʼ ἔμπαλιν καὶ Ἀλήιόν τι πεδίον κἀκεῖ δεικνύουσι. περιωδευμένων δὲ καὶ τῶν ἔξω τοῦ Ταύρου μερῶν τῆς προειρημένης χερρονήσου, προσθετέον ἐστὶ καὶ ταῦτα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ὁ γὰρ Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει· τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας καταριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χερρονήσου κατοίκους ὄντας, ἧς ὁ στενώτατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ· αἱ δʼ ἐκτὸς πλευραί φησί τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελιδονίας, ἡ δʼ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, ἡ δʼ ἐπὶ Σινώπην πάλιν ἐνθένδε. τὸ μὲν οὖν μόνους τοὺς ἐν τῇ χερρονήσῳ διὰ τῶν αὐτῶν ἐλέγχοιτʼ ἂν ψεῦδος ὂν διʼ ὧν ἠλέγξαμεν πρότερον μὴ μόνους τοὺς ἐντὸς Ἅλυος. οἱ γὰρ περὶ Φαρνακίαν τόποι ἐν οἷς τοὺς Ἁλιζώνους ἔφαμεν, ὥσπερ ἔξω τοῦ Ἅλυός εἰσιν, οὕτω καὶ ἔξω τοῦ ἰσθμοῦ, εἴπερ καὶ τῶν στενῶν τῶν μεταξὺ Σινώπης καὶ Ἰσσοῦ, καὶ οὐ τούτων γε μόνων ἀλλὰ καὶ τῶν κατʼ ἀλήθειαν στενῶν τῶν μεταξὺ Ἀμισοῦ τε καὶ Ἰσσοῦ· οὐδὲ γὰρ ἐκεῖνος ὀρθῶς ἀφώρισται τὸν ἰσθμὸν καὶ τὰ κατʼ αὐτὸν στενά, ἐκεῖνα ἀντὶ τούτων τιθείς. πάντων δʼ εὐηθέστατον τὸ τὴν χερρόνησον τριγωνοειδῆ φήσαντα τρεῖς ἀποφήνασθαι τὰς ἔξω πλευράς· ὁ γὰρ τὰς ἔξω λέγων πλευρὰς ἔοικεν ὑπεξαιρουμένῳ τὴν κατὰ τὰ στενά, ὡς καὶ ταύτην οὖσαν πλευράν, οὐκ ἔξω δὲ οὐδʼ ἐπὶ θαλάττῃ. εἰ μὲν τοίνυν τὰ στενὰ ταῦτα οὕτως ἦν συνηγμένα ὥστε μικρὸν ἀπολείπειν τοῦ συνάπτειν ἐπʼ ἀλλήλαις τήν τε ἐπὶ Ἰσσὸν καὶ τὴν ἐπὶ Σινώπην πίπτουσαν πλευράν, συνεχώρει ἂν τριγωνοειδῆ λέγεσθαι τὴν χερρόνησον· νῦν δέ γε τρισχιλίους σταδίους ἀπολειπόντων μεταξὺ τῶν ὑπʼ αὐτοῦ λεγομένων στενῶν, ἀμαθία τὸ λέγειν τριγωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφικόν. ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέτρῳ γῆς περίοδον ἐπιγράψας. μένει δʼ ἡ αὐτὴ ἀμαθία κἂν εἰς τοὐλάχιστον καταγάγῃ διάστημά τις τὸν ἰσθμόν, ὅσον εἰρήκασιν οἱ πλεῖστον ψευσάμενοι τὸ ἥμισυ τοῦ παντός, ὅσον εἴρηκε καὶ Ἀρτεμίδωρος, χιλίους καὶ πεντακοσίους σταδίους· οὐδὲ γὰρ τοῦτο συναγωγήν πω τριγωνοειδοῦς ποιεῖ σχήματος. ἀλλʼ οὐδὲ τὰς πλευρὰς ὀρθῶς διῄρηται τὰς ἔξω τὴν ἀπὸ Ἰσσοῦ μέχρι Χελιδονίων εἰπών· λοιπὴ γάρ ἐστιν ὅλη ἐπʼ εὐθείας ἡ Λυκιακὴ παραλία ταύτῃ, καὶ ἡ τῶν Ῥοδίων περαία μέχρι Φύσκου· ἐντεῦθεν δὲ καμπὴν λαβοῦσα ἡ ἤπειρος ἄρχεται τὴν δευτέραν καὶ δυσμικὴν ποιεῖν πλευρὰν ἄχρι Προποντίδος καὶ Βυζαντίου.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φήσαντος δὲ τοῦ Ἐφόρου διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη, τρία μὲν Ἑλληνικὰ τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων, ἐπὶ θαλάττῃ μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες, Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῇ μεσογαίᾳ, διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν, ὃ νεώτερόν ἐστι τοῦ Ἐφόρου, τῶν δʼ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατῳκίσθαι, τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον· καταλέγεσθαι δʼ ὑπὸ τοῦ ποιητοῦ τό τε τῶν Τρώων καὶ τῶν νῦν ὀνομαζομένων Παφλαγόνων καὶ Μυσῶν καὶ Φρυγῶν καὶ Καρῶν καὶ Λυκίων, Μῄονάς τε ἀντὶ Λυδῶν καὶ ἄλλους ἀγνῶτας, οἷον Ἁλιζῶνας καὶ Καύκωνας· ἐκτὸς δὲ τοῦ καταλόγου Κητείους τε καὶ Σολύμους καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου καὶ Λέλεγας· Παμφύλους δὲ καὶ Βιθυνοὺς καὶ Μαριανδυνοὺς καὶ Πισίδας καὶ Χάλυβας καὶ Μιλύας καὶ Καππάδοκας μηδʼ ὠνομάσθαι, τοὺς μὲν διὰ τὸ μηδέπω τοὺς τόπους κατῳκηκέναι τούτους, τοὺς δὲ διὰ τὸ ἑτέροις γένεσι περιέχεσθαι, ὡς Ἰδριεῖς μὲν καὶ Τερμίλαι Καρσί, Δολίονες δὲ καὶ Βέβρυκες Φρυξί.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φαίνεται δʼ οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος. Ἐφόρου τε γὰρ τοῦτο πρῶτον ἀπαιτεῖν ἐχρῆν, τί δὴ τοὺς Χάλυβας τίθησιν ἐντὸς τῆς χερρονήσου τοσοῦτον ἀφεστῶτας καὶ Σινώπης καὶ Ἀμισοῦ πρὸς ἕω; οἱ γὰρ λέγοντες τὸν ἰσθμὸν τῆς χερρονήσου ταύτης τὴν ἀπὸ Ἰσσοῦ γραμμὴν ἐπὶ τὸν Εὔξεινον, ὡς ἂν μεσημβρινήν τινα τιθέασι ταύτην, ἣν οἱ μὲν εἶναι νομίζουσι τὴν ἐπὶ Σινώπης οἱ δὲ τὴν ἐπʼ Ἀμισοῦ, ἐπὶ δὲ τῶν Χαλύβων οὐδείς· λοξὴ γάρ ἐστι τελέως. ὁ γὰρ δὴ διὰ Χαλύβων μεσημβρινὸς διὰ τῆς μικρᾶς Ἀρμενίας γράφοιτʼ ἂν καὶ τοῦ Εὐφράτου τὴν Καππαδοκίαν ὅλην ἐντὸς ἀπολαμβάνων καὶ τὴν Κομμαγηνὴν καὶ τὸν Ἀμανὸν καὶ τὸν Ἰσσικὸν κόλπον. εἰ δʼ οὖν καὶ τὴν λοξὴν γραμμὴν ὁρίζειν τὸν ἰσθμὸν συγχωρήσαιμεν, τὰ πλεῖστά γε τούτων καὶ μάλιστα ἡ Καππαδοκία ἐντὸς ἀπολαμβάνοιτʼ ἂν καὶ ὁ νῦν ἰδίως λεγόμενος Πόντος τῆς Καππαδοκίας μέρος ὢν τὸ πρὸς τῷ Εὐξείνῳ, ὥστʼ εἰ τοὺς Χάλυβας τῆς χερρονήσου θετέον μέρος, πολὺ μᾶλλον τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους καὶ Λυκάονας δέ, οὓς καὶ αὐτοὺς παρῆκε. διὰ τί δʼ ἐν τοῖς μεσογαίοις ἔταξε τοὺς Χάλυβας, οὓς ὁ ποιητὴς Ἁλιζῶνας ἐκάλεσεν, ὥσπερ καὶ ἡμεῖς ἀπεδείξαμεν; ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῇ θαλάττῃ φάναι τοὺς δὲ ἐν τῇ μεσογαίᾳ· ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας. ὁ δὲ τὴν μὲν οὐδʼ ὠνόμακε, τοὺς Κίλικας δὲ τοὺς ἐπὶ τῇ θαλάττῃ μόνον εἴρηκεν. οἱ οὖν ἐπʼ Ἀντιπάτρῳ τῷ Δερβήτῃ καὶ οἱ Ὁμοναδεῖς καὶ ἄλλοι πλείους οἱ συνάπτοντες τοῖς Πισίδαις, οἳ οὐκ ἴσασι θάλατταν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιHom. Od. 11.122 τίνα λάβωσι τάξιν; ἀλλʼ οὐδὲ Λυδοὺς οὐδὲ Μῄονας εἴρηκεν, εἴτε δύο εἴθʼ οἱ αὐτοί εἰσι, καὶ εἴτε καθʼ ἑαυτοὺς εἴτʼ ἐν ἑτέρῳ γένει περιεχομένους. οὕτω γὰρ ἐπίσημον ἔθνος οὐκ ἀποκρύψαι δυνατόν, ὅ τε μὴ λέγων περὶ αὐτοῦ μηδὲν οὐκ ἂν δόξειε παραλιπεῖν τι τῶν κυριωτάτων;
