file
stringlengths 66
73
| text
stringlengths 1
25.5k
|
---|---|
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οἱ μὲν οὖν ἐν ταῖς νήσοις οὐκ ἔχοντες σπόριμα ῥιζοφαγοῦσι καὶ ἀγρίοις χρῶνται καρποῖς, ἀμπέχονται δὲ τοὺς τῶν δένδρων φλοιούς (οὐδὲ γὰρ βοσκήματα ἔχουσι), πίνουσι δὲ τὸν ἐκ τῶν δένδρων καρπὸν ἐκθλίβοντες· οἱ δʼ ἐν τοῖς ἕλεσιν ἰχθυοφαγοῦσιν, ἀμπέχονται δὲ τὰ τῶν φωκῶν δέρματα τῶν ἐκ θαλάττης ἀνατρεχουσῶν· οἱ δʼ ὄρειοι τοῖς ἀγρίοις τρέφονται καὶ αὐτοὶ καρποῖς· ἔχουσι δὲ καὶ πρόβατα ὀλίγα ὥστʼ οὐδὲ κατακόπτουσι φειδόμενοι τῶν ἐρίων χάριν καὶ τοῦ γάλακτος· τὴν δʼ ἐσθῆτα ποικίλλουσιν ἐπιχρίστοις φαρμάκοις δυσεξίτηλον ἔχουσι τὸ ἄνθος. οἱ δὲ πεδινοὶ καίπερ ἔχοντες χώραν οὐ γεωργοῦσιν, ἀλλὰ ἀπὸ προβάτων καὶ ἰχθύων ζῶσι νομαδικῶς καὶ Σκυθικῶς. ἔστι γάρ τις καὶ κοινὴ δίαιτα πάντων τῶν τοιούτων ἣν πολλάκις λέγω, καὶ ταφαὶ δʼ εἰσὶ παραπλήσιαι καὶ ἤθη καὶ ὁ σύμπας βίος, αὐθέκαστος μὲν σκαιός τε καὶ ἄγριος καὶ πολεμικός, πρὸς δὲ τὰ συμβόλαια ἁπλοῦς καὶ ἀκάπηλος. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοῦ δὲ τῶν Μασσαγετῶν καὶ τῶν Σακῶν ἔθνους καὶ οἱ Ἀττάσιοι καὶ οἱ Χωράσμιοι, εἰς οὓς ἀπὸ τῶν Βακτριανῶν καὶ τῶν Σογδιανῶν ἔφυγε Σπιταμένης, εἷς ἐκ τῶν ἀποδράντων Περσῶν τὸν Ἀλέξανδρον, καθάπερ καὶ Βῆσσος· καὶ ὕστερον δὲ Ἀρσάκης τὸν Καλλίνικον φεύγων Σέλευκον εἰς τοὺς Ἀπασιάκας ἐχώρησε. φησὶ δʼ Ἐρατοσθένης τοὺς Ἀραχωτοὺς καὶ Μασσαγέτας τοῖς Βακτρίοις παρακεῖσθαι πρὸς δύσιν παρὰ τὸν Ὦξον, καὶ Σάκας μὲν καὶ Σογδιανοὺς τοῖς ὅλοις ἐδάφεσιν ἀντικεῖσθαι τῇ Ἰνδικῇ, Βακτρίους δʼ ἐπʼ ὀλίγον· τὸ γὰρ πλέον τῷ Παροπαμισῷ παρακεῖσθαι· διείργειν δὲ Σάκας μὲν καὶ Σογδιανοὺς τὸν Ἰαξάρτην, καὶ Σογδιανοὺς δὲ καὶ Βακτριανοὺς τὸν Ὦξον, μεταξὺ δὲ Ὑρκανῶν καὶ Ἀρίων Ταπύρους οἰκεῖν· κύκλῳ δὲ περὶ τὴν θάλατταν μετὰ τοὺς Ὑρκανοὺς Ἀμάρδους τε καὶ Ἀναριάκας καὶ Καδουσίους καὶ Ἀλβανοὺς καὶ Κασπίους καὶ Οὐιτίους, τάχα δὲ καὶ ἑτέρους μέχρι Σκυθῶν, ἐπὶ θάτερα δὲ μέρη τῶν Ὑρκανῶν Δέρβικας, τοὺς δὲ Καδουσίους συμψαύειν Μήδων καὶ Ματιανῶν ὑπὸ τὸν Παραχοάθραν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὰ δὲ διαστήματα οὕτω λέγει· ἀπὸ μὲν τοῦ Κασπίου ἐπὶ τὸν Κῦρον ὡς χιλίους ὀκτακοσίους σταδίους, ἔνθεν δʼ ἐπὶ Κασπίας πύλας πεντακισχιλίους ἑξακοσίους, εἶτʼ εἰς Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις ἑξακισχιλίους τετρακοσίους, εἶτʼ εἰς Βάκτραν τὴν πόλιν, ἣ καὶ Ζαριάσπα καλεῖται, τρισχιλίους ὀκτακοσίους ἑβδομήκοντα, εἶτʼ ἐπὶ τὸν Ἰαξάρτην ποταμόν, ἐφʼ ὃν Ἀλέξανδρος ἧκεν, ὡς πεντακισχιλίους· ὁμοῦ δισμύριοι δισχίλιοι ἑξακόσιοι ἑβδομήκοντα. λέγει δὲ καὶ οὕτω τὰ διαστήματα ἀπὸ Κασπίων πυλῶν εἰς Ἰνδούς· εἰς μὲν Ἑκατόμπυλον χιλίους ἐνακοσίους ἑξήκοντά φασιν, εἰς δʼ Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις τετρακισχιλίους πεντακοσίους τριάκοντα, εἶτʼ εἰς Προφθασίαν τὴν ἐν Δραγγῇ χιλίους ἑξακοσίους, οἱ δὲ πεντακοσίους, εἶτʼ εἰς Ἀραχωτοὺς τὴν πόλιν τετρακισχιλίους ἑκατὸν εἴκοσιν, εἶτʼ εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον δισχιλίους, εἶτʼ εἰς τὰ ὅρια τῆς Ἰνδικῆς χιλίους· ὁμοῦ μύριοι πεντακισχίλιοι τριακόσιοι. ἐπʼ εὐθείας δὲ τῷ διαστήματι τούτῳ τὸ συνεχὲς δεῖ νοεῖν, τὸ ἀπὸ τοῦ Ἰνδοῦ μέχρι τῆς ἑῴας θαλάττης μῆκος τῆς Ἰνδικῆς. ταῦτα μὲν τὰ περὶ τοὺς Σάκας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἡ δὲ Παρθυαία πολλὴ μὲν οὐκ ἔστι· συνετέλει γοῦν μετὰ τῶν Ὑρκανῶν κατὰ τὰ Περσικὰ καὶ μετὰ ταῦτα τῶν Μακεδόνων κρατούντων ἐπὶ χρόνον πολύν. πρὸς δὲ τῇ σμικρότητι δασεῖα καὶ ὀρεινή ἐστι καὶ ἄπορος, ὥστε διὰ τοῦτο δρόμῳ διεξιᾶσι τὸν ἑαυτῶν οἱ βασιλεῖς ὄχλον, οὐ δυναμένης τρέφειν τῆς χώρας οὐδʼ ἐπὶ μικρόν· ἀλλὰ νῦν ηὔξηται. μέρη δʼ ἐστὶ τῆς Παρθυηνῆς ἥ τε Κωμισηνὴ καὶ ἡ Χωρήνη, σχεδὸν δέ τι καὶ τὰ μέχρι πυλῶν Κασπίων καὶ Ῥαγῶν καὶ Ταπύρων ὄντα τῆς Μηδίας πρότερον. ἔστι δʼ Ἀπάμεια καὶ Ἡράκλεια, πόλεις περὶ τὰς Ῥάγας. εἰσὶ δʼ ἀπὸ Κασπίων πυλῶν εἰς μὲν Ῥάγας στάδιοι πεντακόσιοι, ὥς φησιν Ἀπολλόδωρος, εἰς δʼ Ἑκατόμπυλον τὸ τῶν Παρθυαίων βασίλειον χίλιοι διακόσιοι ἑξήκοντα· τοὔνομα δὲ ταῖς Ῥάγαις ἀπὸ τῶν γενομένων σεισμῶν γενέσθαι φασίν, ὑφʼ ὧν πόλεις τε συχναὶ καὶ κῶμαι δισχίλιαι, ὡς Ποσειδώνιός φησι, ἀνετράπησαν. τοὺς δὲ Ταπύρους οἰκεῖν φασι μεταξὺ Δερβίκων τε καὶ Ὑρκανῶν. ἱστοροῦσι δὲ περὶ τῶν Ταπύρων ὅτι αὐτοῖς εἴη νόμιμον τὰς γυναῖκας ἐκδιδόναι τὰς γαμετὰς ἑτέροις ἀνδράσιν, ἐπειδὰν ἐξ αὐτῶν ἀνέλωνται δύο ἢ τρία τέκνα, καθάπερ καὶ Κάτων Ὁρτησίῳ δεηθέντι ἐξέδωκε τὴν Μαρκίαν ἐφʼ ἡμῶν κατὰ παλαιὸν Ῥωμαίων ἔθος. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | νεωτερισθέντων δὲ τῶν ἔξω τοῦ Ταύρου διὰ τὸ πρὸς ἄλλοις εἶναι τοὺς τῆς Συρίας καὶ τῆς Μηδίας βασιλέας τοὺς ἔχοντας καὶ ταῦτα, πρῶτον μὲν τὴν Βακτριανὴν ἀπέστησαν οἱ πεπιστευμένοι καὶ τὴν ἐγγὺς αὐτῆς πᾶσαν, οἱ περὶ Εὐθύδημον. ἔπειτʼ Ἀρσάκης ἀνὴρ Σκύθης τῶν Δαῶν τινας ἔχων τοὺς Πάρνους καλουμένους νομάδας παροικοῦντας τὸν Ὦχον, ἐπῆλθεν ἐπὶ τὴν Παρθυαίαν καὶ ἐκράτησεν αὐτῆς. κατʼ ἀρχὰς μὲν οὖν ἀσθενὴς ἦν διαπολεμῶν πρὸς τοὺς ἀφαιρεθέντας τὴν χώραν καὶ αὐτὸς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον, ἔπειθʼ οὕτως ἴσχυσαν ἀφαιρούμενοι τὴν πλησίον ἀεὶ διὰ τὰς ἐν τοῖς πολέμοις κατορθώσεις ὥστε τελευτῶντες ἁπάσης τῆς ἐντὸς Εὐφράτου κύριοι κατέστησαν. ἀφείλοντο δὲ καὶ τῆς Βακτριανῆς μέρος βιασάμενοι τοὺς Σκύθας καὶ ἔτι πρότερον τοὺς περὶ Εὐκρατίδαν, καὶ νῦν ἐπάρχουσι τοσαύτης γῆς καὶ τοσούτων ἐθνῶν ὥστε ἀντίπαλοι τοῖς Ῥωμαίοις τρόπον τινὰ γεγόνασι κατὰ μέγεθος τῆς ἀρχῆς. αἴτιος δʼ ὁ βίος αὐτῶν καὶ τὰ ἔθη τὰ ἔχοντα πολὺ μὲν τὸ βάρβαρον καὶ τὸ Σκυθικόν, πλέον μέντοι τὸ χρήσιμον πρὸς ἡγεμονίαν καὶ τὴν ἐν τοῖς πολέμοις κατόρθωσιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | φασὶ δὲ τοὺς Πάρνους Δάας μετανάστας εἶναι ἐκ τῶν ὑπὲρ τῆς Μαιώτιδος Δαῶν, οὓς Ξανδίους ἢ Παρίους καλοῦσιν· οὐ πάνυ δʼ ὡμολόγηται Δάας εἶναί τινας τῶν ὑπὲρ τῆς Μαιώτιδος Σκυθῶν· ἀπὸ τούτων δʼ οὖν ἕλκειν φασὶ τὸ γένος τὸν Ἀρσάκην, οἱ δὲ Βακτριανὸν λέγουσιν αὐτόν, φεύγοντα δὲ τὴν αὔξησιν τῶν περὶ Διόδοτον ἀποστῆσαι τὴν Παρθυαίαν. εἰρηκότες δὲ πολλὰ περὶ τῶν Παρθικῶν νομίμων ἐν τῇ ἕκτῃ τῶν ἱστορικῶν ὑπομνημάτων βίβλῳ, δευτέρᾳ δὲ τῶν μετὰ Πολύβιον, παραλείψομεν ἐνταῦθα μὴ ταυτολογεῖν δόξωμεν, τοσοῦτον εἰπόντες μόνον ὅτι τῶν Παρθυαίων συνέδριόν φησιν εἶναι Ποσειδώνιος διττόν, τὸ μὲν συγγενῶν τὸ δὲ σοφῶν καὶ μάγων, ἐξ ὧν ἀμφοῖν τοὺς βασιλεῖς καθίστασθαι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἡ δʼ Ἀρία καὶ ἡ Μαργιανὴ κράτιστα χωρία ἐστὶ ταύτῃ, τῇ μὲν ὑπὸ τῶν ὀρῶν ἐγκλειόμενα τῇ δʼ ἐν πεδίοις τὰς οἰκήσεις ἔχοντα. τὰ μὲν οὖν ὄρη νέμονται σκηνῖταί τινες, τὰ δὲ πεδία ποταμοῖς διαρρεῖται ποτίζουσιν αὐτὰ τὰ μὲν τῷ Ἀρίῳ τὰ δὲ Μάργῳ. ὁμορεῖ δὲ ἡ Ἀρία τῇ Βακτριανῇ καὶ τὴν ὑποστᾶσαν ὄρει τῷ ἔχοντι τὴν Βακτριανήν· διέχει δὲ τῆς Ὑρκανίας περὶ ἑξακισχιλίους σταδίους. συντελὴς δʼ ἦν αὐτῇ καὶ ἡ Δραγγιανὴ μέχρι Καρμανίας, τὸ μὲν πλέον τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα, ἔχουσα μέντοι τινὰ τῶν μερῶν καὶ τοῖς ἀρκτικοῖς πλησιάζοντα τοῖς κατὰ τὴν Ἀρίαν· καὶ ἡ Ἀραχωσία δὲ οὐ πολὺ ἄπωθέν ἐστι, καὶ αὕτη τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα καὶ μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τεταμένη, μέρος οὖσα τῆς Ἀριανῆς. μῆκος δὲ τῆς Ἀρίας ὅσον δισχίλιοι στάδιοι, πλάτος δὲ τριακόσιοι τοῦ πεδίου· πόλεις δὲ Ἀρτακάηνα καὶ Ἀλεξάνδρεια καὶ Ἀχαΐα, ἐπώνυμοι τῶν κτισάντων. εὐοινεῖ δὲ σφόδρα ἡ γῆ· καὶ γὰρ εἰς τριγονίαν παραμένει ἐν ἀπιττώτοις ἄγγεσι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | παραπλησία δʼ ἐστὶ καὶ ἡ Μαργιανή, ἐρημίαις δὲ περιέχεται τὸ πεδίον. θαυμάσας δὲ τὴν εὐφυΐαν ὁ Σωτὴρ Ἀντίοχος τείχει περιέβαλε κύκλον ἔχοντι χιλίων καὶ πεντακοσίων σταδίων, πόλιν δὲ ἔκτισεν Ἀντιόχειαν. εὐάμπελος δὲ καὶ αὕτη ἡ γῆ· φασὶ γοῦν τὸν πυθμένα εὑρίσκεσθαι πολλάκις δυσὶν ἀνδράσι περιληπτόν, τὸν δὲ βότρυν δίπηχυν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τῆς δὲ Βακτρίας μέρη μέν τινα τῇ Ἀρίᾳ παραβέβληται πρὸς ἄρκτον, τὰ πολλὰ δʼ ὑπέρκειται πρὸς ἕω· πολλὴ δʼ ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίου. τοσοῦτον δὲ ἴσχυσαν οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν διὰ τὴν ἀρετὴν τῆς χώρας ὥστε τῆς τε Ἀριανῆς ἐπεκράτουν καὶ τῶν Ἰνδῶν, ὥς φησιν Ἀπολλόδωρος ὁ Ἀρταμιτηνός, καὶ πλείω ἔθνη κατεστρέψαντο ἢ Ἀλέξανδρος, καὶ μάλιστα Μένανδρος (εἴ γε καὶ τὸν Ὕπανιν διέβη πρὸς ἔω καὶ μέχρι τοῦ Ἰμάου προῆλθε) τὰ μὲνpost μὲν· γὰρ αὐτὸς τὰ δὲ Δημήτριος ὁ Εὐθυδήμου υἱὸς τοῦ Βακτρίων βασιλέως· οὐ μόνον δὲ τὴν Παταληνὴν κατέσχον ἀλλὰ καὶ τῆς ἄλλης παραλίας τήν τε Σαραόστου καλουμένην καὶ τὴν Σιγέρδιδος βασιλείαν. καθʼ ὅλου δέ φησιν ἐκεῖνος τῆς συμπάσης Ἀριανῆς πρόσχημα εἶναι τὴν Βακτριανήν· καὶ δὴ καὶ μέχρι Σηρῶν καὶ Φρυνῶν ἐξέτεινον τὴν ἀρχήν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πόλεις δʼ εἶχον τά τε Βάκτρα ἥνπερ καὶ Ζαριάσπαν καλοῦσιν, ἣν διαρρεῖ ὁμώνυμος ποταμὸς ἐκβάλλων εἰς τὸν Ὦξον, καὶ Ἄδραψα καὶ ἄλλας πλείους· τούτων δʼ ἦν καὶ ἡ Εὐκρατίδεια τοῦ ἄρξαντος ἐπώνυμος. οἱ δὲ κατασχόντες αὐτὴν Ἕλληνες καὶ εἰς σατραπείας διῃρήκασιν, ὧν τήν τε Ἀσπιώνου καὶ τὴν Ταπυρίαν ἀφῄρηντο Εὐκρατίδην οἱ Παρθυαῖοι. ἔσχον δὲ καὶ τὴν Σογδιανὴν ὑπερκειμένην πρὸς ἕω τῆς Βακτριανῆς μεταξὺ τοῦ τε Ὤξου ποταμοῦ, ὃς ὁρίζει τήν τε τῶν Βακτρίων καὶ τὴν τῶν Σογδίων, καὶ τοῦ Ἰαξάρτου· οὗτος δὲ καὶ τοὺς Σογδίους ὁρίζει καὶ τοὺς νομάδας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὸ μὲν οὖν παλαιὸν οὐ πολὺ διέφερον τοῖς βίοις καὶ τοῖς ἔθεσι τῶν νομάδων οἵ τε Σογδιανοὶ καὶ οἱ Βακτριανοί, μικρὸν δʼ ὅμως ἡμερώτερα ἦν τὰ τῶν Βακτριανῶν, ἀλλὰ καὶ περὶ τούτων οὐ τὰ βέλτιστα λέγουσιν οἱ περὶ Ὀνησίκριτον· τοὺς γὰρ ἀπειρηκότας διὰ γῆρας ἢ νόσον ζῶντας παραβάλλεσθαι τρεφομένοις κυσὶν ἐπίτηδες πρὸς τοῦτο, οὓς ἐνταφιαστὰς καλεῖσθαι τῇ πατρῴᾳ γλώττῃ, καὶ ὁρᾶσθαι τὰ μὲν ἔξω τείχους τῆς μητροπόλεως τῶν Βάκτρων καθαρά, τῶν δʼ ἐντὸς τὸ πλέον ὀστέων πλῆρες ἀνθρωπίνων· καταλῦσαι δὲ τὸν νόμον Ἀλέξανδρον. τοιαῦτα δέ πως καὶ τὰ περὶ τοὺς Κασπίους ἱστοροῦσι· τοὺς γὰρ γονέας, ἐπειδὰν ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονότες τυγχάνωσιν, ἐγκλεισθέντας λιμοκτονεῖσθαι. τοῦτο μὲν οὖν ἀνεκτότερον καὶ τῷ Κείων νόμῳ παραπλήσιον καίπερ ὂν σκυθικόν, πολὺ μέντοι σκυθικώτερον τὸ τῶν Βακτριανῶν. καὶ δὴ διαπορεῖν ἄξιον ἦν, ἡνίκα Ἀλέξανδρος τοιαῦτα κατελάμβανε τἀνταῦθα, τί χρὴ εἰπεῖν τὰ ἐπὶ τῶν πρώτων Περσῶν καὶ τῶν ἔτι πρότερον ἡγεμόνων ὁποῖα εἰκὸς ἦν παρʼ αὐτοῖς νενομίσθαι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | φασὶ δʼ οὖν ὀκτὼ πόλεις τὸν Ἀλέξανδρον ἔν τε τῇ Βακτριανῇ καὶ τῇ Σογδιανῇ κτίσαι, τινὰς δὲ κατασκάψαι, ὧν Καριάτας μὲν τῆς Βακτριανῆς, ἐν ᾗ Καλλισθένης συνελήφθη καὶ παρεδόθη φυλακῆ, Μαράκανδα δὲ τῆς Σογδιανῆς καὶ τὰ Κῦρα, ἔσχατον ὂν Κύρου κτίσμα ἐπὶ τῷ Ἰαξάρτῃ ποταμῷ κείμενον, ὅπερ ἦν ὅριον τῆς Περσῶν ἀρχῆς· κατασκάψαι δὲ τὸ κτίσμα τοῦτο καίπερ ὄντα φιλόκυρον διὰ τὰς πυκνὰς ἀποστάσεις· ἑλεῖν δὲ καὶ πέτρας ἐρυμνὰς σφόδρα ἐκ προδοσίας τήν τε ἐν τῇ Βακτριανῇ τὴν Σισιμίθρου ἐν ᾗ εἶχεν Ὀξυάρτης τὴν θυγατέρα Ῥωξάνην, καὶ τὴν ἐν τῇ Σογδιανῇ τὴν τοῦ Ὤξου, οἱ δʼ Ἀριαμάζου φασί. τὴν μὲν οὖν Σισιμίθρου πεντεκαίδεκα σταδίων ἱστοροῦσι τὸ ὕψος, ὀγδοήκοντα δὲ τὸν κύκλον, ἄνω δʼ ἐπίπεδον καὶ εὔγεων ὅσον πεντακοσίους ἄνδρας τρέφειν δυναμένην, ἐν ᾗ καὶ ξενίας τυχεῖν πολυτελοῦς καὶ γάμους ἀγαγεῖν Ῥωξάνης τῆς Ὀξυάρτου θυγατρὸς τὸν Ἀλέξανδρον· τὴν δὲ τῆς Σογδιανῆς διπλασίαν τὸ ὕψος φασί. περὶ τούτους δὲ τοὺς τόπους καὶ τὸ τῶν Βραγχιδῶν ἄστυ ἀνελεῖν, οὓς Ξέρξην μὲν ἱδρῦσαι αὐτόθι συναπάραντας αὐτῷ ἑκόντας ἐκ τῆς οἰκείας διὰ τὸ παραδοῦναι τὰ χρήματα τοῦ θεοῦ τὰ ἐν Διδύμοις καὶ τοὺς θησαυρούς, ἐκεῖνον δʼ ἀνελεῖν μυσαττόμενον τὴν ἱεροσυλίαν καὶ τὴν προδοσίαν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὸν δὲ διὰ τῆς Σογδιανῆς ῥέοντα ποταμὸν καλεῖ Πολυτίμητον Ἀριστόβουλος, τῶν Μακεδόνων τοὔνομα θεμένων, καθάπερ καὶ ἄλλα πολλὰ τὰ μὲν καινὰ ἔθεσαν τὰ δὲ παρωνόμασαν· ἄρδοντα δὲ τὴν χώραν ἐκπίπτειν εἰς ἔρημον καὶ ἀμμώδη γῆν καταπίνεσθαί τε εἰς τὴν ἄμμον, ὡς καὶ τὸν Ἄριον τὸν διʼ Ἀρίων ῥέοντα. τοῦ δὲ Ὤχου ποταμοῦ πλησίον ὀρύττοντας εὑρεῖν ἐλαίου πηγὴν λέγουσιν· εἰκὸς δέ, ὥσπερ νιτρώδη τινὰ καὶ στύφοντα ὑγρὰ καὶ ἀσφαλτώδη καὶ θειώδη διαρρεῖ τὴν γῆν, οὕτω καὶ λιπαρὰ εὑρίσκεσθαι, τὸ δὲ σπάνιον ποιεῖ τὴν παραδοξίαν. ῥεῖν δὲ τὸν Ὦχον οἱ μὲν διὰ τῆς Βακτριανῆς φασιν οἱ δὲ παρʼ αὐτήν, καὶ οἱ μὲν ἕτερον τοῦ Ὤξου μέχρι τῶν ἐκβολῶν νοτιώτερον ἐκείνου, ἀμφοτέρων δʼ ἐν τῇ Ὑρκανίᾳ τὰς εἰς τὴν θάλατταν ὑπάρχειν ἐκρύσεις, οἱ δὲ κατʼ ἀρχὰς μὲν ἕτερον συμβάλλειν δʼ εἰς ἓν τὸ τοῦ Ὤξου ῥεῖθρον, πολλαχοῦ καὶ ἓξ καὶ ἑπτὰ σταδίων ἔχοντα τὸ πλάτος. ὁ μέντοι Ἰαξάρτης ἀπʼ ἀρχῆς μέχρι τέλους ἕτερός ἐστι τοῦ Ὤξου, καὶ εἰς μὲν τὴν αὐτὴν τελευτῶν θάλατταν, αἱ δʼ ἐμβολαὶ διέχουσιν ἀλλήλων, ὥς φησι Πατροκλῆς, παρασάγγας ὡς ὀγδοήκοντα· τὸν δὲ παρασάγγην τὸν περσικὸν οἱ μὲν ἑξήκοντα σταδίων φασίν, οἱ δὲ τριάκοντα ἢ τετταράκοντα. ἀναπλεόντων δʼ ἡμῶν τὸν Νεῖλον ἄλλοτʼ ἄλλοις μέτροις χρώμενοι τὰς σχοίνους ὠνόμαζον ἀπὸ πόλεως ἐπὶ πόλιν, ὥστε τὸν αὐτὸν τῶν σχοίνων ἀριθμὸν ἀλλαχοῦ μὲν μείζω παρέχειν πλοῦν ἀλλαχοῦ δὲ βραχύτερον· οὕτως ἐξ ἀρχῆς παραδεδομένον καὶ φυλαττόμενον μέχρι νῦν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μέχρι μὲν δὴ τῆς Σογδιανῆς πρὸς ἀνίσχοντα ἥλιον ἰόντι ἀπὸ τῆς Ὑρκανίας γνώριμα ὑπῆρξε τὰ ἔθνη καὶ τοῖς Πέρσαις πρότερον τὰ εἴσω τοῦ Ταύρου καὶ τοῖς Μακεδόσι μετὰ ταῦτα καὶ τοῖς Παρθυαίοις. τὰ δʼ ἐπέκεινα ἐπʼ εὐθείας ὅτι μὲν Σκυθικά ἐστιν, ἐκ τῆς ὁμοειδείας εἰκάζεται, στρατεῖαι δʼ οὐ γεγόνασιν ἐπʼ αὐτοὺς ἡμῖν γνώριμοι, καθάπερ οὐδὲ ἐπὶ τοὺς βορειοτάτους τῶν νομάδων, ἐφʼ οὓς ἐπεχείρησε μὲν ὁ Ἀλέξανδρος ἄγειν στρατείαν, ὅτε τὸν Βῆσσον μετῄει καὶ τὸν Σπιταμένην, ζωγρίᾳ δʼ ἀναχθέντος τοῦ Βήσσου, τοῦ δὲ Σπιταμένους ὑπὸ τῶν βαρβάρων διαφθαρέντος, ἐπαύσατο τῆς ἐπιχειρήσεως. οὐχ ὁμολογοῦσι δʼ ὅτι περιέπλευσάν τινες ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ὑρκανίαν· ὅτι δὲ δυνατόν, Πατροκλῆς εἴρηκε. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | λέγεται δὲ διότι τοῦ Ταύρου τὸ τελευταῖον, ὃ καλοῦσιν Ἴμαιον, τῇ Ἰνδικῇ θαλάττῃ ξυνάπτον, οὐδὲν οὔτε προὔχει πρὸς ἕω τῆς Ἰνδικῆς μᾶλλον οὔτʼ εἰσέχει· παριόντι δʼ εἰς τὸ βόρειον πλευρὸν ἀεί τι τοῦ μήκους ὑφαιρεῖ καὶ τοῦ πλάτους ἡ θάλαττα, ὥστʼ ἀποφαίνειν μύουρον πρὸς ἕω τὴν νῦν ὑπογραφομένην μερίδα τῆς Ἀσίας, ἣν ὁ Ταῦρος ἀπολαμβάνει πρὸς τὸν ὠκεανὸν τὸν πληροῦντα τὸ Κάσπιον πέλαγος. μῆκος δʼ ἐστὶ ταύτης τῆς μερίδος τὸ μέγιστον ἀπὸ τῆς Ὑρκανίας θαλάττης ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ τὸ Ἴμαιον τρισμυρίων που σταδίων, παρὰ τὴν ὀρεινὴν τοῦ Ταύρου τῆς πορείας οὔσης, πλάτος δʼ ἔλαττον τῶν μυρίων. εἴρηται γὰρ ὅτι περὶ τετρακισμυρίους σταδίους ἐστὶ τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς ἑῴας θαλάττης τῆς κατὰ Ἰνδούς, ἐπὶ δʼ Ἰσσὸν ἀπὸ τῶν ἑσπερίων ἄκρων τῶν κατὰ στήλας ἄλλοι τρισμύριοι· ἔστι δὲ ὁ μυχὸς τοῦ Ἰσσικοῦ κόλπου μικρὸν ἢ οὐδὲν Ἀμισοῦ ἑωθινώτερος, τὸ δὲ ἀπὸ Ἀμισοῦ ἐπὶ τὴν Ὑρκανίαν γῆν περὶ μυρίους ἐστὶ σταδίους, παράλληλον ὂν τῷ ἀπὸ τοῦ Ἰσσοῦ λεχθέντι ἐπὶ τοὺς Ἰνδούς. λείπεται δὴ τὸ λεχθὲν μῆκος ἐπὶ τὴν ἕω τῆς περιωδευμένης νυνὶ μερίδος οἱ τρισμύριοι στάδιοι. πάλιν δὲ τοῦ πλάτους τοῦ μεγίστου τῆς οἰκουμένης ὄντος περὶ τρισμυρίους σταδίους, χλαμυδοειδοῦς οὔσης, τὸ διάστημα τοῦτο ἐγγὺς ἂν εἴη τοῦ μεσημβρινοῦ τοῦ διὰ τῆς Ὑρκανίας θαλάττης γραφομένου καὶ τῆς Περσικῆς, εἴπερ ἐστὶ τὸ μῆκος τῆς οἰκουμένης ἑπτὰ μυριάδες· εἰ οὖν ἀπὸ τῆς Ὑρκανίας ἐπὶ Ἀρτεμίταν τὴν ἐν τῇ Βαβυλωνίᾳ στάδιοί εἰσιν ὀκτακισχίλιοι, καθάπερ εἴρηκεν Ἀπολλόδωρος ὁ ἐκ τῆς Ἀρτεμίτας, ἐκεῖθεν δʼ ἐπὶ τὸ στόμα τῆς κατὰ Πέρσας θαλάττης ἄλλο τοσοῦτόν ἐστι, καὶ πάλιν τοσοῦτον ἢ μικρὸν ἀπολεῖπον εἰς τὰ ἀνταίροντα τοῖς ἄκροις τῆς Αἰθιοπίας, λοιπὸν ἂν εἴη τοῦ πλάτους τῆς οἰκουμένης τοῦ λεχθέντος ἀπὸ τοῦ μυχοῦ τῆς Ὑρκανίας θαλάττης ἐπὶ τοῦ στόματος αὐτῆς ὅσον εἰρήκαμεν. μυούρου δʼ ὄντος τοῦ τμήματος τούτου τῆς γῆς ἐπὶ τὰ πρὸς ἕω μέρη, γίνοιτʼ ἂν τὸ σχῆμα προσόμοιον μαγειρικῇ κοπίδι, τοῦ μὲν ὄρους ἐπʼ εὐθείας ὄντος καὶ νοουμένου κατὰ τὴν ἀκμὴν τῆς κοπίδος, τῆς δʼ ἀπὸ τοῦ στόματος τοῦ Ὑρκανίου παραλίας ἐπὶ Τάμαρον κατὰ θάτερον πλευρὸν εἰς περιφερῆ καὶ μύουρον γραμμὴν ἀπολῆγον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐπιμνηστέον δὲ καὶ τῶν παραδόξων ἐνίων ἃ θρυλοῦσι περὶ τῶν τελέως βαρβάρων, οἷον τῶν περὶ τὸν Καύκασον καὶ τὴν ἄλλην ὀρεινήν. τοῖς μὲν γὰρ νόμιμον εἶναί φασι τὸ τοῦ Εὐριπίδου τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά, τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.Eur. Cresphontes 449 (Nauck)ἑτέροις δὲ μηδένα ἀποκτείνειν τῶν ἐξαμαρτόντων τὰ μέγιστα, ἀλλʼ ἐξορίζειν μόνον μετὰ τῶν τέκνων, ὑπεναντίως τοῖς Δέρβιξι· καὶ γὰρ ἐπὶ μικροῖς οὗτοι σφάττουσι. σέβονται δὲ γῆν οἱ Δέρβικες· θύουσι δʼ οὐδὲν θῆλυ οὐδὲ ἐσθίουσι· τοὺς δὲ ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονότας σφάττουσιν, ἀναλίσκουσι δὲ τὰς σάρκας οἱ ἄγχιστα γένους· τὰς δὲ γραίας ἀπάγχουσιν, εἶτα θάπτουσι· τοὺς δὲ ἐντὸς ἑβδομήκοντα ἐτῶν ἀποθανόντας οὐκ ἐσθίουσιν ἀλλὰ θάπτουσι. Σίγιννοι δὲ τἆλλα μὲν περσίζουσιν, ἱππαρίοις δὲ χρῶνται μικροῖς δασέσιν, ἅπερ ἱππότην ὀχεῖν μὲν οὐ δύναται, τέθριππα δὲ ζευγνύουσιν· ἡνιοχοῦσι δὲ γυναῖκες ἐκ παίδων ἠσκημέναι, ἡ δʼ ἄριστα ἡνιοχοῦσα συνοικεῖ ᾧ βούλεται· τινὰς δʼ ἐπιτηδεύειν φασὶν ὅπως ὡς μακροκεφαλώτατοι φανοῦνται καὶ προπεπτωκότες τοῖς μετώποις ὥσθʼ ὑπερκύπτειν τῶν γενείων. Ταπύρων δʼ ἔστι καὶ τὸ τοὺς μὲν ἄνδρας μελανειμονεῖν καὶ μακροκομεῖν, τὰς δὲ γυναῖκας λευχειμονεῖν καὶ βραχυκομεῖνpost βραχυκομεῖν· οἰκοῦσι δὲ μεταξὺ Δερβίκων καὶ Ὑρκανῶν. καὶ ὁ ἀνδρειότατος κριθεὶς γαμεῖ ἣν βούλεται. Κάσπιοι δὲ τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη λιμοκτονήσαντες εἰς τὴν ἐρημίαν ἐκτιθέασιν, ἄπωθεν δὲ σκοπεύοντες ἐὰν μὲν ὑπʼ ὀρνίθων κατασπωμένους ἀπὸ τῆς κλίνης ἴδωσιν, εὐδαιμονίζουσιν, ἐὰν δὲ ὑπὸ θηρίων ἢ κυνῶν, ἧττον, ἐὰν δʼ ὑπὸ μηδενός, κακοδαιμονίζουσι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐπεὶ δὲ τὰ βόρεια μέρη τῆς Ἀσίας ποιεῖ ὁ Ταῦρος, ἃ δὴ καὶ ἐντὸς τοῦ Ταύρου καλοῦσιν, εἰπεῖν προειλόμεθα πρῶτον περὶ τούτων· τούτων δʼ ἐστὶ καὶ τὰ ἐν τοῖς ὄρεσιν αὐτοῖς ἢ ὅλα ἢ τὰ πλεῖστα. ὅσα μὲν οὖν τῶν Κασπίων πυλῶν ἑωθινώτερά ἐστιν, ἁπλουστέραν ἔχει τὴν περιήγησιν διὰ τὴν ἀγριότητα, οὐ πολύ τε ἂν διαφέροι τοῦδε ἢ τοῦδε τοῦ κλίματος συγκαταλεχθέντα· τὰ δʼ ἑσπέρια πάντα δίδωσιν εὐπορίαν τοῦ λέγειν περὶ αὐτῶν, ὥστε δεῖ προάγειν ἐπὶ τὰ παρακείμενα ταῖς Κασπίαις πύλαις. παράκειται δὲ ἡ Μηδία πρὸς δύσιν, χώρα καὶ πολλὴ καὶ δυναστεύσασά ποτε καὶ ἐν μέσῳ τῷ Ταύρῳ κειμένη, πολυσχιδεῖ κατὰ ταῦτα ὑπάρχοντι τὰ μέρη καὶ αὐλῶνας ἐμπεριλαμβάνοντι μεγάλους, καθάπερ καὶ τῇ Ἀρμενίᾳ τοῦτο συμβέβηκε. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὸ γὰρ ὄρος τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς Καρίας καὶ Λυκίας, ἀλλʼ ἐνταῦθα μὲν οὔτε πλάτος οὔτε ὕψος ἀξιόλογον δείκνυσιν· ἐξαίρεται δὲ πολὺ πρῶτον κατὰ τὰς Χελιδονίας (αὗται δʼ εἰσὶ νῆσοι κατὰ τὴν ἀρχὴν τῆς Παμφύλων παραλίας), ἐπὶ δὲ τὰς ἀνατολὰς ἐκτεινόμενον αὐλῶνας μακροὺς ἀπολαμβάνει τοὺς τῶν Κιλίκων· εἶτα τῇ μὲν τὸ Ἀμανὸν ἀπʼ αὐτοῦ σχίζεται τῇ δὲ ὁ Ἀντίταυρος, ἐν ᾧ τὰ Κόμανα ἵδρυται τὰ ἐν τοῖς ἄνω λεγομένοις Καππάδοξιν. οὗτος μὲν οὖν ἐν τῇ Καταονίᾳ τελευτᾷ, τὸ δὲ Ἀμανὸν ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθʼ ἣν ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται· ἐκδέχεται δὲ τὰ πέραν τοῦ Εὐφράτου ὄρη, συνεχῆ μὲν τοῖς προειρημένοις πλὴν ὅσον διακόπτει ῥέων διὰ μέσων ὁ ποταμός, πολλὴν δʼ ἐπίδοσιν λαμβάνει εἰς τὸ ὕψος καὶ τὸ πλάτος καὶ τὸ πολυσχιδές. τὸ δʼ οὖν νοτιώτατον μάλιστά ἐστιν ὁ Ταῦρος ὁρίζων τὴν Ἀρμενίαν ἀπὸ τῆς Μεσοποταμίας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐντεῦθεν δὲ ἀμφότεροι ῥέουσιν οἱ τὴν Μεσοποταμίαν ἐγκυκλούμενοι ποταμοὶ καὶ συνάπτοντες ἀλλήλοις ἐγγὺς κατὰ τὴν Βαβυλωνίαν, εἶτα ἐκδιδόντες εἰς τὴν κατὰ Πέρσας θάλατταν, ὅ τε Εὐφράτης καὶ Τίγρις. ἔστι δὲ καὶ μείζων ὁ Εὐφράτης καὶ πλείω διέξεισι χώραν σκολιῷ τῷ ῥείθρῳ, τὰς πηγὰς ἔχων ἐν τῷ προσβορείῳ μέρει τοῦ Ταύρου, ῥέων δʼ ἐπὶ δύσιν διὰ τῆς Ἀρμενίας τῆς μεγάλης καλουμένης μέχρι τῆς μικρᾶς, ἐν δεξιᾷ ἔχων ταύτην ἐν ἀριστερᾷ δὲ τὴν Ἀκιλισηνήν· εἶτʼ ἐπιστρέφει πρὸς νότον, συνάπτει δὲ κατὰ τὴν ἐπιστροφὴν τοῖς Καππαδόκων ὁρίοις· δεξιᾷ δὲ ταῦτα ἀφεὶς καὶ τὰ τῶν Κομμαγηνῶν, ἀριστερᾷ δὲ τὴν Ἀκιλισηνὴν καὶ Σωφηνὴν τῆς μεγάλης Ἀρμενίας πρόεισιν ἐπὶ τὴν Συρίαν καὶ λαμβάνει πάλιν ἄλλην ἐπιστροφὴν εἰς τὴν Βαβυλωνίαν καὶ τὸν Περσικὸν κόλπον. ὁ δὲ Τίγρις ἐκ τοῦ νοτίου μέρους τοῦ αὐτοῦ ὄρους ἐνεχθεὶς ἐπὶ τὴν Σελεύκειαν συνάπτει τῷ Εὐφράτῃ πλησίον καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸς αὐτόν, εἶτʼ ἐκδίδωσι καὶ αὐτὸς εἰς τὸν αὐτὸν κόλπον. διέχουσι δὲ ἀλλήλων αἱ πηγαὶ τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγριος περὶ δισχιλίους καὶ πεντακοσίους σταδίους. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἀπὸ δʼ οὖν τοῦ Ταύρου πρὸς ἄρκτον ἀποσχίδες πολλαὶ γεγόνασι, μία μὲν ἡ τοῦ καλουμένου Ἀντιταύρου· καὶ γὰρ ἐνταῦθα οὕτως ὠνομάζετο ὁ τὴν Σωφηνὴν ἀπολαμβάνων ἐν αὐλῶνι μεταξὺ κειμένῳ αὐτοῦ τε καὶ τοῦ Ταύρου. πέραν δὲ τοῦ Εὐφράτου κατὰ τὴν μικρὰν Ἀρμενίαν ἐφεξῆς τῷ Ἀντιταύρῳ πρὸς ἄρκτον ἐπεκτείνεται μέγα ὄρος καὶ πολυσχιδές· καλοῦσι δὲ τὸ μὲν αὐτοῦ Παρυάδρην τὸ δὲ Μοσχικὰ ὄρη τὸ δʼ ἄλλοις ὀνόμασι· ταῦτα δʼ ἀπολαμβάνει τὴν Ἀρμενίαν ὅλην μέχρι Ἰβήρων καὶ Ἀλβανῶν. εἶτʼ ἄλλʼ ἐπανίσταται πρὸς ἕω, τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης μέχρι Μηδίας τῆς τε Ἀτροπατίου καὶ τῆς μεγάλης· καλοῦσι δὲ καὶ ταῦτα τὰ μέρη πάντα τῶν ὀρῶν Παραχοάθραν καὶ τὰ μέχρι τῶν Κασπίων πυλῶν καὶ ἐπέκεινα ἔτι πρὸς ταῖς ἀνατολαῖς τὰ συνάπτοντα τῇ Ἀρίᾳ. τὰ μὲν δὴ πρόσβορρα ὄρη οὕτω καλοῦσι, τὰ δὲ νότια τὰ πέραν τοῦ Εὐφράτου τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς πρὸς ἕω τείνοντα κατʼ ἀρχὰς μὲν αὐτὸ τοῦτο καλεῖται Ταῦρος, διορίζων τὴν Σωφηνὴν καὶ τὴν ἄλλην Ἀρμενίαν ἀπὸ τῆς Μεσοποταμίας· τινὲς δὲ Γορδυαῖα ὄρη καλοῦσιν. ἐν δὲ τούτοις ἐστὶ καὶ τὸ Μάσιον, τὸ ὑπερκείμενον τῆς Νισίβιος ὄρος καὶ τῶν Τιγρανοκέρτων. ἔπειτα ἐξαίρεται πλέον καὶ καλεῖται Νιφάτης· ἐνταῦθα δέ που καὶ τοῦ Τίγριος πηγαὶ κατὰ τὸ νότιον τῆς ὀρεινῆς πλευρόν· εἶτʼ ἀπὸ τοῦ Νιφάτου μᾶλλον ἔτι καὶ μᾶλλον ἡ ῥάχις ἐκτεινομένη τὸ Ζάγριον ὄρος ποιεῖ τὸ διορίζον τὴν Μηδίαν καὶ τὴν Βαβυλωνίαν· μετὰ δὲ τὸ Ζάγριον ἐκδέχεται ὑπὲρ μὲν τῆς Βαβυλωνίας ἥ τε τῶν Ἐλυμαίων ὀρεινὴ καὶ ἡ τῶν Παραιτακηνῶν, ὑπὲρ δὲ τῆς Μηδίας ἡ τῶν Κοσσαίων· ἐν μέσῳ δʼ ἐστὶν ἡ Μηδία καὶ ἡ Ἀρμενία, πολλὰ μὲν ὄρη περιλαμβάνουσα πολλὰ δὲ ὀροπέδια, ὡσαύτως δὲ πεδία καὶ αὐλῶνας μεγάλους, συχνὰ δὲ καὶ ἔθνη τὰ περιοικοῦντα, μικρὰ ὀρεινὰ καὶ λῃστρικὰ τὰ πλείω. οὕτω μὲν τοίνυν τίθεμεν ἐντὸς τοῦ Ταύρου τήν τε Μηδίαν, ἧς εἰσι καὶ αἱ Κάσπιοι πύλαι, καὶ τὴν Ἀρμενίαν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καθʼ ἡμᾶς μὲν τοίνυν προσάρκτια ἂν εἴη τὰ ἔθνη ταῦτα, ἐπειδὴ καὶ ἐντὸς τοῦ Ταύρου, Ἐρατοσθένης δὲ πεποιημένος τὴν διαίρεσιν εἰς τὰ νότια μέρη καὶ τὰ προσάρκτια καὶ τὰς ὑπʼ αὐτοῦ λεγομένας σφραγῖδας, τὰς μὲν βορείους καλῶν τὰς δὲ νοτίους, ὅρια ἀποφαίνει τῶν κλιμάτων ἀμφοῖν τὰς Κασπίους πύλας· εἰκότως οὖν τὰ νοτιώτεραpost νοτιώτερα· πρὸς ἕω τείνοντα τῶν Κασπίων πυλῶν νότια ἂν ἀποφαίνοι, ὧν ἐστι καὶ ἡ Μηδία καὶ ἡ Ἀρμενία, τὰ δὲ βορειότερα πρόσβορρα, κατʼ ἄλλην καὶ ἄλλην διάταξιν τούτου συμβαίνοντος. τάχα δὲ οὐκ ἐπέβαλε τούτῳ, διότι ἔξω τοῦ Ταύρου πρὸς νότον οὐδέν