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τίνες δʼ εἰσὶν οἱ μιγάδες; οὐ γὰρ ἂν ἔχοιμεν εἰπεῖν παρὰ τοὺς λεχθέντας τόπους ἢ ὠνομάσθαι ὑπʼ αὐτοῦ ἢ παραλελεῖφθαι ἄλλους οὓς ἀποδώσομεν τοῖς μιγάσιν, οὐδέ γε αὐτῶν τινας τούτων ὧν ἢ εἶπεν ἢ παρέλιπε. καὶ γὰρ εἰ κατεμίχθησαν, ἀλλʼ ἡ ἐπικράτεια πεποίηκεν ἢ Ἕλληνας ἢ βαρβάρους· τρίτον δὲ γένος οὐδὲν ἴσμεν τὸ μικτόν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πῶς δὲ τρία γένη τῶν Ἑλλήνων ἐστὶ τὰ τὴν χερρόνησον οἰκοῦντα; εἰ γάρ, ὅτι τὸ παλαιὸν οἱ αὐτοὶ ἦσαν Ἴωνες καὶ Ἀθηναῖοι. λεγέσθωσαν καὶ οἱ Δωριεῖς καὶ οἱ Αἰολεῖς οἱ αὐτοί, ὥστε δύο ἔθνη γίνοιτʼ ἄν· εἰ δὲ διαιρετέον κατὰ τὰ ὕστερα ἔθη, καθάπερ καὶ τὰς διαλέκτους, τέτταρα ἂν εἴη καὶ τὰ ἔθνη, καθάπερ καὶ αἱ διάλεκτοι. οἰκοῦσι δὲ τὴν χερρόνησον ταύτην, καὶ μάλιστα κατὰ τὸν τοῦ Ἐφόρου διορισμόν, οὐκ Ἴωνες μόνον ἀλλὰ καὶ Ἀθηναῖοι, καθάπερ ἐν τοῖς καθʼ ἕκαστα δεδήλωται. τοιαῦτα μὲν δὴ πρὸς τὸν Ἔφορον διαπορεῖν ἄξιον· Ἀπολλόδωρος δὲ τούτων μὲν ἐφρόντισεν οὐδέν, τοῖς δὲ ἑκκαίδεκα ἔθνεσι προστίθησιν ἑπτακαιδέκατον, τὸ τῶν Γαλατῶν, ἄλλως μὲν χρήσιμον λεχθῆναι, πρὸς δὲ τὴν δίαιταν τῶν ὑπὸ τοῦ Ἐφόρου λεγομένων ἢ παραλειπομένων οὐ δέον· εἴρηκε δὲ τὴν αἰτίαν αὐτός, ὅτι ταῦτα πάντα νεώτερα τῆς ἐκείνου ἡλικίας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μεταβὰς δʼ ἐπὶ τὸν ποιητὴν τοῦτο μὲν ὀρθῶς λέγει, διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωικῶν εἰς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν. οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει διʼ ἣν οὐ μέμνηταί τινων ὁ ποιητής· ἢ τῷ μήπω τότʼ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου, ἢ τῷ ἐν ἑτέρῳ γένει περιέχεσθαι. τὴν γὰρ Καππαδοκίαν οὐκ εἴρηκεν, οὐδὲ τὴν Καταονίαν, ὡς δʼ αὕτως τὴν Λυκαονίαν, διʼ οὐδέτερον τούτων· οὐ γὰρ ἔχομεν τοιαύτην ἱστορίαν ἐπʼ αὐτῶν οὐδεμίαν. γελοῖόν τε τὸ τοὺς Καππάδοκας καὶ Λυκάονας διὰ τί μὲν Ὅμηρος παρέλιπε φροντίσαι καὶ ἀπολογήσασθαι, διὰ τί δʼ Ἔφορος παρῆλθε παρελθεῖν καὶ αὐτόν, καὶ ταῦτα παραθέμενον πρὸς αὐτὸ τοῦτο τὴν ἀπόφασιν τἀνδρός, πρὸς τὸ ἐξετάσαι καὶ διαιτῆσαι· καὶ διότι μὲν Μῄονας ἀντὶ Λυδῶν Ὅμηρος εἶπε διδάξαι, ὅτι δʼ οὔτε Λυδοὺς οὔτε Μῄονας εἴρηκεν Ἔφορος μὴ ἐπισημήνασθαι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
φήσας δὲ ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν, Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητείους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου, τοὺς δʼ Ἁλιζῶνας αὐτὸς πλάττει, μᾶλλον δʼ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα, ἐκλελειμμένα ἅπαντα. πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας, ἃς ὁ Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν, οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο· ὁ δὲ Κάδμου ἐκ τῶν περὶ Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος· ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται· πολλὴ δʼ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος· ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ καὶ τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνη ἐρήμη ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου, ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς Ὁμηρικὰς ἀποφάσεις, εἰωθὼς ταῦτʼ ἐλέγχειν ἐπὶ πλέον, ἐνταῦθα οὐκ ὠλιγώρηκε μόνον, ἀλλὰ καὶ τἀναντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα. ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς μετὰ τὰ Τρωικά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου, ἀγαγεῖν δʼ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας. ἐπιλέγει δὲ τούτοις ὁ Ἀπολλόδωρος, ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος ἧς ὁ Ξάνθος Φόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλʼ ἐξ Ἀσκανίης.Hom. Il. 2.862 ἀλλʼ εἰ οὕτως ἔχει, ἡ μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωικῶν γεγονυῖα, ἐν δὲ τοῖς Τρωικοῖς τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ ἐπικουρικὸν ἧκεν ἐκ τῆς περαίας ἐκ τῶν Βερεκύντων καὶ τῆς Ἀσκανίας. τίνες οὖν Φρύγες ἦσαν οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο,Hom. Il. 3.187 ὅτε ὁ Πρίαμος ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμηνHom. Il. 3.188 φησί; πῶς δὲ ἐκ μὲν Βερεκύντων μετεπέμπετο Φρύγας ὁ Πρίαμος, πρὸς οὓς οὐδὲν ἦν αὐτῷ συμβόλαιον, τοὺς δʼ ὁμόρους καὶ οἷς αὐτὸς πρότερον ἐπεκούρησε παρέλιπεν; οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις· λέγεσθαι γάρ φησι καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώνυμον, ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν, οὗ μνημονεύει καὶ Εὐφορίων Μυσοῖος παρʼ ὕδασιν Ἀσκανίοιο. καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος οἳ καὶ ἐπʼ Ἀσκανίῳ δώματʼ ἔχουσι ῥόῳ, λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν· ἔνθα Δολίων υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης. καλοῦσι δέ, φησί, Δολιονίδα καὶ Μυσίαν τὴν περὶ Κύζικον ἰόντι εἰς Μιλητούπολιν. εἰ οὖν οὕτως ἔχει ταῦτα, καὶ ἐκμαρτυρεῖται ὑπὸ τῶν δεικνυμένων νῦν καὶ ὑπὸ τῶν ποιητῶν, τί ἐκώλυε τὸν Ὅμηρον ταύτης μεμνῆσθαι τῆς Ἀσκανίας, ἀλλὰ μὴ τῆς ὑπὸ Ξάνθου λεγομένης; εἴρηται δὲ καὶ πρότερον περὶ τούτων ἐν τῷ περὶ Μυσῶν καὶ Φρυγῶν λόγῳ, ὥστε ἐχέτω πέρας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
λοιπὸν δὲ τὴν πρὸς νότου παρακειμένην τῇ χερρονήσῳ ταύτῃ περιοδεῦσαι νῆσον τὴν Κύπρον. εἴρηται δʼ ὅτι ἡ περιεχομένη θάλαττα ὑπὸ τῆς Αἰγύπτου καὶ Φοινίκης καὶ Συρίας καὶ τῆς λοιπῆς παραλίας μέχρι τῆς Ῥοδίας σύνθετός πώς ἐστιν ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ κατὰ τὸν Ἰσσικὸν κόλπον. ἐν δὲ ταύτῃ ἐστὶν ἡ Κύπρος, τὰ μὲν προσάρκτια μέρη συνάπτοντα ἔχουσα τῇ Τραχείᾳ Κιλικίᾳ, καθʼ ἃ δὴ καὶ προσεχεστάτη τῇ ἠπείρῳ ἐστί, τὰ δὲ ἑῷα τῷ Ἰσσικῷ κόλπῳ, τὰ δʼ ἑσπέρια τῷ Παμφυλίῳ κλυζόμενα πελάγει, τὰ δὲ νότια τῷ Αἰγυπτίῳ. τοῦτο μὲν οὖν σύρρουν ἐστὶν ἀπὸ τῆς ἑσπέρας τῷ Λιβυκῷ καὶ τῷ Καρπαθίῳ πελάγει, ἀπὸ δὲ τῶν νοτίων καὶ τῶν ἑῴων μερῶν ἥ τε Αἴγυπτός ἐστι καὶ ἡ ἐφεξῆς παραλία μέχρι Σελευκείας τε καὶ Ἰσσοῦ, πρὸς ἄρκτον δʼ ἥ τε Κύπρος καὶ τὸ Παμφύλιον πέλαγος. τοῦτο δὲ ἀπὸ μὲν τῶν ἄρκτων περιέχεται τοῖς τε ἄκρος τῆς Τραχείας Κιλικίας καὶ τῆς Παμφυλίας καὶ Λυκίας μέχρι τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς δύσεως τῇ Ῥοδίων νήσῳ, ἀπὸ δὲ τῆς ἀνατολῆς τῇ Κύπρῳ τῇ κατὰ Πάφον καὶ τὸν Ἀκάμαντα, ἀπὸ δὲ τῆς μεσημβρίας σύρρουν ἐστὶ τῷ Αἰγυπτίῳ πελάγει.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔστι δʼ ὁ μὲν κύκλος τῆς Κύπρου σταδίων τρισχιλίων καὶ τετρακοσίων εἴκοσι κατακολπίζοντι· μῆκος δὲ ἀπὸ Κλειδῶν ἐπὶ τὸν Ἀκάμαντα πεζῇ σταδίων χιλίων τετρακοσίων ὁδεύοντι ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν. εἰσὶ δὲ αἱ μὲν Κλεῖδες νησία δύο προσκείμενα τῇ Κύπρῳ κατὰ τὰ ἑωθινὰ μέρη τῆς νήσου, τὰ διέχοντα τοῦ Πυράμου σταδίους ἑπτακοσίους· ὁ δʼ Ἀκάμας ἐστὶν ἄκρα δύο μαστοὺς ἔχουσα καὶ ὕλην πολλήν, κείμενος μὲν ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν, ἀνατείνων δὲ πρὸς ἄρκτους, ἐγγυτάτω μὲν πρὸς Σελινοῦντα τῆς Τραχείας Κιλικίας ἐν διάρματι χιλίων σταδίων, πρὸς Σίδην δὲ τῆς Παμφυλίας χιλίων καὶ ἑξακοσίων, πρὸς δὲ Χελιδονίας χιλίων ἐνακοσίων. ἔστι δὲ ἑτερόμηκες τὸ ὅλον τῆς νήσου σχῆμα, καί που καὶ ἰσθμοὺς ποιεῖ κατὰ τὰς τὸ πλάτος διοριζούσας πλευράς· ἔχει δὲ καὶ τὰ καθʼ ἕκαστα ὡς ἐν βραχέσιν εἰπεῖν οὕτως, ἀρξαμένοις ἀπὸ τοῦ προσεχεστάτου σημείου τῇ ἠπείρῳ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἔφαμεν δέ που κατὰ τὸ Ἀνεμούριον ἄκραν τῆς Τραχείας Κιλικίας ἀντικεῖσθαι τὸ τῶν Κυπρίων ἀκρωτήριον τὴν Κρομμύου ἄκραν ἐν τριακοσίοις καὶ πεντήκοντα σταδίοις· ἐντεῦθεν δʼ ἤδη δεξιὰν τὴν νῆσον ἔχουσιν, ἐν ἀριστερᾷ δὲ τὴν ἤπειρον, πρὸς ἄρκτον ὁ πλοῦς ἐστι καὶ πρὸς ἕω καὶ πρὸς τὰς Κλεῖδας εὐθυπλοίᾳ σταδίων ἑπτακοσίων. ἐν δὲ τῷ μεταξὺ Λάπαθός τέ ἐστι πόλις ὕφορμον ἔχουσα καὶ νεώρια, Λακώνων κτίσμα καὶ Πραξάνδρου, καθʼ ἣν ἡ Νάγιδος· εἶτʼ Ἀφροδίσιον, καθʼ ὃ στενὴ ἡ νῆσος· εἰς γὰρ Σαλαμῖνα ὑπέρβασις σταδίων ἑβδομήκοντα· εἶτʼ Ἀχαιῶν ἀκτή, ὅπου Τεῦκρος προσωρμίσθη πρῶτον ὁ κτίσας Σαλαμῖνα τὴν ἐν Κύπρῳ, ἐκβληθείς, ὥς φασιν, ὑπὸ τοῦ πατρὸς Τελαμῶνος· εἶτα Καρπασία πόλις λιμένα ἔχουσα, κεῖται δὲ κατὰ τὴν ἄκραν τὴν Σαρπηδόνα· ἐκ δὲ τῆς Καρπασίας ὑπέρβασίς ἐστιν ἰσθμοῦ τριάκοντα σταδίων πρὸς τὰς νήσους τὰς Καρπασίας καὶ τὸ νότιον πέλαγος· εἶτʼ ἄκρα καὶ ὄρος· ἡ δʼ ἀκρώρεια καλεῖται Ὄλυμπος, ἔχουσα Ἀφροδίτης Ἀκραίας ναόν, ἄδυτον γυναιξὶ καὶ ἀόρατον. πρόκεινται δὲ πλησίον αἱ Κλεῖδες καὶ ἄλλαι δὲ πλείους, εἶθʼ αἱ Καρπασίαι νῆσοι, καὶ μετὰ ταῦτα ἡ Σαλαμίς, ὅθεν ἦν Ἄριστος ὁ συγγραφεύς· εἶτʼ Ἀρσινόη πόλις καὶ λιμήν· εἶτʼ ἄλλος λιμὴν Λεύκολλα· εἶτʼ ἄκρα Πηδάλιον, ἧς ὑπέρκειται λόφος τραχὺς ὑψηλὸς τραπεζοειδής, ἱερὸς Ἀφροδίτης, εἰς ὃν ἀπὸ Κλειδῶν στάδιοι ἑξακόσιοι ὀγδοήκοντα· εἶτα κολπώδης καὶ τραχὺς παράπλους ὁ πλείων εἰς Κίτιον ἔχει δὲ λιμένα κλειστόν· ἐντεῦθέν ἐστι Ζήνων τε ὁ τῆς στωικῆς αἱρέσεως ἀρχηγέτης καὶ Ἀπολλώνιος ἰατρός· ἐντεῦθεν εἰς Βηρυτὸν στάδιοι χίλιοι πεντακόσιοι. εἶτʼ Ἀμαθοῦς πόλις καὶ μεταξὺ πολίχνη Παλαιὰ καλουμένη, καὶ ὄρος μαστοειδὲς Ὄλυμπος· εἶτα Κουριὰς ἄκρα χερρονησώδης, εἰς ἣν ἀπὸ Θρόνων στάδιοι ἑπτακόσιοι. εἶτα πόλις Κούριον ὅρμον ἔχουσα, Ἀργείων κτίσμα. ἤδη οὖν πάρεστι σκοπεῖν τὴν ῥᾳθυμίαν τοῦ ποιήσαντος τὸ ἐλεγεῖον τοῦτο οὗ ἡ ἀρχή ἱραὶ τῷ Φοίβῳ, πολλὸν διὰ κῦμα θέουσαι, ἤλθομεν αἱ ταχιναὶ τόξα φυγεῖν ἔλαφοι, εἴθʼ Ἡδύλος ἐστὶν εἴθʼ ὁστισοῦν· φησὶ μὲν γὰρ ὁρμηθῆναι τὰς ἐλάφους Κωρυκίης ἀπὸ δειράδος, ἐκ δὲ Κιλίσσης ᾐόνος εἰς ἀκτὰς διανήξασθαι Κουριάδας, καὶ ἐπιφθέγγεται διότι μυρίον ἀνδράσι θαῦμα νοεῖν πάρα, πῶς ἀνόδευτον χεῦμα δίʼ εἰαρινῷ ἐδράμομεν ζεφύρῳ ἀπὸ γὰρ Κωρύκου περίπλους μέν ἐστιν εἰς Κουριάδα ἀκτήν, οὐ ζεφύρῳ δὲ οὔτε ἐν δεξιᾷ ἔχοντι τὴν νῆσον οὔτʼ ἐν ἀριστερᾷ, δίαρμα δʼ οὐδέν. ἀρχὴ δʼ οὖν τοῦ δυσμικοῦ παράπλου τὸ Κούριον τοῦ βλέποντος πρὸς Ῥόδον, καὶ εὐθύς ἐστιν ἄκρα ἀφʼ ἧς ῥίπτουσι τοὺς ἁψαμένους τοῦ βωμοῦ τοῦ Ἀπόλλωνος· εἶτα Τρήτα καὶ Βοόσουρα καὶ Παλαίπαφος, ὅσον ἐν δέκα σταδίοις ὑπὲρ τῆς θαλάττης ἱδρυμένη, ὕφορμον ἔχουσα καὶ ἱερὸν ἀρχαῖον τῆς Παφίας Ἀφροδίτης· εἶτʼ ἄκρα Ζεφυρία πρόσορμον ἔχουσα, καὶ ἄλλη Ἀρσινόη ὁμοίως πρόσορμον ἔχουσα καὶ ἱερὸν καὶ ἄλσος· μικρὸν δʼ ἀπὸ τῆς θαλάττης καὶ ἡ Ἱεροκηπία. εἶθʼ ἡ Πάφος, κτίσμα Ἀγαπήνορος καὶ λιμένα ἔχουσα καὶ ἱερὰ εὖ κατεσκευασμένα· διέχει δὲ πεζῇ σταδίους ἑξήκοντα τῆς Παλαιπάφου, καὶ πανηγυρίζουσι διὰ τῆς ὁδοῦ ταύτης κατʼ ἔτος ἐπὶ τὴν Παλαίπαφον ἄνδρες ὁμοῦ γυναιξὶν συνιόντες καὶ ἐκ τῶν ἄλλων πόλεων. φασὶ δʼ εἰς Ἀλεξάνδρειάν τινες ἐκ Πάφου σταδίους εἶναι τρισχιλίους ἑξακοσίους. εἶθʼ ὁ Ἀκάμας ἐστὶ μετὰ Πάφον· εἶτα πρὸς ἕω μετὰ τὸν Ἀκάμαντα πλοῦς εἰς Ἀρσινόην πόλιν καὶ τὸ τοῦ Διὸς ἄλσος· εἶτα Σόλοι πόλις λιμένα ἔχουσα καὶ ποταμὸν καὶ ἱερὸν Ἀφροδίτης καὶ Ἴσιδος· κτίσμα δʼ ἐστὶ Φαλήρου καὶ Ἀκάμαντος Ἀθηναίων· οἱ δʼ ἐνοικοῦντες Σόλιοι καλοῦνται. ἐντεῦθεν ἦν Στασάνωρ τῶν Ἀλεξάνδρου ἑταίρων, ἀνὴρ ἡγεμονίας ἠξιωμένος· ὑπέρκειται δʼ ἐν μεσογαίᾳ Λιμενία πόλις· εἶθʼ ἡ Κρομμύου ἄκρα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τί δὲ δεῖ τῶν ποιητῶν θαυμάζειν, καὶ μάλιστα τῶν τοιούτων οἷς ἡ πᾶσα περὶ τὴν φράσιν ἐστὶ σπουδή, τὰ τοῦ Δαμάστου συγκρίνοντας, ὅστις τῆς νήσου τὸ μῆκος ἀπὸ τῶν ἄρκτων πρὸς μεσημβρίαν ἀποδίδωσιν, ἀπὸ Ἱεροκηπίας, ὥς φησιν, εἰς Κλεῖδας; οὐδὲ ὁ Ἐρατοσθένης εὖ· αἰτιώμενος γὰρ τοῦτον οὐκ ἀπʼ ἄρκτων φησὶν εἶναι τὴν Ἱεροκηπίαν, ἀλλʼ ἀπὸ νότου· οὐδὲ γὰρ ἀπὸ νότου, ἀλλʼ ἀπὸ δύσεως, εἴπερ ἐν τῇ δυσμικῇ πλευρᾷ κεῖται, ἐν ᾗ καὶ ἡ Πάφος καὶ ὁ Ἀκάμας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
διάκειται μὲν οὕτως ἡ Κύπρος τῇ θέσει. κατʼ ἀρετὴν δʼ οὐδεμιᾶς τῶν νήσων λείπεται· καὶ γὰρ εὔοινός ἐστι καὶ εὐέλαιος σίτῳ τε αὐτάρκει χρῆται· μέταλλά τε χαλκοῦ ἐστιν ἄφθονα τὰ ἐν Ταμασσῷ, ἐν οἷς τὸ χαλκανθὲς γίνεται καὶ ὁ ἰὸς τοῦ χαλκοῦ, πρὸς τὰς ἰατρικὰς δυνάμεις χρήσιμα. φησὶ δʼ Ἐρατοσθένης τὸ παλαιὸν ὑλομανούντων τῶν πεδίων ὥστε κατέχεσθαι δρυμοῖς καὶ μὴ γεωργεῖσθαι, μικρὰ μὲν ἐπωφελεῖν πρὸς τοῦτο τὰ μέταλλα δενδροτομούντων πρὸς τὴν καῦσιν τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου, προσγενέσθαι δὲ καὶ τὴν ναυπηγίαν τῶν στόλων ἤδη πλεομένης ἀδεῶς τῆς θαλάττης καὶ μετὰ δυνάμεων· ὡς δʼ οὐκ ἐξενίκων, ἐπιτρέψαι τοῖς βουλομένοις καὶ δυναμένοις ἐκκόπτειν καὶ ἔχειν ἰδιόκτητον καὶ ἀτελῆ τὴν διακαθαρθεῖσαν γῆν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πρότερον μὲν οὖν κατὰ πόλεις ἐτυραννοῦντο οἱ Κύπριοι, ἀφʼ οὗ δʼ οἱ Πτολεμαϊκοὶ βασιλεῖς κύριοι τῆς Αἰγύπτου κατέστησαν, εἰς ἐκείνους καὶ ἡ Κύπρος περιέστη συμπραττόντων πολλάκις καὶ τῶν Ῥωμαίων. ἐπεὶ δʼ ὁ τελευταῖος ἄρξας Πτολεμαῖος, ἀδελφὸς τοῦ Κλεοπάτρας πατρὸς τῆς καθʼ ἡμᾶς βασιλίσσης, ἔδοξε πλημμελής τε εἶναι καὶ ἀχάριστος εἰς τοὺς εὐεργέτας, ἐκεῖνος μὲν κατελύθη, Ῥωμαῖοι δὲ κατέσχον τὴν νῆσον, καὶ γέγονε στρατηγικὴ ἐπαρχία καθʼ αὑτήν. μάλιστα δʼ αἴτιος τοῦ ὀλέθρου κατέστη τῷ βασιλεῖ Πόπλιος Κλαύδιος Ποῦλχερ· ἐμπεσὼν γὰρ εἰς τὰ λῃστήρια, τῶν Κιλίκων ἀκμαζόντων τότε, λύτρον αἰτούμενος ἐπέστειλε τῷ βασιλεῖ δεόμενος πέμψαι καὶ ῥύσασθαι αὐτόν· ὁ δʼ ἔπεμψε μὲν μικρὸν δὲ τελέως ὥστε καὶ τοὺς λῃστὰς αἰδεσθῆναι λαβεῖν ἀλλὰ ἀναπέμψαι πάλιν, τὸν δʼ ἄνευ λύτρων ἀπολῦσαι. σωθεὶς δʼ ἐκεῖνος ἀπεμνημόνευσεν ἀμφοτέροις τὴν χάριν, καὶ γενόμενος δήμαρχος ἴσχυσε τοσοῦτον ὥστε ἐπέμφθη Μάρκος Κάτων ἀφαιρησόμενος τὴν Κύπρον τὸν κατέχοντα. ἐκεῖνος μὲν οὖν ἔφθη διαχειρισάμενος αὑτόν, Κάτων δʼ ἐπελθὼν παρέλαβε τὴν Κύπρον καὶ τὴν βασιλικὴν οὐσίαν διέθετο καὶ τὰ χρήματα εἰς τὸ δημόσιον ταμιεῖον τῶν Ῥωμαίων ἐκόμισεν· ἐξ ἐκείνου δʼ ἐγένετο ἐπαρχία ἡ νῆσος καθάπερ καὶ νῦν ἐστι στρατηγική· ὀλίγον δὲ χρόνον τὸν μεταξὺ Ἀντώνιος Κλεοπάτρᾳ καὶ τῇ ἀδελφῇ αὐτῆς Ἀρσινόῃ παρέδωκε, καταλυθέντος δὲ ἐκείνου συγκατελύθησαν καὶ αἱ διατάξεις αὐτοῦ πᾶσαι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὰ περιλειπόμενα τῆς Ἀσίας ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου, πλὴν Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας, τὰ ἀπὸ τῆς Ἰνδικῆς μέχρι Νείλου μεταξὺ τοῦ Ταύρου καὶ τῆς ἔξω θαλάττης τῆς νοτίου κείμενα. μετὰ δὲ τὴν Ἀσίαν ἡ Λιβύη ἐστί, περὶ ἧς ἐροῦμεν ὕστερον, νῦν δʼ ἀπὸ τῆς Ἰνδικῆς ἀρκτέον· πρώτη γὰρ ἔκκειται πρὸς ταῖς ἀνατολαῖς καὶ μεγίστη.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
δεῖ δʼ εὐγνωμόνως ἀκούειν περὶ αὐτῆς· καὶ γὰρ ἀπωτάτω ἐστί, καὶ οὐ πολλοὶ τῶν ἡμετέρων κατώπτευσαν αὐτήν· οἱ δὲ καὶ ἰδόντες μέρη τινὰ εἶδον, τὰ δὲ πλείω λέγουσιν ἐξ ἀκοῆς· καὶ ἃ εἶδον δὲ ἐν παρόδῳ στρατιωτικῇ καὶ δρόμῳ κατέμαθον· διόπερ οὐδὲ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐξαγγέλλουσι, καὶ ταῦτα συγγράψαντες ὡς ἂν πεφροντισμένως ἐξητασμένα, τινὲς δʼ αὐτῶν καὶ συστρατεύσαντες ἀλλήλοις καὶ συνεπιδημήσαντες, καθάπερ οἱ Ἀλεξάνδρῳ συγκαταστρεψάμενοι τὴν Ἀσίαν· ἀλλʼ ἕκαστος ἑκάστῳ τἀναντία λέγει πολλάκις. ὅπου δὲ καὶ περὶ τῶν ὁραθέντων οὕτω διαφέρονται, τί δεῖ νομίζειν περὶ τῶν ἐξ ἀκοῆς;
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
καὶ μὴν οὐδʼ οἱpost οἱ· πολλοὶ πολλοῖς χρόνοις ὕστερον συγγράψαντές τι περὶ τούτων, οὐδʼ οἱ νῦν πλέοντες ἐκεῖσε, ἀποφαίνονταί τι ἀκριβές. Ἀπολλόδωρος γοῦν ὁ τὰ Παρθικὰ ποιήσας, μεμνημένος καὶ τῶν τὴν Βακτριανὴν ἀποστησάντων Ἑλλήνων παρὰ τῶν Συριακῶν βασιλέων τῶν ἀπὸ Σελεύκου τοῦ Νικάτορος, φησὶ μὲν αὐτοὺς αὐξηθέντας ἐπιθέσθαι καὶ τῇ Ἰνδικῇ· οὐδὲν δὲ προσανακαλύπτει * τῶν πρότερον ἐγνωσμένων, ἀλλὰ καὶ ἐναντιολογεῖ πλείω τῆς Ἰνδικῆς ἐκείνους ἢ Μακεδόνας καταστρέψασθαι λέγων· Εὐκρατίδαν γοῦν πόλεις χιλίας ὑφʼ ἑαυτῷ ἔχειν· ἐκεῖνοι δέ γε αὐτὰ τὰ μεταξὺ ἔθνη τοῦ τε Ὑδάσπου καὶ τοῦ Ὑπάνιος τὸν ἀριθμὸν ἐννέα, πόλεις τε σχεῖν πεντακισχιλίας, ὧν μηδεμίαν εἶναι Κῶ τῆς Μεροπίδος ἐλάττω· ταύτην δὲ πᾶσαν τὴν χώραν καταστρεψάμενον Ἀλέξανδρον παραδοῦναι Πώρῳ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
καὶ οἱ νῦν δὲ ἐξ Αἰγύπτου πλέοντες ἐμπορικοὶ τῷ Νείλῳ καὶ τῷ Ἀραβίῳ κόλπῳ μέχρι τῆς Ἰνδικῆς σπάνιοι μὲν καὶ περιπεπλεύκασι μέχρι τοῦ Γάγγου, καὶ οὗτοι δʼ ἰδιῶται καὶ οὐδὲν πρὸς ἱστορίαν τῶν τόπων χρήσιμοι. κἀκεῖθεν δὲ ἀφʼ ἑνὸς τόπου καὶ παρʼ ἑνὸς βασιλέως, Πανδίονος κατʼ ἄλλους Πώρου, ἧκεν ὡς Καίσαρα τὸν Σεβαστὸν δῶρα καὶ πρεσβεῖα καὶ ὁ κατακαύσας ἑαυτὸν Ἀθήνησι σοφιστὴς Ἰνδός, καθάπερ καὶ ὁ Κάλανος Ἀλεξάνδρῳ τὴν τοιαύτην θέαν ἐπιδειξάμενος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
εἰ τοίνυν ταῦτʼ ἀφείς τις τὴν πρὸ τῆς Ἀλεξάνδρου στρατείας ἐπιβλέποι μνήμην, πολὺ ἂν εὕροι τούτων τυφλότερα. Ἀλέξανδρον μὲν οὖν πιστεύειν τοῖς τοιούτοις εἰκός, τετυφωμένον ταῖς τοσαύταις εὐτυχίαις. φησὶ γοῦν Νέαρχος φιλονεικῆσαι αὐτὸν διὰ τῆς Γεδρωσίας ἀγαγεῖν τὴν στρατιάν, πεπυσμένον διότι καὶ Σεμίραμις ἐστράτευσεν ἐπὶ Ἰνδοὺς καὶ Κῦρος· ἀλλʼ ἡ μὲν ἀνέστρεψε φεύγουσα μετὰ εἴκοσιν ἀνθρώπων, ἐκεῖνος δὲ μεθʼ ἑπτά· ὡς σεμνὸν τὸ ἐκείνων τοσαῦτα παθόντων αὐτὸν καὶ στρατόπεδον διασῶσαι μετὰ νίκης διὰ τῶν αὐτῶν ἐθνῶν τε καὶ τόπων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Ἐκεῖνος μὲν δὴ ἐπίστευσεν· ἡμῖν δὲ τίς ἂν δικαία γένοιτο πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας τοῦ Κύρου ἢ τῆς Σεμιράμιδος; συναποφαίνεται δέ πως καὶ Μεγασθένης τῷ λόγῳ τούτῳ κελεύων ἀπιστεῖν ταῖς ἀρχαίαις περὶ Ἰνδῶν ἱστορίαις· οὔτε γὰρ παρʼ Ἰνδῶν ἔξω σταλῆναί ποτε στρατιάν, οὔτʼ ἐπελθεῖν ἔξωθεν καὶ κρατῆσαι πλὴν τῆς μεθʼ Ἡρακλέους καὶ Διονύσου καὶ τῆς νῦν μετὰ Μακεδόνων. καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν, Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμήσαντα Ἡρακλέους μᾶλλον καὶ ἕως Στηλῶν ἐλάσαι. μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι, ἐκεῖνον δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θρᾴκην καὶ τὸν Πόντον ἀγαγεῖν τὴν στρατιάν· Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπιδραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου· τῆς δὲ Ἰνδικῆς μηδένα τούτων ἅψασθαι· καὶ Σεμίραμιν δʼ ἀποθανεῖν πρὸ τῆς ἐπιχειρήσεως· Πέρσας δὲ μισθοφόρους μὲν ἐκ τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὑδράκας, ἐκεῖ δὲ μὴ στρατεῦσαι, ἀλλʼ ἐγγὺς ἐλθεῖν μόνον ἡνίκα Κῦρος ἤλαυνεν ἐπὶ Μασσαγέτας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετʼ ὀλίγων πιστὰ ἡγεῖται, τῶν δʼ ἄλλων οἱ πλείους, ὧν ἐστι καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν. ὁ μὲν γὰρ ἐν ταῖς Βάκχαις ταῖς Εὐριπίδου Διόνυσος τοιαῦτα νεανιεύεται λιπὼν δὲ Λυδῶν τὰς πολυχρύσους γύας Φρυγῶν τε Περσῶν θʼ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχειμον χθόνα Μήδων ἐπῆλθον Ἀραβίαν τʼ εὐδαίμονα Ἀσίαν τε πᾶσαν. παρὰ Σοφοκλεῖ δέ τίς ἐστι τὴν Νῦσαν καθυμνῶν ὡς τὸ Διονύσῳ καθιερωμένον ὄρος ὅθεν κατεῖδον τὴν βεβακχιωμένην βροτοῖσι κλεινὴν Νῦσαν, ἣν ὁ βούκερως Ἴακχος * αὐτῷ μαῖαν ἡδίστην νέμει, ὅπου τίς ὄρνις οὐχὶ κλαγγάνει; καὶ τὰ ἑξῆςpost ἑξῆς· καὶ μηροτραφὴς δὲ λέγεται.. καὶ ὁ ποιητὴς περὶ Λυκούργου τοῦ Ἠδωνοῦ φησιν οὕτως ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατʼ ἠγάθεον Νυσήιον. τοιαῦτα μὲν τὰ περὶ Διονύσου. περὶ δὲ Ἡρακλέους οἱ μὲν ἐπὶ τἀναντία μόνον μέχρι τῶν ἑσπερίων περάτων ἱστοροῦσιν, οἱ δʼ ἐφʼ ἑκάτερα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Ἐκ δὲ τῶν τοιούτων Νυσαίους δή τινας ἔθνος προσωνόμασαν καὶ πόλιν παρʼ αὐτοῖς Νῦσαν Διονύσου κτίσμα, καὶ ὄρος τὸ ὑπὲρ τῆς πόλεως Μηρόν, αἰτιασάμενοι καὶ τὸν αὐτόθι κισσὸν καὶ ἄμπελον, οὐδὲ ταύτην τελεσίκαρπον· ἀπορρεῖ γὰρ ὁ βότρυς πρὶν περκάσαι διὰ τοὺς ὄμβρους τοὺς ἄδην· Διονύσου δʼ ἀπογόνους τοὺς Συδράκας ἀπὸ τῆς ἀμπέλου τῆς παρʼ αὐτοῖς καὶ τῶν πολυτελῶν ἐξόδων, βακχικῶς τάς τε ἐκστρατείας ποιουμένων τῶν βασιλέων καὶ τὰς ἄλλας ἐξόδους μετὰ τυμπανισμοῦ καὶ εὐανθοῦς στολῆς· ὅπερ ἐπιπολάζει καὶ παρὰ τοῖς ἄλλοις Ἰνδοῖς. Ἄορνον δέ τινα πέτραν, ἧς τὰς ῥίζας ὁ Ἰνδὸς ὑπορρεῖ πλησίον τῶν πηγῶν, Ἀλεξάνδρου κατὰ μίαν προσβολὴν ἑλόντος, σεμνύνοντες ἔφασαν τὸν Ἡρακλέα τρὶς μὲν προσβαλεῖν τῇ πέτρᾳ ταύτῃ τρὶς δʼ ἀποκρουσθῆναι. τῶν δὲ κοινωνησάντων αὐτῷ τῆς στρατείας ἀπογόνους εἶναι τοὺς Σίβας, σύμβολα τοῦ γένους σώζοντας τό τε δορὰς ἀμπέχεσθαι, καθάπερ τὸν Ἡρακλέα, καὶ τὸ σκυταληφορεῖν καὶ ἐπικεκαῦσθαι βουσὶ καὶ ἡμιόνοις ῥόπαλον. βεβαιοῦνται δὲ τὸν μῦθον τοῦτον καὶ ἐκ τῶν περὶ τὸν Καύκασον καὶ τὸν Προμηθέα· καὶ γὰρ ταῦτα μετενηνόχασιν ἐκ τοῦ Πόντου δεῦρο ἀπὸ μικρᾶς προφάσεως, ἰδόντες σπήλαιον ἐν τοῖς Παροπαμισάδαις ἱερόν· τοῦτο γὰρ ἀνεδείξαντο Προμηθέως δεσμωτήριον, καὶ δεῦρο ἀφιγμένον τὸν Ἡρακλέα ἐπὶ τὴν ἐλευθέρωσιν τοῦ Προμηθέως, καὶ τοῦτον εἶναι τὸν Καύκασον ὃν Ἕλληνες Προμηθέως δεσμωτήριον ἀπέφηναν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
̔́οτι δʼ ἐστὶ πλάσματα ταῦτα τῶν κολακευόντων Ἀλέξανδρον πρῶτον μὲν ἐκ τοῦ μὴ ὁμολογεῖν ἀλλήλοις τοὺς συγγραφέας δῆλον, ἀλλὰ τοὺς μὲν λέγειν τοὺς δὲ μηδʼ ἁπλῶς μεμνῆσθαι· οὐ γὰρ εἰκὸς τὰ οὕτως ἔνδοξα καὶ τύφου πλήρη μὴ πεπύσθαι, ἢ πεπύσθαι μὲν μὴ ἄξια δὲ μνήμης ὑπολαβεῖν, καὶ ταῦτα τοὺς πιστοτάτους αὐτῶν· ἔπειτα ἐκ τοῦ μηδὲ τοὺς μεταξύ, διʼ ὧν ἐχρῆν τὴν ἐς Ἰνδοὺς ἄφιξιν γενέσθαι τοῖς περὶ τὸν Διόνυσον καὶ τὸν Ἡρακλέα, μηδὲν ἔχειν τεκμήριον δεικνύναι τῆς ἐκείνων ὁδοῦ διὰ τῆς σφετέρας γῆς. καὶ ἡ τοῦ Ἡρακλέους δὲ στολὴ ἡ τοιαύτη πολὺ νεωτέρα τῆς Τρωικῆς μνήμης ἐστί, πλάσμα τῶν τὴν Ἡράκλειαν ποιησάντων, εἴτε Πείσανδρος ἦν εἴτʼ ἄλλος τις· τὰ δʼ ἀρχαῖα ξόανα οὐχ οὕτω διεσκεύασται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
̔ως ἐν τοῖς τοιούτοις οὖν ἀποδέχεσθαι δεῖ πᾶν τὸ ἐγγυτάτω πίστεως. ἐποιησάμεθα δʼ ἡμεῖς καὶ ἐν τοῖς πρώτοις λόγοις τοῖς περὶ γεωγραφίας δίαιταν ἣν δυνατὸν ἦν περὶ τούτων, καὶ νῦν ἐκείνοις τε ἐξ ἑτοίμου χρησόμεθα καὶ ἕτερα προσθήσομεν, ὅσων ἂν δεῖν δόξῃ πρὸς τὴν σαφήνειαν. μάλιστα δʼ ἐκ τῆς διαίτης ἐδόκει τῆς τότε πιστότατα εἶναι τὰ ὑπὸ τοῦ Ἐρατοσθένους ἐν τῷ τρίτῳ τῶν γεωγραφικῶν ἐκτεθέντα κεφαλαιωδῶς περὶ τῆς τότε νομιζομένης Ἰνδικῆς, ἡνίκα Ἀλέξανδρος ἐπῆλθε· καὶ ἦν ὁ Ἰνδὸς ὅριον ταύτης τε καὶ τῆς Ἀριανῆς ἣν ἐφεξῆς πρὸς τῇ ἑσπέρᾳ κειμένην Πέρσαι κατεῖχον· ὕστερον γὰρ δὴ καὶ τῆς Ἀριανῆς πολλὴν ἔσχον οἱ Ἰνδοὶ λαβόντες παρὰ τῶν Μακεδόνων. ἔστι δὲ τοιαῦτα ἃ λέγει ὁ Ἐρατοσθένης.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὴν Ἰνδικὴν περιώρικεν ἀπὸ μὲν τῶν ἄρκτων τοῦ Ταύρου τὰ ἔσχατα ἀπὸ τῆς Ἀριανῆς μέχρι τῆς ἑῴας θαλάττης, ἅπερ οἱ ἐπιχώριοι κατὰ μέρος Παροπάμισόν τε καὶ Ἠμωδὸν καὶ Ἴμαον καὶ ἄλλα ὀνομάζουσι, Μακεδόνες δὲ Καύκασον· ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Ἰνδὸς ποταμός· τὸ δὲ νότιον καὶ τὸ προσεῷον πλευρόν, πολὺ μείζω τῶν ἑτέρων ὄντα, προπέπτωκεν εἰς τὸ Ἀτλαντικὸν πέλαγος, καὶ γίνεται ῥομβοειδὲς τὸ τῆς χώρας σχῆμα τῶν μειζόνων πλευρῶν ἑκατέρου πλεονεκτοῦντος παρὰ τὸ ἀπεναντίον πλευρὸν καὶ τρισχιλίοις σταδίοις, ὅσων ἐστὶ τὸ κοινὸν ἄκρον τῆς τε ἑωθινῆς παραλίας καὶ τῆς μεσημβρινῆς, ἔξω προπεπτωκὸς ἐξ ἴσης ἐφʼ ἑκάτερον παρὰ τὴν ἄλλην ᾐόνα. τῆς μὲν οὖν ἑσπερίου πλευρᾶς ἀπὸ τῶν Καυκασίων ὀρῶν ἐπὶ τὴν νότιον θάλατταν στάδιοι μάλιστα λέγονται μύριοι τρισχίλιοι παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τῶν ἐκβολῶν αὐτοῦ, ὥστʼ ἀπεναντίον ἡ ἑωθινὴ προσλαβοῦσα τοὺς τῆς ἄκρας τρισχιλίους ἔσται μυρίων καὶ ἑξακισχιλίων σταδίων. τοῦτο μὲν οὖν πλάτος τῆς χώρας τό τʼ ἐλάχιστον καὶ τὸ μέγιστον. μῆκος δὲ τὸ ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω· τούτου δὲ τὸ μὲν μέχρι Παλιβόθρων ἔχοι τις ἂν βεβαιοτέρως εἰπεῖν· καταμεμέτρηται γὰρ σχοινίοις καὶ ἔστιν ὁδὸς βασιλικὴ σταδίωνante μυρίων· δὶς μυρίων· τὰ δʼ ἐπέκεινα στοχασμῷ λαμβάνεται διὰ τῶν ἀνάπλων τῶν ἐκ θαλάττης διὰ τοῦ Γάγγου ποταμοῦ μέχρι Παλιβόθρων· εἴη δʼ ἄν τι σταδίων ἑξακισχιλίων. ἔσται δὲ τὸ πᾶν ᾗ βραχύτατον μυρίων ἑξακισχιλίων, ὡς ἔκ τε τῆς ἀναγραφῆς τῶν σταθμῶν τῆς πεπιστευμένης μάλιστα λαβεῖν Ἐρατοσθένης φησί, καὶ ὁ Μεγασθένης οὕτω συναποφαίνεται, Πατροκλῆς δὲ χιλίοις ἔλαττον φησί. τούτῳ δὴ πάλιν τῷ διαστήματι προστεθὲν τὸ τῆς ἄκρας διάστημα τὸ προπῖπτον ἐπὶ πλέον πρὸς τὰς ἀνατολάς, οἱ τρισχίλιοι στάδιοι ποιήσουσι τὸ μέγιστον μῆκος· ἔστι δὲ τοῦτο τὸ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἰνδοῦ ποταμοῦ παρὰ τὴν ἑξῆς ᾐόνα μέχρι τῆς λεχθείσης ἄκρας καὶ τῶν ἀνατολικῶν αὐτῆς τερμόνων· οἰκοῦσι δʼ ἐνταῦθα οἱ Κωνιακοὶ καλούμενοι.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Ἐκ δὲ τούτων πάρεστιν ὁρᾶν ὅσον διαφέρουσιν αἱ τῶν ἄλλων ἀποφάσεις, Κτησίου μὲν οὐκ ἐλάττω τῆς ἄλλης Ἀσίας τὴν Ἰνδικὴν λέγοντος, Ὀνησικρίτου δὲ τρίτον μέρος τῆς οἰκουμένης, Νεάρχου δὲ μηνῶν ὁδὸν τεττάρων τὴν διὰ τοῦ πεδίου, Μεγασθένους δὲ καὶ Δηιμάχου μετριασάντων μᾶλλον· ὑπὲρ γὰρ δισμυρίους τιθέασι σταδίους τὸ ἀπὸ τῆς νοτίου θαλάττης ἐπὶ τὸν Καύκασον, Δηίμαχος δʼ ὑπὲρ τοὺς τρισμυρίους κατʼ ἐνίους τόπους· πρὸς οὓς ἐν τοῖς πρώτοις λόγοις εἴρηται, νῦν δὲ τοσοῦτον εἰπεῖν ἱκανόν, ὅτι καὶ ταῦτα συνηγορεῖ τοῖς αἰτουμένοις συγγνώμην, ἐάν τι περὶ τῶν Ἰνδικῶν λέγοντες μὴ διισχυρίζωνται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
̔́απασα δʼ ἐστὶ κατάρρυτος ποταμοῖς ἡ Ἰνδική, τοῖς μὲν εἰς δύο τοὺς μεγίστους συρρηγνυμένοις τόν τε Ἰνδὸν καὶ τὸν Γάγγην, τοῖς δὲ κατʼ ἴδια στόματα ἐκδιδοῦσιν εἰς τὴν θάλατταν· ἅπαντες δʼ ἀπὸ τοῦ Καυκάσου τὴν ἀρχὴν ἔχουσι καὶ φέρονται μὲν ἐπὶ τὴν μεσημβρίαν τὸ πρῶτον, εἶθʼ οἱ μὲν μένουσιν ἐπὶ τῆς αὐτῆς φορᾶς καὶ μάλιστα οἱ εἰς τὸν Ἰνδὸν συμβάλλοντες, οἱ δʼ ἐπιστρέφονται πρὸς ἕω, καθάπερ καὶ ὁ Γάγγης ποταμός. οὗτος μὲν οὖν καταβὰς ἐκ τῆς ὀρεινῆς, ἐπειδὰν ἅψηται τῶν πεδίων ἐπιστρέψας πρὸς ἕω καὶ ῥυεὶς παρὰ τὰ Παλίβοθρα μεγίστην πόλιν πρόεισιν ἐπὶ τὴν ταύτῃ θάλατταν καὶ μίαν ἐκβολὴν ποιεῖται, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν· ὁ δὲ Ἰνδὸς δυσὶ στόμασιν εἰς τὴν μεσημβρινὴν ἐκπίπτει θάλατταν, ἐμπεριλαμβάνων τὴν Παταληνὴν καλουμένην χώραν παραπλησίαν τῷ κατʼ Αἴγυπτον Δέλτα. ἐκ δὲ τῆς ἀναθυμιάσεως τῶν τοσούτων ποταμῶν καὶ ἐκ τῶν ἐτησίων, ὡς Ἐρατοσθένης φησί, βρέχεται τοῖς θερινοῖς ὄμβροις ἡ Ἰνδική, καὶ λιμνάζει τὰ πεδία· ἐν μὲν οὖν τούτοις τοῖς ὄμβροις λίνον σπείρεται καὶ κέγχρος, πρὸς τούτοις σήσαμον ὄρυζα βόσμορον· τοῖς δὲ χειμερινοῖς καιροῖς πυροὶ κριθαὶ ὄσπρια καὶ ἄλλοι καρποὶ ἐδώδιμοι, ὧν ἡμεῖς ἄπειροι. σχεδὸν δέ τι τοῖς ἐν Αἰθιοπίᾳ καὶ κατʼ Αἴγυπτον τὰ αὐτὰ φύεται καὶ ἐν τῇ Ἰνδικῇ, καὶ τῶν ἐν τοῖς ποταμοῖς πλὴν ἵππου ποταμίου τὰ ἄλλα φέρουσι καὶ οἱ Ἰνδικοί· Ὀνησίκριτος δὲ καὶ τοὺς ἵππους γίνεσθαί φησι. τῶν δʼ ἀνθρώπων οἱ μὲν μεσημβρινοὶ τοῖς Αἰθίοψίν εἰσιν ὅμοιοι κατὰ τὴν χροιάν, κατὰ δὲ τὴν ὄψιν καὶ τὴν τρίχωσιν τοῖς ἄλλοις (οὐδὲ γὰρ οὐλοτριχοῦσι διὰ τὴν ὑγρότητα τοῦ ἀέρος), οἱ δὲ βόρειοι τοῖς Αἰγυπτίοις.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὴν δὲ Ταπροβάνην πελαγίαν εἶναί φασι νῆσον ἀπέχουσαν τῶν νοτιωτάτων τῆς Ἰνδικῆς τῶν κατὰ τοὺς Κωνιακοὺς πρὸς μεσημβρίαν ἡμερῶν ἑπτὰ πλοῦν, μῆκος μὲν ὡς πεντακισχιλίων σταδίων ἐπὶ τὴν Αἰθιοπίαν· ἔχειν δὲ καὶ ἐλέφαντας.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τοιαῦται μὲν αἱ τοῦ Ἐρατοσθένους ἀποφάσεις. προστεθεῖσαι δὲ καὶ αἱ τῶν ἄλλων, εἴ πού τι προσακριβοῦσιν, εἰδοποιήσουσι τὴν γραφήν. οἷον περὶ τῆς Ταπροβάνης Ὀνησίκριτός φησι μέγεθος μὲν εἶναι πεντακισχιλίων σταδίων, οὐ διορίσας μῆκος οὐδὲ πλάτος, διέχειν δὲ τῆς ἠπείρου πλοῦν ἡμερῶν εἴκοσιν· ἀλλὰ κακοπλοεῖν τὰς ναῦς, φαύλως μὲν ἱστιοπεποιημένας κατεσκευασμένας δὲ ἀμφοτέρωθεν πρῴραις ἐγκοιλίων μητρῶν χωρίς. εἶναι δὲ καὶ ἄλλας νήσους αὐτῆς μεταξὺ καὶ τῆς Ἰνδικῆς, νοτιωτάτην δʼ ἐκείνην. κήτη δʼ ἀμφίβια περὶ αὐτὴν γίνεσθαι, τὰ μὲν βουσὶ τὰ δʼ ἵπποις τὰ δʼ ἄλλοις χερσαίοις ἐοικότα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Νέαρχος δὲ περὶ τῆς ἐκ τῶν ποταμῶν ἐπιχοῆς παραδείγματα φέρει τὰ τοιαῦτα, ὅτι καὶ τὸ Ἕρμου καὶ Καΰστρου πεδίον καὶ Μαιάνδρου καὶ Καΐκου παραπλησίως εἴρηται διὰ τὸ τὴν ἐπιφορουμένην τοῖς πεδίοις χοῦν αὔξειν αὐτά, μᾶλλον δὲ γεννᾶν, ἐκ τῶν ὀρῶν καταφερομένην, ὅση εὔγεως καὶ μαλακή· καταφέρειν δὲ τοὺς ποταμούς, ὥστε τούτων ὡς ἂν γεννήματα ὑπάρχειν τὰ πεδία· καὶ εὖ λέγεσθαι ὅτι τούτων ἐστι τὰ πεδία. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ὑπὸ τοῦ Ἡροδότου λεχθέντι ἐπὶ τοῦ Νείλου καὶ τῆς ἐπʼ αὐτῷ γῆς ὅτι ἐκείνου δῶρόν ἐστι· διὰ τοῦτο δʼ ὀρθῶς καὶ ὁμώνυμον τῇ Αἰγύπτῳ φησὶ λεχθῆναι τὸν Νεῖλον ὁ Νέαρχος.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Ἀριστόβουλος δὲ μόνα καὶ ὕεσθαι καὶ νίφεσθαι τὰ ὄρη καὶ τὰς ὑπωρείας φησί, τὰ πεδία δὲ καὶ ὄμβρων ὁμοίως ἀπηλλάχθαι καὶ νιφετῶν, ἐπικλύζεσθαι δὲ μόνον κατὰ τὰς ἀναβάσεις τῶν ποταμῶν· νίφεσθαι μὲν οὖν τὰ ὄρη κατὰ χειμῶνα, τοῦ δὲ ἔαρος ἀρχομένου καὶ τοὺς ὄμβρους ἐνάρχεσθαι καὶ ἀεὶ καὶ μᾶλλον λαμβάνειν ἐπίδοσιν· τοῖς δʼ ἐτησίαις καὶ ἀδιαλείπτως νύκτωρ καὶ μεθʼ ἡμέραν ἐκχεῖσθαι καὶ λάβρους ἕως ἐπιτολῆς ἀρκτούρου· ἔκ τε δὴ τῶν χιόνων καὶ τῶν ὑετῶν πληρουμένους ποταμοὺς ποτίζειν τὰ πεδία. κατανοηθῆναι δὲ ταῦτα καὶ ὑφʼ ἑαυτοῦ καὶ ὑπὸ τῶν ἄλλων φησίν, ὡρμηκότων μὲν εἰς τὴν Ἰνδικὴν ἀπὸ Παροπαμισαδῶν, μετὰ δὲ δυσμὰς πληιάδων, καὶ διατριψάντων κατὰ τὴν ὀρεινὴν ἔν τε τῇ Ὑπασίων καὶ τῇ Ἀσσακανοῦ γῇ τὸν χειμῶνα, τοῦ δʼ ἔαρος ἀρχομένου καταβεβηκότων εἰς τὰ πεδία καὶ πόλιν Τάξιλα εὐμεγέθη, ἐντεῦθεν δʼ ἐπὶ Ὑδάσπην καὶ τὴν Πώρου χώραν· τοῦ μὲν οὖν χειμῶνος ὕδωρ οὐκ ἰδεῖν ἀλλὰ χιόνας μόνον· ἐν δὲ τοῖς Ταξίλοις πρῶτον ὑσθῆναι, καὶ ἐπειδὴ καταβᾶσιν ἐπὶ τὸν Ὑδάσπην καὶ νικήσασι Πῶρον ὁδὸς ἦν ἐπὶ τὸν Ὕπανιν πρὸς ἕω κἀκεῖθεν ἐπὶ τὸν Ὑδάσπην πάλιν, ὕεσθαι συνεχῶς καὶ μάλιστα τοῖς ἐτησίαις, ἐπιτείλαντος δὲ ἀρκτούρου γενέσθαι παῦλαν· διατρίψαντας δὲ περὶ τὴν ναυπηγίαν ἐπὶ τῷ Ὑδάσπῃ καὶ πλεῖν ἀρξαμένους πρὸ δύσεως πληιάδος οὐ πολλαῖς ἡμέραις, καὶ τὸ φθινόπωρον πᾶν καὶ τὸν χειμῶνα καὶ τὸ ἐπιὸν ἔαρ καὶ θέρος ἐν τῷ κατάπλῳ πραγματευθέντας ἐλθεῖν εἰς τὴν Παταληνὴν περὶ κυνὸς ἐπιτολήν· δέκα μὲν δὴ τοῦ κατάπλου γενέσθαι μῆνας, οὐδαμοῦ δʼ ὑετῶν αἰσθέσθαι οὐδʼ ὅτε ἐπήκμασαν οἱ ἐτησίαι, τῶν δὲ ποταμῶν πληρουμένων τὰ πεδία κλύζεσθαι· τὴν δὲ θάλατταν ἄπλουν εἶναι τῶν ἀνέμων ἀντιπνεόντων, ἀπογαίας δὲ μηδεμιᾶς πνοῆς ἐκδεξαμένης.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τοῦτο μὲν οὖν αὐτὸ καὶ ὁ Νέαρχος λέγει, περὶ δὲ τῶν θερινῶν ὄμβρων οὐχ ὁμολογεῖ, ἀλλά φησιν ὕεσθαι τὰ πεδία θέρους, χειμῶνος δʼ ἄνομβρα εἶναι. λέγουσι δʼ ἀμφότεροι καὶ τὰς ἀναβάσεις τῶν ποταμῶν. ὁ μέν γε Νέαρχος τοῦ Ἀκεσίνου πλησίον στρατοπεδεύοντάς φησιν ἀναγκασθῆναι μεταλαβεῖν τόπον ἄλλον ὑπερδέξιον κατὰ τὴν ἀνάβασιν, γενέσθαι δὲ τοῦτο κατὰ θερινὰς τροπάς. ὁ δʼ Ἀριστόβουλος καὶ μέτρα τῆς ἀναβάσεως ἐκτίθεται τετταράκοντα πήχεις, ὧν τοὺς μὲν εἴκοσιν ὑπὲρ τὸ προϋπάρχον βάθος πληροῦν μέχρι χείλους τὸ ῥεῖθρον, τοῖς δʼ εἴκοσιν ὑπέρχυσιν εἶναι εἰς τὰ πεδία. ὁμολογοῦσι δὲ καὶ διότι συμβαίνει νησίζειν τὰς πόλεις ἐπάνω χωμάτων ἱδρυμένας, καθάπερ καὶ ἐν Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ· μετὰ δὲ ἀρκτοῦρον παύεσθαι τὴν πλήμμυραν ἀποβαίνοντος τοῦ ὕδατος· ἔτι δʼ ἡμίψυκτον σπείρεσθαι τὴν γῆν ὑπὸ τοῦ τυχόντος ὀρύκτου χαραχθεῖσαν, καὶ ὅμως φύεσθαι τὸν καρπὸν τέλειον καὶ καλόν. τὴν δʼ ὄρυζάν φησιν ὁ Ἀριστόβουλος ἑστάναι ἐν ὕδατι κλειστῷ, πρασιὰς δʼ εἶναι τὰς ἐχούσας αὐτήν· ὕψος δὲ τοῦ φυτοῦ τετράπηχυ πολύσταχύ τε καὶ πολύκαρπον· θερίζεσθαι δὲ περὶ δύσιν πληιάδος καὶ πτίσσεσθαι ὡς τὰς ζειάς· φύεσθαι δὲ καὶ ἐν τῇ Βακτριανῇ καὶ Βαβυλωνίᾳ καὶ Σουσίδι· καὶ ἡ κάτω δὲ Συρία φύει. Μέγιλλος δὲ τὴν ὄρυζαν σπείρεσθαι μὲν πρὸ τῶν ὄμβρωνante φησὶν· ὃν φησίν, ἀρδείας δὲ καὶ φυτείας μὴ δεῖσθαι ἀπὸ τῶν κλειστῶν ποτιζομένην ὑδάτων. περὶ δὲ τοῦ βοσμόρου φησὶν Ὀνησίκριτος διότι σῖτός ἐστι μικρότερος τοῦ πυροῦ, γεννᾶται δʼ ἐν ταῖς μεσοποταμίαις, φρύγεται δʼ ἐπὰν ἀλοηθῇ, προομνύντων μὴ ἀποίσειν ἄπυρον ἐκ τῆς ἅλω τοῦ μὴ ἐξάγεσθαι σπέρμα.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τὴν δʼ ὁμοιότητα τῆς χώρας ταύτης πρός τε τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν καὶ πάλιν τὴν ἐναντιότητα παραθεὶς ὁ Ἀριστόβουλος, διότι τῷ Νείλῳ μὲν ἐκ τῶν νοτίων ὄμβρων ἐστὶν ἡ πλήρωσις τοῖς Ἰνδικοῖς δὲ ποταμοῖς ἀπὸ τῶν ἀρκτικῶν, ζητεῖ πῶς οἱ μεταξὺ τόποι οὐ κατομβροῦνται· οὔτε γὰρ ἡ Θηβαῒς μέχρι Συήνης καὶ τῶν ἐγγὺς Μερόης οὔτε τῆς Ἰνδικῆς τὰ ἀπὸ τῆς Παταληνῆς μέχρι τοῦ Ὑδάσπου· τὴν δʼ ὑπὲρ ταῦτα τὰ μέρη χώραν ἐν ᾗ καὶ ὄμβροι καὶ νιφετοί, παραπλησίως ἔφη γεωργεῖσθαι τῇ ἄλλῃ τῇ ἔξω τῆς Ἰνδικῆς χώρᾳ· ποτίζεσθαι γὰρ ἐκ τῶν ὄμβρων καὶ χιόνων. εἰκὸς δʼ οἷς εἴρηκεν οὗτος καὶ εὔσειστον εἶναι τὴν γῆν, χαυνουμένην ὑπὸ τῆς πολλῆς ὑγρασίας καὶ ἐκρήγματα λαμβάνουσαν ὥστε καὶ ῥεῖθρα ποταμῶν ἀλλάττεσθαι. πεμφθεὶς γοῦν ἐπί τινα χρείαν ἰδεῖν φησιν ἐρημωθεῖσαν χώραν πλειόνων ἢ χιλίων πόλεων σὺν κώμαις, ἐκλιπόντος τοῦ Ἰνδοῦ τὸ οἰκεῖον ῥεῖθρον ἐκτραπομένου δʼ εἰς τὸ ἕτερον ἐν ἀριστερᾷ κοιλότερον πολύ, καὶ οἷον καταρράξαντος, ὡς τὴν ἀπολειφθεῖσαν ἐν δεξιᾷ χώραν μηκέτι ποτίζεσθαι ταῖς ὑπερχύσεσι, μετεωροτέραν οὖσαν οὐ τοῦ ῥείθρου τοῦ καινοῦ μόνον ἀλλὰ καὶ τῶν ὑπερχύσεων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ταῖς δὲ τῶν ποταμῶν πληρώσεσι καὶ τῷ τοὺς ἀπογαίους μὴ πνεῖν ὁμολογεῖ καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Ὀνησικρίτου· τεναγώδη γάρ φησιν εἶναι τὴν παραλίαν καὶ μάλιστα κατὰ τὰ στόματα τῶν ποταμῶν, διά τε τὴν χοῦν καὶ τὰς πλημμυρίδας καὶ τὴν τῶν πελαγίων ἀνέμων ἐπικράτειαν. Μεγασθένης δὲ τὴν εὐδαιμονίαν τῆς Ἰνδικῆς ἐπισημαίνεται τῷ δίκαρπον εἶναι καὶ δίφορον· καθάπερ καὶ Ἐρατοσθένης ἔφη, τὸν μὲν εἰπὼν σπόρον χειμερινὸν τὸν δὲ θερινόν, καὶ ὄμβρον ὁμοίως· οὐδὲν γὰρ ἔτος εὑρίσκεσθαί φησι πρὸς ἀμφοτέρους καιροὺς ἄνομβρον· ὥστʼ εὐετηρίαν ἐκ τούτου συμβαίνειν ἀφόρου μηδέποτε τῆς γῆς οὔσης· τούς τε ξυλίνους καρποὺς γεννᾶσθαι πολλοὺς καὶ τὰς ῥίζας τῶν φυτῶν καὶ μάλιστα τῶν μεγάλων καλάμων, γλυκείας καὶ φύσει καὶ ἑψήσει χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις τοῦ τʼ ἐκπίπτοντος ἐκ Διὸς καὶ τοῦ ποταμίου. τρόπον δή τινα λέγειν βούλεται διότι ἡ παρὰ τοῖς ἄλλοις λεγομένη πέψις καὶ καρπῶν καὶ χυμῶν παρʼ ἐκείνοις ἕψησίς ἐστι, καὶ κατεργάζεται τοσοῦτον εἰς εὐστομίαν ὅσον καὶ ἡ διὰ πυρός· διὸ καὶ τοὺς κλάδους φησὶν εὐκαμπεῖς εἶναι τῶν δένδρων ἐξ ὧν οἱ τροχοί· ἐκ δὲ τῆς αὐτῆς αἰτίας ἐνίοις καὶ ἐπανθεῖν ἔριον. ἐκ τούτου δὲ Νέαρχός φησι τὰς εὐητρίους ὑφαίνεσθαι σινδόνας, τοὺς δὲ Μακεδόνας ἀντὶ κναφάλλων αὐτοῖς χρῆσθαι καὶ τοῖς σάγμασι σάγης· τοιαῦτα δὲ καὶ τὰ Σηρικὰ ἔκ τινων φλοιῶν ξαινομένης βύσσου. εἴρηκε δὲ καὶ περὶ τῶν καλάμων ὅτι ποιοῦσι μέλι μελισσῶν μὴ οὐσῶν· καὶ γὰρ δένδρον εἶναι καρποφόρον, ἐκ δὲ τοῦ καρποῦ συντίθεσθαι μέλι, τοὺς δὲ φαγόντας ὠμοῦ τοῦ καρποῦ μεθύειν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
πολλὰ γὰρ δὴpost δὴ· καὶ δένδρα παράδοξα ἡ Ἰνδικὴ τρέφει, ὧν ἐστι καὶ τὸ κάτω νεύοντας ἔχον τοὺς κλάδους τὰ δὲ φύλλα ἀσπίδος οὐκ ἐλάττω. Ὀνησίκριτος δὲ καὶ περιεργότερον τὰ ἐν τῇ Μουσικανοῦ διεξιών, ἅ φησι νοτιώτατα εἶναι τῆς Ἰνδικῆς, διηγεῖται μεγάλα δένδρα τινά, ὧν τοὺς κλάδους αὐξηθέντας ἐπὶ πήχεις καὶ δώδεκα, ἔπειτα τὴν λοιπὴν αὔξησιν καταφερῆ λαμβάνειν ὡς ἂν κατακαμπτομένους, ἕως ἂν ἅψωνται τῆς γῆς· ἔπειτα κατὰ γῆς διαδοθέντας ῥιζοῦσθαι ὁμοίως ταῖς κατώρυξιν, εἶτʼ ἀναδοθέντας στελεχοῦσθαι· ἐξ οὗ πάλιν ὁμοίως τῇ αὐξήσει κατακαμφθέντας ἄλλην κατώρυγα ποιεῖν, εἶτʼ ἄλλην, καὶ οὕτως ἐφεξῆς, ὥστʼ ἀφʼ ἑνὸς δένδρου σκιάδιον γίνεσθαι μακρὸν πολυστύλῳ σκηνῇ ὅμοιον. λέγει δὲ καὶ μεγέθη δένδρων ὥστε πέντε ἀνθρώποις δυσπερίληπτα εἶναι τὰ στελέχη. κατὰ δὲ τὸν Ἀκεσίνην καὶ τὴν συμβολὴν τὴν πρὸς Ὑάρωτιν καὶ Ἀριστόβουλος εἴρηκε περὶ τῶν κατακαμπτομένους ἐχόντων τοὺς κλάδους καὶ περὶ τοῦ μεγέθους ὥσθʼ ὑφʼ ἑνὶ δένδρῳ μεσημβρίζειν σκιαζομένους ἱππέας πεντήκοντα· οὗτος δὲ τετρακοσίους. λέγει δὲ ὁ Ἀριστόβουλος καὶ ἄλλο δένδρον οὐ μέγα, λοποὺς ἔχον ὡς ὁ κύαμος δεκαδακτύλους τὸ μῆκος πλήρεις μέλιτος, τοὺς δὲ φαγόντας οὐ ῥᾳδίως σώζεσθαι. ἅπαντας δʼ ὑπερβέβληνται περὶ τοῦ μεγέθους τῶν δένδρων οἱ φήσαντες ἑωρᾶσθαι πέραν τοῦ Ὑαρώτιδος τῶν δένδρων οἱ φήσαντες ταῖς μεσημβρίαις πενταστάδιον. καὶ τῶν ἐριοφόρων δένδρων φησὶν οὗτος τὸ ἄνθος ἔχειν πυρῆνα· ἐξαιρεθέντος δὲ τούτου ξαίνεσθαι τὸ λοιπὸν ὁμοίως ταῖς ἐρέαις.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
Ἐν δὲ τῇ Μουσικανοῦ καὶ σῖτον αὐτοφυῆ λέγει πυρῷ παραπλήσιον καὶ ἄμπελον, ὥστʼ οἰνοφορεῖν τῶν ἄλλων ἄοινον λεγόντων τὴν Ἰνδικήν· ὥστε μηδʼ αὐλὸν εἶναι κατὰ τὸν Ἀνάχαρσιν μηδʼ ἄλλο τῶν μουσικῶν ὀργάνων μηδὲν πλὴν κυμβάλων καὶ τυμπάνων καὶ κροτάλων ἃ τοὺς θαυματοποιοὺς κεκτῆσθαι. καὶ πολυφάρμακον δὲ καὶ πολύρριζον τῶν τε σωτηρίων καὶ τῶν ἐναντίων, ὥσπερ καὶ πολυχρώματον, καὶ οὗτος εἴρηκε καὶ ἄλλοι γε· προστίθησι δʼ οὗτος ὅτι καὶ νόμος εἴη τὸν ἀνευρόντα τι τῶν ὀλεθρίων, ἐὰν μὴ προσανεύρῃ καὶ τὸ ἄκος αὐτοῦ, θανατοῦσθαι· ἀνευρόντα δὲ τιμῆς τυγχάνειν παρὰ τοῖς βασιλεῦσιν. ἔχειν δὲ καὶ κιννάμωμον καὶ νάρδον καὶ τὰ ἄλλα ἀρώματα τὴν νότιον γῆν τὴν Ἰνδικὴν ὁμοίως ὥσπερ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν ἔχουσάν τι ἐμφερὰς ἐκείναις κατὰ τοὺς ἡλίους· διαφέρειν δὲ τῷ πλεονασμῷ τῶν ὑδάτων ὥστʼ ἔνικμον εἶναι τὸν ἀέρα καὶ τροφιμώτερον παρὰ τοῦτο καὶ γόνιμον μᾶλλον, ὡς δʼ αὕτως καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ᾗ δὴ καὶ μείζω τά τε χερσαῖα τῶν ζῴων καὶ τὰ καθʼ ὕδατος τὰ ἐν Ἰνδοῖς τῶν παρʼ ἄλλοις εὑρίσκεσθαι. καὶ τὸν Νεῖλον δʼ εἶναι γόνιμον μᾶλλον ἑτέρων καὶ μεγαλοφυῆ γεννᾶν καὶ τἆλλα καὶ τὰ ἀμφίβια, τάς τε γυναῖκας ἔσθʼ ὅτε καὶ τετράδυμα τίκτειν τὰς Αἰγυπτίας· Ἀριστοτέλης δέ τινα καὶ ἑπτάδυμα ἱστορεῖ τετοκέναι, καὶ αὐτὸς πολύγονον καλῶν τὸν Νεῖλον καὶ τρόφιμον διὰ τὴν ἐκ τῶν ἡλίων μετρίαν ἕψησιν αὐτὸ καταλειπόντων τὸ τρόφιμον τὸ δὲ περιττὸν ἐκθυμιώντων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τοῦτο συμβαίνειν εἰκὸς ὅπερ φησὶν οὗτος, ὅτι τῷ ἡμίσει πυρὶ ἕψει τὸ τοῦ Νείλου ὕδωρ ἢ τὰ ἄλλα. ὅσῳ δέ γε φησὶ τὸ μὲν τοῦ Νείλου ὕδωρ διʼ εὐθείας ἔπεισι πολλὴν χώραν καὶ στενὴν καὶ μεταβάλλει πολλὰ κλίματα καὶ πολλοὺς ἀέρας, τὰ δʼ Ἰνδικὰ ῥεύματα ἐς πεδία ἀναχεῖται μείζω καὶ πλατύτερα ἐνδιατρίβοντα πολὺν χρόνον τοῖς αὐτοῖς κλίμασι, τοσῷδε ἐκεῖνα τούτου τροφιμώτερα, διότι καὶ τὰ κήτη μείζω τε καὶ πλείω· καὶ ἐκ τῶν νεφῶν δὲ ἑφθὸν ἤδη χεῖσθαι τὸ ὕδωρ.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
τοῦτο δʼ οἱ μὲν περὶ Ἀριστόβουλον οὐκ ἂν συγχωροῖεν οἱ φάσκοντες μὴ ὕεσθαι τὰ πεδία. Ὀνησικρίτῳ δὲ δοκεῖ τόδε τὸ ὕδωρ αἴτιον εἶναι τῶν ἐν τοῖς ζῴοις ἰδιωμάτων, καὶ φέρει σημεῖον τὸ καὶ τὰς χρόας τῶν πινόντων βοσκημάτων ξενικῶν ἀλλάττεσθαι πρὸς τὸ ἐπιχώριον. τοῦτο μὲν οὖν εὖ, οὐκέτι δὲ καὶ τὸ τοῦ μέλανας εἶναι καὶ οὐλότριχας τοὺς Αἰθίοπας ἐν ψιλοῖς τοῖς ὕδασι τὴν αἰτίαν τιθέναι, μέμφεσθαι δὲ τὸν Θεοδέκτην εἰς αὐτὸν τὸν ἥλιον ἀναφέροντα τὸ αἴτιον, ὅς φησιν οὕτως οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος εἰς σώματʼ ἀνδρῶν, καὶ συνέστρεψεν κόμας μορφαῖς ἀναυξήτοισι συντήξας πυρός. ἔχοι δʼ ἄν τινα λόγον· φησὶ γὰρ μήτε ἐγγυτέρω τοῖς Αἰθίοψιν εἶναι τὸν ἥλιον ἢ τοῖς ἄλλοις, ἀλλὰ μᾶλλον κατὰ κάθετον εἶναι, καὶ διὰ τοῦτο ἐπικαίεσθαι πλέον, ὥστʼ οὐκ εὖ λέγεσθαι ἀγχιτέρμονα αὐτοῖς τὸν ἥλιον ἴσον πάντων διέχοντα· μήτε τὸ θάλπος εἶναι τοῦ τοιούτου πάθους αἴτιον· μηδὲ γὰρ τοῖς ἐν γαστρί, ὧν οὐχ ἅπτεται ἥλιος. βελτίους δὲ οἱ τὸν ἥλιον αἰτιώμενοι καὶ τὴν ἐξ αὐτοῦ ἐπίκαυσιν κατʼ ἐπίλειψιν σφοδρὰν τῆς ἐπιπολῆς ἰκμάδος· καθʼ ὃ καὶ τοὺς Ἰνδοὺς μὴ οὐλοτριχεῖν φαμεν, μηδʼ οὕτως ἀπεφεισμένως ἐπικεκαῦσθαι τὴν χρόαν, ὅτι ὑγροῦ κοινωνοῦσιν ἀέρος. ἐν δὲ τῇ γαστρὶ ἤδη κατὰ σπερματικὴν διάδοσιν τοιαῦτα γίνεται οἷα τὰ γεννῶντα· καὶ γὰρ πάθη συγγενικὰ οὕτω λέγεται καὶ ἄλλαι ὁμοιότητες. καὶ τὸ πάντων δʼ ἴσον ἀπέχειν τὸν ἥλιον πρὸς αἴσθησιν λέγεται, οὐ πρὸς λόγον· καὶ πρὸς αἴσθησιν, οὐχ ὡς ἔτυχεν ἀλλʼ ὥς φαμεν σημείου λόγον ἔχειν τὴν γῆν πρὸς τὴν τοῦ ἡλίου σφαῖραν· ἐπεὶ πρός γε τὴν τοιαύτην αἴσθησιν καθʼ ἣν θάλπους ἀντιλαμβανόμεθα, ἐγγύθεν μὲν μᾶλλον πόρρωθεν δὲ ἧττον, οὐκ ἴσον· οὕτω δʼ ἀγχιτέρμων ὁ ἥλιος λέγεται τοῖς Αἰθίοψιν, οὐχ ὡς Ὀνησικρίτῳ δέδοκται.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
καὶ τοῦτο δὲ τῶν ὁμολογουμένων ἐστὶ καὶ τῶν σωζόντων τὴν πρὸς τὴν Αἴγυπτον ὁμοιότητα καὶ τὴν Αἰθιοπίαν, ὅτι τῶν πεδίων ὅσα μὴ ἐπίκλυστα, ἄκαρπά ἐστι διὰ τὴν ἀνυδρίαν. Νέαρχος δὲ τὸ ζητούμενον πρότερον ἐπὶ τοῦ Νείλου πόθεν ἡ πλήρωσις αὐτοῦ, διδάσκειν ἔφη τοὺς Ἰνδικοὺς ποταμοὺς ὅτι ἐκ τῶν θερινῶν ὄμβρων συμβαίνει· Ἀλέξανδρον δʼ ἐν μὲν τῷ Ὑδάσπῃ κροκοδείλους ἰδόντα, ἐν δὲ τῷ Ἀκεσίνῃ κυάμους Αἰγυπτίους, εὑρηκέναι δόξαι τὰς τοῦ Νείλου πηγάς, καὶ παρασκευάζεσθαι στόλον εἰς τὴν Αἴγυπτον ὡς τῷ ποταμῷ τούτῳ μέχρι ἐκεῖσε πλευσόμενον· μικρὸν δʼ ὕστερον γνῶναι διότι οὐ δύναται ὃ ἤλπισε· μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸς μὲν πρῶτον, εἰς ὃν ἐκδιδόασιν οἱ Ἰνδικοὶ πάντες ποταμοί, ἔπειτα ἡ Ἀριανὴ καὶ ὁ Περσικὸς κόλπος καὶ ὁ Ἀράβιος καὶ αὐτὴ ἡ Ἀραβία καὶ ἡ Τρωγλοδυτική. τὰ μὲν οὖν περὶ τῶν ἀνέμων καὶ τῶν ὄμβρων τοιαῦτα λέγεται καὶ τῆς πληρώσεως τῶν ποταμῶν καὶ τῆς ἐπικλύσεως τῶν πεδίων.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
δεῖ δὲ καὶ τὰ καθʼ ἕκαστα περὶ τῶν ποταμῶν εἰπεῖν ὅσα πρὸς τὴν γεωγραφίαν χρήσιμα καὶ ὅσων ἱστορίαν παρειλήφαμεν. ἄλλως τε γὰρ οἱ ποταμοὶ φυσικοί τινες ὅροι καὶ μεγεθῶν καὶ σχημάτων τῆς χώρας ὄντες ἐπιτηδειότητα πολλὴν παρέχουσι πρὸς ὅλην τὴν νῦν ὑπόθεσιν. ὁ δὲ Νεῖλος καὶ οἱ κατὰ τὴν Ἰνδικὴν πλεονέκτημά τι ἔχουσι παρὰ τοὺς ἄλλους διὰ τὸ τὴν χώραν ἀοίκητον εἶναι χωρὶς αὐτῶν, πλωτὴν ἅμα καὶ γεωργήσιμον οὖσαν, καὶ μήτʼ ἐφοδεύεσθαι δυναμένην ἄλλως μήτʼ οἰκεῖσθαι τὸ παράπαν. τοὺς μὲν οὖν εἰς τὸν Ἰνδὸν καταφερομένους ἱστοροῦμεν τοὺς ἀξίους μνήμης καὶ τὰς χώρας, διʼ ὧν ἡ φορά, τῶν δʼ ἄλλων ἐστὶν ἄγνοια πλείων ἢ γνῶσις. Ἀλέξανδρος γὰρ ὁ μάλιστα ταῦτʼ ἀνακαλύψας κατʼ ἀρχὰς μέν, ἡνίκα οἱ Δαρεῖον δολοφονήσαντες ὥρμησαν ἐπὶ τὴν τῆς Βακτριανῆς ἀπόστασιν, ἔγνω προυργιαίτατον ὂν διώκειν καὶ καταλύειν ἐκείνους. ἧκε μὲν οὖν τῆς Ἰνδικῆς πλησίον διʼ Ἀριανῶν, ἀφεὶς δʼ αὐτὴν ἐν δεξιᾷ ὑπερέβη τὸν Παροπάμισον εἰς τὰ προσάρκτια μέρη καὶ τὴν Βακτριανήν· καταστρεψάμενος δὲ τἀκεῖ πάντα ὅσα ἦν ὑπὸ Πέρσαις καὶ ἔτι πλείω, τότʼ ἤδη καὶ τῆς Ἰνδικῆς ὠρέχθη, λεγόντων μὲν περὶ αὐτῆς πολλῶν οὐ σαφῶς δέ. ἀνέστρεψε δʼ οὖν ὑπερθεὶς τὰ αὐτὰ ὄρη κατʼ ἄλλας ὁδοὺς ἐπιτομωτέρας ἐν ἀριστερᾷ ἔχων τὴν Ἰνδικήν, εἶτʼ ἐπέστρεψεν εὐθὺς ἐπʼ αὐτὴν καὶ τοὺς ὅρους τοὺς ἑσπερίους αὐτῆς καὶ τὸν Κώφην ποταμὸν καὶ τὸν Χοάσπην, ὃς εἰς τὸν Κώφην ἐμβάλλει ποταμὸνκαὶ ante κατὰ κατὰ Πλημύριον πόλιν, ῥυεὶς παρὰ * Γώρυδι ἄλλην πόλιν, καὶ διεξιὼν τήν τε Βανδοβηνὴν καὶ τὴν Γανδαρῖτιν. ἐπυνθάνετο δʼ οἰκήσιμον εἶναι μάλιστα καὶ εὔκαρπον τὴν ὀρεινὴν καὶ προσάρκτιον· τὴν δὲ νότιον τὴν μὲν ἄνυδρον τὴν δὲ ποταμόκλυστον καὶ τελέως ἔκπυρον, θηρίοις τε μᾶλλον ἢ ἀνθρώποις σύμμετρον. ὥρμησεν οὖν τὴν ἐπαινουμένην κατακτᾶσθαι πρότερον, ἅμα καὶ τοὺς ποταμοὺς εὐπερατοτέρους νομίσας τῶν πηγῶν πλησίον, οὓς ἀναγκαῖον ἦν διαβαίνειν, ἐπικαρσίους ὄντας καὶ τέμνοντας ἣν ἐπῄει γῆν. ἅμα δὲ καὶ ἤκουσεν εἰς ἓν πλείους συνιόντας ῥεῖν, καὶ τοῦτʼ ἀεὶ καὶ μᾶλλον συμβαῖνον ὅσῳ πλεῖον εἰς τὸ πρόσθεν προΐοιεν, ὥστʼ εἶναι δυσπερατοτέραν, καὶ ταῦτα ἐν πλοίων ἀπορίᾳ. δεδιὼς οὖν τοῦτο διέβη τὸν Κώφην, καὶ κατεστρέφετο τὴν ὀρεινὴν ὅση ἐτέτραπτο πρὸς ἕω.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
ἦν δὲ μετὰ τὸν Κώφην ὁ Ἰνδός, εἶθʼ ὁ Ὑδάσπης, εἶθʼ ὁ Ἀκεσίνης καὶ ὁ Ὑάρωτις, ὕστατος δʼ ὁ Ὕπανις. περαιτέρω γὰρ προελθεῖν ἐκωλύθη, τοῦτο μὲν μαντείοις τισὶ προσέχων τοῦτο δʼ ὑπὸ τῆς στρατιᾶς ἀπηγορευκυίας ἤδη πρὸς τοὺς πόνους ἀναγκασθείς· μάλιστα δʼ ἐκ τῶν ὑδάτων ἔκαμνον συνεχῶς ὑόμενοι. ταῦτʼ οὖν ἐγένετο γνώριμα ἡμῖν τῶν ἑωθινῶν τῆς Ἰνδικῆς μερῶν, ὅσα ἐντὸς τοῦ Ὑπάνιος, καὶ εἴ τινα προσιστόρησαν οἱ μετʼ ἐκεῖνον περαιτέρω τοῦ Ὑπάνιος προελθόντες μέχρι τοῦ Γάγγου καὶ Παλιβόθρων. μετὰ μὲν οὖν τὸν Κώφην ὁ Ἰνδὸς ῥεῖ· τὰ δὲ μεταξὺ τούτων τῶν δυεῖν ποταμῶν ἔχουσιν Ἀστακηνοί τε καὶ Μασιανοὶ καὶ Νυσαῖοι καὶ Ὑπάσιοι· εἶθʼ ἡ Ἀσσακανοῦ, ὅπου Μασόγα πόλις, τὸ βασίλειον τῆς χώρας. ἤδη δὲ πρὸς τῷ Ἰνδῷ πάλιν ἄλλη πόλις Πευκολαῖτις, πρὸς ᾗ ζεῦγμα γενηθὲν ἐπεραίωσε τὴν στρατιάν.
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml
μεταξὺ δὲ τοῦ Ἰνδοῦ καὶ τοῦ Ὑδάσπου Τάξιλα ἔστι πόλις μεγάλη καὶ εὐνομωτάτη, καὶ ἡ περικειμένη χώρα συχνὴ καὶ σφόδρα εὐδαίμων, ἤδη συνάπτουσα καὶ τοῖς πεδίοις. ἐδέξαντό τε δὴ φιλανθρώπως τὸν Ἀλέξανδρον οἱ ἄνθρωποι καὶ ὁ βασιλεὺς αὐτῶν Ταξίλης· ἔτυχόν τε πλειόνων ἢ αὐτοὶ παρέσχον, ὥστε φθονεῖν τοὺς Μακεδόνας καὶ λέγειν ὡς οὐκ εἶχεν, ὡς ἔοικεν, Ἀλέξανδρος οὓς εὐεργετήσει πρὶν ἢ διέβη τὸν Ἰνδόν. φασὶ δʼ εἶναί τινες τὴν χώραν ταύτην Αἰγύπτου μείζονα. ὑπὲρ δὲ ταύτης ἐν τοῖς ὄρεσιν ἡ τοῦ Ἀβισάρου χώρα, παρʼ ᾧ δύο δράκοντας ἀπήγγελλον οἱ παρʼ αὐτοῦ πρέσβεις τρέφεσθαι, τὸν μὲν ὀγδοήκοντα πηχῶν τὸν δὲ τετταράκοντα πρὸς τοῖς ἑκατόν, ὡς εἴρηκεν Ὀνησίκριτος, ὃν οὐκ Ἀλεξάνδρου μᾶλλον ἢ τῶν παραδόξων ἀρχικυβερνήτην προσείποι τις ἄν. πάντες μὲν γὰρ οἱ περὶ Ἀλέξανδρον τὸ θαυμαστὸν ἀντὶ τἀληθοῦς ἀπεδέχοντο μᾶλλον, ὑπερβάλλεσθαι δὲ δοκεῖ τοὺς τοσούτους ἐκεῖνος τῇ τερατολογίᾳ· λέγει δʼ οὖν τινα καὶ πιθανὰ καὶ μνήμης ἄξια ὥστε καὶ ἀπιστοῦντα μὴ παρελθεῖν αὐτά. περὶ δʼ οὖν τῶν δρακόντων καὶ ἄλλοι λέγουσιν ὅτι ἐν τοῖς Ἠμωδοῖς ὄρεσι θηρεύουσι καὶ τρέφουσιν ἐν σπηλαίοις.