ἐστιν οὔτε τῆς Ἀρμενίας μέρος οὔτε τῆς Μηδίας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἡ δὲ Μηδία δίχα διῄρηται· καλοῦσι δὲ τὴν μὲν μεγάλην, ἧς μητρόπολις τὰ Ἐκβάτανα, μεγάλη πόλις καὶ τὸ βασίλειον ἔχουσα τῆς Μήδων ἀρχῆς· διατελοῦσι δὲ καὶ νῦν οἱ Παρθυαῖοι τούτῳ χρώμενοι βασιλείῳ, καὶ θερίζουσί γε ἐνταῦθα οἱ βασιλεῖς· ψυχρὰ γὰρ ἡ Μηδία· τὸ δὲ χειμάδιόν ἐστιν αὐτοῖς ἐν Σελευκείᾳ τῇ ἐπὶ τῷ Τίγριδι πλησίον Βαβυλῶνος. ἡ δʼ ἑτέρα μερίς ἐστιν ἡ Ἀτροπάτιος Μηδία· τοὔνομα δʼ ἔσχεν ἀπὸ τοῦ ἡγεμόνος Ἀτροπάτου, ὃς ἐκώλυσεν ὑπὸ τοῖς Μακεδόσι γίνεσθαι καὶ ταύτην μέρος οὖσαν μεγάλης Μηδίας· καὶ δὴ καὶ βασιλεὺς ἀναγορευθεὶς ἰδίᾳ συνέταξε καθʼ αὑτὴν τὴν χώραν ταύτην, καὶ ἡ διαδοχὴ σώζεται μέχρι νῦν ἐξ ἐκείνου, πρός τε τοὺς Ἀρμενίων βασιλέας ποιησαμένων ἐπιγαμίας τῶν ὕστερον καὶ Σύρων καὶ μετὰ ταῦτα Παρθυαίων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | κεῖται δὲ ἡ χώρα τῇ μὲν Ἀρμενίᾳpost Ἀρμενίᾳ· καὶ τῇ Ματιανῇ πρὸς ἕω τῇ δὲ μεγάλῃ Μηδίᾳ πρὸς δύσιν, πρὸς ἄρκτον δʼ ἀμφοτέραις· τοῖς δὲ περὶ τὸν μυχὸν τῆς Ὑρκανίας θαλάττης καὶ τῇ Ματιανῇ ἀπὸ νότου παράκειται. ἔστι δʼ οὐ μικρὰ κατὰ τὴν δύναμιν, ὥς φησιν Ἀπολλωνίδης, ἥ γε καὶ μυρίους ἱππέας δύναται παρέχεσθαι, πεζῶν δὲ τέτταρας μυριάδας. λίμνην δʼ ἔχει τὴν Καπαῦτα, ἐν ᾗ ἅλες ἐπανθοῦντες πήττονται· εἰσὶ δὲ κνησμώδεις καὶ ἐπαλγεῖς· ἔλαιον δὲ τοῦ πάθους ἄκος, ὕδωρ δὲ γλυκὺ τοῖς καπυρωθεῖσιν ἱματίοις, εἴ τις κατʼ ἄγνοιαν βάψειεν εἰς αὐτὴν πλύσεως χάριν. ἔχουσι δʼ ἰσχυροὺς γείτονας τοὺς Ἀρμενίους καὶ τοὺς Παρθυαίους, ὑφʼ ὧν περικόπτονται πολλάκις· ἀντέχουσι δʼ ὅμως καὶ ἀπολαμβάνουσι τὰ ἀφαιρεθέντα, καθάπερ τὴν Συμβάκην ἀπέλαβον παρὰ τῶν Ἀρμενίων ὑπὸ Ῥωμαίοις γεγονότων, καὶ αὐτοὶ προσεληλύθασι τῇ φιλίᾳ τῇ πρὸς Καίσαρα· θεραπεύουσι δʼ ἅμα καὶ τοὺς Παρθυαίους. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | βασίλειον δʼ αὐτῶν θερινὸν μὲν ἐν πεδίῳ ἱδρυμένον Γάζακα, χειμερινὸν δὲ ἐν φρουρίῳ ἐρυμνῷ Ὀυέρα, ὅπερ Ἀντώνιος ἐπολιόρκησε κατὰ τὴν ἐπὶ Παρθυαίους στρατείαν. διέχει δὲ τοῦτο τοῦ Ἀράξου ποταμοῦ τοῦ ὁρίζοντος τήν τε Ἀρμενίαν καὶ τὴν Ἀτροπατηνὴν σταδίους δισχιλίους καὶ τετρακοσίους, ὥς φησιν ὁ Δέλλιος ὁ τοῦ Ἀντωνίου φίλος, συγγράψας τὴν ἐπὶ Παρθυαίους αὐτοῦ στρατείαν ἐν ᾗ παρῆν καὶ αὐτὸς ἡγεμονίαν ἔχων. ἔστι δὲ τῆς χώρας ταύτης τὰ μὲν ἄλλα εὐδαίμονα χωρία, ἡ δὲ προσάρκτιος ὀρεινὴ καὶ τραχεῖα καὶ ψυχρά, Καδουσίων κατοικία τῶν ὀρεινῶν καὶ Ἀμάρδων καὶ Ταπύρων καὶ Κυρτίων καὶ ἄλλων τοιούτων, οἳ μετανάσται εἰσὶ καὶ λῃστρικοί. καὶ γὰρ ὁ Ζάγρος καὶ ὁ Νιφάτης κατεσπαρμένα ἔχουσι τὰ ἔθνη ταῦτα, καὶ οἱ ἐν τῇ Περσίδι Κύρτιοι καὶ Μάρδοι (καὶ γὰρ οὕτω λέγονται οἱ Ἄμαρδοι) καὶ οἱ ἐν τῇ Ἀρμενίᾳ μέχρι νῦν ὁμωνύμως προσαγορευόμενοι τῆς αὐτῆς εἰσὶν ἰδέας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οἱ δʼ οὖν Καδούσιοι πλήθει τῷ πεζῷ μικρὸν ἀπολείπονται τῶν Ἀριανῶν, ἀκοντισταὶ δʼ εἰσὶν ἄριστοι, ἐν δὲ τοῖς τραχέσιν ἀνθʼ ἱππέων πεζοὶ διαμάχονται. Ἀντωνίῳ δὲ χαλεπὴν τὴν στρατείαν ἐποίησεν οὐχ ἡ τῆς χώρας φύσις, ἀλλʼ ὁ τῶν ὁδῶν ἡγεμών, ὁ τῶν Ἀρμενίων βασιλεὺς Ἀρταουάσδης, ὃν εἰκῆ ἐκεῖνος ἐπιβουλεύοντα αὐτῷ σύμβουλον ἐποιεῖτο καὶ κύριον τῆς περὶ τοῦ πολέμου γνώμης· ἐτιμωρήσατο μὲν οὖν αὐτόν, ἀλλʼ ὀψέ, ἡνίκα πολλῶν αἴτιος κατέστη κακῶν Ῥωμαίοις καὶ αὐτὸς καὶ ἐκεῖνος, ὅστις τὴν ἀπὸ τοῦ Ζεύγματος ὁδὸν τοῦ κατὰ τὸν Εὐφράτην μέχρι τοῦ ἅψασθαι τῆς Ἀτροπατηνῆς ὀκτακισχιλίων σταδίων ἐποίησε, πλέον ἢ διπλασίαν τῆς εὐθείας, διὰ ὀρῶν καὶ ἀνοδιῶν καὶ κυκλοπορίας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἡ δὲ μεγάλη Μηδία τὸ μὲν παλαιὸν τῆς Ἀσίας ἡγήσατο πάσης καταλύσασα τὴν τῶν Σύρων ἀρχήν· ὕστερον δʼ ὑπὸ Κύρου καὶ Περσῶν ἀφαιρεθεῖσα τὴν τοσαύτην ἐξουσίαν ἐπὶ Ἀστυάγου διεφύλαττεν ὅμως πολὺ τοῦ πατρίου ἀξιώματος, καὶ ἦν τὰ Ἐκβάτανα χειμάδιον τοῖς Πέρσαις· ὁμοίως δὲ καὶ τοῖς ἐκείνους καταλύσασι Μακεδόσι τοῖς τὴν Συρίαν ἔχουσι, καὶ νῦν ἔτι τοῖς Παρθυαίων βασιλεῦσι τὴν αὐτὴν παρέχεται χρείαν τε καὶ ἀσφάλειαν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὁρίζεται δʼ ἀπὸ μὲν τῆς ἕω τῇ τε Παρθυαίᾳ καὶ τοῖς Κοσσαίων ὄρεσι λῃστρικῶν ἀνθρώπων, οἳ τοξότας μυρίους καὶ τρισχιλίους παρέσχοντό ποτε Ἐλυμαίοις συμμαχοῦντες ἐπὶ Σουσίους καὶ Βαβυλωνίους. Νέαρχος δέ φησι τεττάρων ὄντων λῃστρικῶν ἐθνῶν, ὧν Μάρδοι μὲν Πέρσαις προσεχεῖς ἦσαν, Οὔξιοι δὲ καὶ Ἐλυμαῖοι τούτοις τε καὶ Σουσίοις, Κοσσαῖοι δὲ Μήδοις, πάντας μὲν φόρους πράττεσθαι τοὺς βασιλέας, Κοσσαίους δὲ καὶ δῶρα λαμβάνειν, ἡνίκα ὁ βασιλεὺς θερίσας ἐν Ἐκβατάνοις εἰς τὴν Βαβυλωνίαν καταβαίνοι· καταλῦσαι δʼ αὐτῶν τὴν πολλὴν τόλμαν Ἀλέξανδρον ἐπιθέμενον χειμῶνος. τούτοις τε δὴ ἀφορίζεται πρὸς ἕω καὶ ἔτι τοῖς Παραιτακηνοῖς, οἳ συνάπτουσι Πέρσαις ὀρεινοὶ καὶ αὐτοὶ καὶ λῃστρικοί· ἀπὸ δὲ τῶν ἄρκτων τοῖς ὑπεροικοῦσι τῆς Ὑρκανίας θαλάττης Καδουσίοις καὶ τοῖς ἄλλοις, οὓς ἄρτι διήλθομεν· πρὸς νότον δὲ τῇ Ἀπολλωνιάτιδι, ἣν Σιτακηνὴν ἐκάλουν οἱ παλαιοί, καὶ τῷ Ζάγρῳ, καθʼ ὃ ἡ Μασσαβατικὴ κεῖται τῆς Μηδίας οὖσα, οἱ δὲ τῆς Ἐλυμαίας φασί· πρὸς δύσιν δὲ τοῖς Ἀτροπατίοις καὶ τῶν Ἀρμενίων τισίν. εἰσὶ δὲ καὶ Ἑλληνίδες πόλεις κτίσματα τῶν Μακεδόνων ἐν τῇ Μηδίᾳ, ὧν Λαοδίκειά τε καὶ Ἀπάμεια καὶ ἡ πρὸς Ῥάγαις Ἡράκλεια καὶ αὐτὴ Ῥάγα, τὸ τοῦ Νικάτορος κτίσμα, ὃ ἐκεῖνος μὲν Εὐρωπὸν ὠνόμασε, Πάρθοι δὲ Ἀρσακίαν, νοτιωτέραν οὖσαν τῶν Κασπίων πυλῶν πεντακοσίοις που σταδίοις, ὥς φησιν Ἀπολλόδωρος Ἀρτεμιτηνός. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἡ πολλὴ μὲν οὖν ὑψηλή ἐστι καὶ ψυχρά· τοιαῦτα δὲ καὶ τὰ ὑπερκείμενα τῶν Ἐκβατάνων ὄρη καὶ τὰ περὶ τὰς Ῥάγας καὶ τὰς Κασπίους πύλας καὶ καθόλου τὰ προσάρκτια μέρη τὰ ἐντεῦθεν μέχρι πρὸς τὴν Ματιανὴν καὶ τὴν Ἀρμενίαν. ἡ δʼ ὑπὸ ταῖς Κασπίοις πύλαις ἐν ταπεινοῖς ἐδάφεσι καὶ κοίλοις οὖσα εὐδαίμων σφόδρα ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίας· εἰ δὲ καὶ φύεταί που, ἀλιπής τέ ἐστι καὶ ξηρά· ἱππόβοτος δὲ καὶ αὕτη ἐστὶ διαφερόντως καὶ ἡ Ἀρμενία· καλεῖται δέ τις καὶ λειμὼν ἱππόβοτος, ὃν καὶ διεξίασιν οἱ ἐκ τῆς Περσίδος καὶ Βαβυλῶνος εἰς Κασπίους πύλας ὁδεύοντες, ἐν ᾧ πέντε μυριάδας ἵππων θηλείων νέμεσθαί φασιν ἐπὶ τῶν Περσῶν, εἶναι δὲ τὰς ἀγέλας ταύτας βασιλικάς. τοὺς δὲ Νησαίους ἵππους, οἷς ἐχρῶντο οἱ βασιλεῖς ἀρίστοις οὖσι καὶ μεγίστοις, οἱ μὲν ἐνθένδε λέγουσι τὸ γένος, οἱ δʼ ἐξ Ἀρμενίας· ἰδιόμορφοι δέ εἰσιν, ὥσπερ καὶ οἱ Παρθικοὶ λεγόμενοι νῦν, παρὰ τοὺς Ἑλλαδικοὺς καὶ τοὺς ἄλλους τοὺς παρʼ ἡμῖν. καὶ τὴν βοτάνην δὲ τὴν μάλιστα τρέφουσαν τοὺς ἵππους ἀπὸ τοῦ πλεονάζειν ἐνταῦθα ἰδίως μηδίκην καλοῦμεν. φέρει δὲ καὶ σίλφιον ἡ χώρα, ἀφʼ οὗ ὁ Μηδικὸς καλούμενος ὀπός, πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ· ἔστι δʼ ὅτε καὶ διαφέρων ἐκείνου, εἴτε παρὰ τὰς τῶν τόπων διαφορὰς εἴτε τοῦ φυτοῦ κατʼ εἶδος ἐξαλλάττοντος, εἴτε καὶ παρὰ τοὺς ὀπίζοντας καὶ σκευάζοντας ὥστε συμμένειν πρὸς τὴν ἀπόθεσιν καὶ τὴν χρείαν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοιαύτη μέν τις ἡ χώρα· τὸ δὲ μέγεθος πάρισός πώς ἐστιν εἰς πλάτος καὶ μῆκος· δοκεῖ δὲ μέγιστον εἶναι μῆκος τῆς Μηδίας τὸ ἀπὸ τῆς τοῦ Ζάγρου ὑπερθέσεως, ἥπερ καλεῖται Μηδικὴ πύλη, εἰς Κασπίους πύλας διὰ τῆς Σιγριανῆς σταδίων τετρακισχιλίων ἑκατόν. τῷ δὲ μεγέθει καὶ τῇ δυνάμει τῆς χώρας ὁμολογεῖ καὶ ἡ περὶ τῶν φόρων ἱστορία· τῆς γὰρ Καππαδοκίας παρεχούσης τοῖς Πέρσαις κατʼ ἐνιαυτὸν πρὸς τῷ ἀργυρικῷ τέλει ἵππους χιλίους καὶ πεντακοσίους, ἡμιόνους δὲ δισχιλίους, προβάτων δὲ πέντε μυριάδας, διπλάσια σχεδόν τι τούτων ἐτέλουν οἱ Μῆδοι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔθη δὲ τὰ πολλὰ μὲν τὰ αὐτὰ τούτοις τε καὶ τοῖς Ἀρμενίοις διὰ τὸ καὶ τὴν χώραν παραπλησίαν εἶναι. τοὺς μέντοι Μήδους ἀρχηγέτας εἶναί φασι καὶ τούτοις καὶ ἔτι πρότερον Πέρσαις τοῖς ἔχουσιν αὐτοὺς καὶ διαδεξαμένοις τὴν τῆς Ἀσίας ἐξουσίαν. ἡ γὰρ νῦν λεγομένη Περσικὴ στολὴ καὶ ὁ τῆς τοξικῆς καὶ ἱππικῆς ζῆλος καὶ ἡ περὶ τοὺς βασιλέας θεραπεία καὶ κόσμος καὶ σεβασμὸς θεοπρεπὴς παρὰ τῶν ἀρχομένων εἰς τοὺς Πέρσας παρὰ Μήδων ἀφῖκται. καὶ ὅτι τοῦτʼ ἀληθὲς ἐκ τῆς ἐσθῆτος μάλιστα δῆλον· τιάρα γάρ τις καὶ κίταρις καὶ πῖλος καὶ χειριδωτοὶ χιτῶνες καὶ ἀναξυρίδες ἐν μὲν τοῖς ψυχροῖς τόποις καὶ προσβόρροις ἐπιτήδειά ἐστι φορήματα, οἷοί εἰσιν οἱ Μηδικοί, ἐν δὲ τοῖς νοτίοις ἥκιστα· οἱ δὲ Πέρσαι τὴν πλείστην οἴκησιν ἐπὶ τῇ Ἐρυθρᾷ θαλάττῃ κέκτηνται, μεσημβρινώτεροι καὶ Βαβυλωνίων ὄντες καὶ Σουσίων· μετὰ δὲ τὴν κατάλυσιν τὴν τῶν Μήδων προσεκτήσαντό τινα καὶ τῶν προσαπτομένων Μηδίᾳ. ἀλλʼ οὕτως ἐφάνη σεμνὰ καὶ τοῦ βασιλικοῦ προσχήματος οἰκεῖαante τὰ· καὶ τὰ ἔθη τοῖς νικήσασι τὰ τῶν νικηθέντων, ὥστʼ ἀντὶ γυμνητῶν καὶ ψιλῶν θηλυστολεῖν ὑπέμειναν, καὶ κατηρεφεῖς εἶναι τοῖς σκεπάσμασι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τινὲς δὲ Μήδειαν καταδεῖξαι τὴν ἐσθῆτα ταύτην φασὶ δυναστεύσασαν ἐν τοῖς τόποις, καθάπερ καὶ Ἰάσονα, καὶ ἐπικρυπτομένην τὴν ὄψιν ὅτε ἀντὶ τοῦ βασιλέως ἐξίοι· τοῦ μὲν οὖν Ἰάσονος ὑπομνήματα εἶναι τὰ Ἰασόνια ἡρῷα τιμώμενα σφόδρα ὑπὸ τῶν βαρβάρων (ἔστι δὲ καὶ ὄρος μέγα ὑπὲρ τῶν Κασπίων πυλῶν ἐν ἀριστερᾷ καλούμενον Ἰασόνιον), τῆς δὲ Μηδείας τὴν ἐσθῆτα καὶ τοὔνομα τῆς χώρας. λέγεται δὲ καὶ Μῆδος υἱὸς αὐτῆς διαδέξασθαι τὴν ἀρχὴν καὶ τὴν χώραν ἐπώνυμον αὑτοῦ καταλιπεῖν. ὁμολογεῖ δὲ τούτοις καὶ τὰ κατὰ τὴν Ἀρμενίαν Ἰασόνια καὶ τὸ τῆς χώρας ὄνομα καὶ ἄλλα πλείω περὶ ὧν ἐροῦμεν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καὶ τοῦτο δὲ Μηδικὸν τὸ βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, ἀλλʼ οὐ πᾶσιν ἀλλὰ τοῖς ὀρείοις· μᾶλλον δὲ τὸ τοῖς βασιλεῦσιν πολλὰς εἶναι γυναῖκας· τοῖς δʼ ὀρείοις τῶν Μήδων καὶ πᾶσιν ἔθος τοῦτο, ἐλάττους δὲ τῶν πέντε οὐκ ἔξεστιν· ὡς δʼ αὕτως τὰς γυναῖκάς φασιν ἐν καλῷ τίθεσθαι ὅτι πλείστους νέμειν ἄνδρας, τῶν πέντε δὲ ἐλάττους συμφορὰν ἡγεῖσθαι. τῆς δʼ ἄλλης Μηδίας εὐδαιμονούσης τελέως λυπρά ἐστιν ἡ προσάρκτιος ὀρεινή· σιτοῦνται γοῦν ἀπὸ ἀκροδρύων, ἔκ τε μήλων ξηρῶν κοπέντων ποιοῦνται μάζας, ἀπὸ δʼ ἀμυγδάλων φωχθέντων ἄρτους, ἐκ δὲ ῥιζῶν τινων οἶνον ἐκθλίβουσι, κρέασι δὲ χρῶνται θηρείοις, ἥμερα δὲ οὐ τρέφουσι θρέμματα. τοσαῦτα καὶ περὶ Μήδων φαμέν· περὶ δὲ τῶν νομίμων κοινῇ τῆς συμπάσης Μηδίας, ἐπειδὴ ταὐτὰ τοῖς Περσικοῖς γεγένηται διὰ τὴν τῶν Περσῶν ἐπικράτειαν, ἐν τῷ περὶ ἐκείνων λόγῳ φήσομεν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τῆς δʼ Ἀρμενίας τὰ μὲν νότια προβέβληται τὸν Ταῦρον, διείργοντα αὐτὴν ἀφʼ ὅλης τῆς μεταξὺ Εὐφράτου καὶ τοῦ Τίγριος, ἣν Μεσοποταμίαν καλοῦσι, τὰ δὲ ἑωθινὰ τῇ Μηδίᾳ συνάπτει τῇ μεγάλῃ καὶ τῇ Ἀτροπατηνῇ· προσάρκτια δέ ἐστι τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης ὄρη τὰ τοῦ Παραχοάθρα καὶ Ἀλβανοὶ καὶ Ἴβηρες καὶ ὁ Καύκασος ἐγκυκλούμενος τὰ ἔθνη ταῦτα καὶ συνάπτων τοῖς Ἀρμενίοις, συνάπτων δὲ καὶ τοῖς Μοσχικοῖς ὄρεσι καὶ Κολχικοῖς μέχρι τῶν καλουμένων Τιβαρανῶν· ἀπὸ δὲ τῆς ἑσπέρας ταῦτά ἐστι τὰ ἔθνη καὶ ὁ Παρυάδρης καὶ ὁ Σκυδίσης μέχρι τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς τοῦ Εὐφράτου ποταμίας, ἣ διείργει τὴν Ἀρμενίαν ἀπὸ τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὁ γὰρ Εὐφράτης ἀπὸ τῆς βορείου πλευρᾶς τοῦ Ταύρου τὰς ἀρχὰς ἔχων τὸ μὲν πρῶτον ῥεῖ πρὸς δύσιν διὰ τῆς Ἀρμενίας, εἶτʼ ἐπιστρέφει πρὸς νότον καὶ διακόπτει τὸν Ταῦρον μεταξὺ τῶν Ἀρμενίων τε καὶ Καππαδόκων καὶ Κομμαγηνῶν, ἐκπεσὼν δʼ ἔξω καὶ γενόμενος κατὰ τὴν Συρίαν ἐπιστρέφει πρὸς χειμερινὰς ἀνατολὰς μέχρι Βαβυλῶνος καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸς τὸν Τίγριν· ἀμφότεροι δὲ τελευτῶσιν εἰς τὸν Περσικὸν κόλπον. τὰ μὲν δὴ κύκλῳ τοιαῦτα, ὀρεινὰ σχεδόν τι πάντα καὶ τραχέα πλὴν τῶν πρὸς τὴν Μηδίαν κεκλιμένων ὀλίγων. πάλιν δὲ τοῦ λεχθέντος Ταύρου τὴν ἀρχὴν λαμβάνοντος ἀπὸ τῆς περαίας τῶν Κομμαγηνῶν καὶ τῶν Μελιτηνῶν ἣν ὁ Εὐφράτης ποιεῖ, Μάσιον μέν ἐστι τὸ ὑπερκείμενον ὄρος τῶν ἐν τῇ Μεσοποταμίᾳ Μυγδόνων ἐκ νότου, ἐν οἷς ἡ Νίσιβίς ἐστιν· ἐκ δὲ τῶν πρὸς ἄρκτον μερῶν ἡ Σωφηνὴ κεῖται μεταξὺ τοῦ τε Μασίου καὶ τοῦ Ἀντιταύρου. οὗτος δʼ ἀπὸ τοῦ Εὐφράτου καὶ τοῦ Ταύρου τὴν ἀρχὴν λαβὼν τελευτᾷ πρὸς τὰ ἑῷα τῆς Ἀρμενίας ἀπολαμβάνων μέσην τὴν Σωφηνήν, ἐκ θατέρου δὲ μέρους ἔχων τὴν Ἀκιλισηνὴν μεταξὺ ἱδρυμένην τοῦ Ταύρου τε καὶ τῆς τοῦ Εὐφράτου ποταμίας πρὶν ἢ κάμπτειν αὐτὴν ἐπὶ νότον. βασίλειον δὲ τῆς Σωφηνῆς Καρκαθιόκερτα. τοῦ δὲ Μασίου ὑπέρκειται πρὸς ἕω πολὺ κατὰ τὴν Γορδυηνὴν ὁ Νιφάτης, εἶθʼ ὁ Ἄβος, ἀφʼ οὗ καὶ ὁ Εὐφράτης ῥεῖ καὶ ὁ Ἀράξης, ὁ μὲν πρὸς δύσιν ὁ δὲ πρὸς ἀνατολάς· εἶθʼ ὁ Νίβαρος μέχρι τῆς Μηδίας παρατείνει. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὁ μὲν οὖν Εὐφράτης εἴρηται ὃν τρόπον ῥεῖ· ὁ δὲ Ἀράξης πρὸς τὰς ἀνατολὰς ἐνεχθεὶς μέχρι τῆς Ἀτροπατηνῆς κάμπτει πρὸς δύσιν καὶ πρὸς ἄρκτους καὶ παραρρεῖ τὰ Ἄζαρα πρῶτον, εἶτʼ Ἀρτάξατα, πόλεις Ἀρμενίων· ἔπειτα διὰ τοῦ Ἀραξηνοῦ πεδίου πρὸς τὸ Κάσπιον ἐκδίδωσι πέλαγος. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐν αὐτῇ δὲ τῇ Ἀρμενίᾳ πολλὰ μὲν ὄρη πολλὰ δὲ ὀροπέδια, ἐν οἷς οὐδʼ ἄμπελος φύεται ῥᾳδίως, πολλοὶ δʼ αὐλῶνες οἱ μὲν μέσως οἱ δὲ καὶ σφόδρα εὐδαίμονες καθάπερ τὸ Ἀραξηνὸν πεδίον, διʼ οὗ ὁ Ἀράξης ποταμὸς ῥέων εἰς τὰ ἄκρα τῆς Ἀλβανίας καὶ τὴν Κασπίαν ἐκπίπτει θάλατταν, καὶ μετὰ ταῦτα ἡ Σακασηνὴ καὶ αὐτὴ τῇ Ἀλβανίᾳ πρόσχωρος καὶ τῷ Κύρῳ ποταμῷ, εἶθʼ ἡ Γωγαρηνή· πᾶσα γὰρ ἡ χώρα αὕτη καρποῖς τε καὶ τοῖς ἡμέροις δένδρεσι καὶ τοῖς ἀειθαλέσι πληθύει, φέρει δὲ καὶ ἐλαίαν. ἔστι δὲ καὶ ἡ Φαυηνὴ τῆς Ἀρμενίας ἐπαρχία καὶ ἡ Κωμισηνὴ καὶ Ὀρχιστηνὴ πλείστην ἱππείαν παρέχουσα· ἡ δὲ Χορζηνὴ καὶ Καμβυσηνὴ προσβορρόταταί εἰσι καὶ νιφόβολοι μάλιστα, συνάπτουσαι τοῖς Καυκασίοις ὄρεσι καὶ τῇ Ἰβηρίᾳ καὶ τῇ Κολχίδι· ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν πολλάκις καὶ συνοδίας ὅλας ἐν τῇ χιόνι καταπίνεσθαι νιφετῶν γινομένων ἐπὶ πλέον· ἔχειν δὲ καὶ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους, ἃς παρεξαίροντας εἰς τὴν ἐπιφάνειαν ἀναπνοῆς τε χάριν καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν ὥστε βοηθείας τυγχάνειν, ἀνορύττεσθαι καὶ σώζεσθαι. ἐν δὲ τῇ χιόνι βώλους πήγνυσθαί φασι κοίλας περιεχούσας χρηστὸν ὕδωρ ὡς ἐν χιτῶνι, καὶ ζῷα δὲ ἐν αὐτῇ γεννᾶσθαι· καλεῖ δὲ σκώληκας Ἀπολλωνίδης, Θεοφάνης δὲ θρῖπας· κἀν τούτοις ἀπολαμβάνεσθαι χρηστὸν ὕδωρ, περισχισθέντων δὲ τῶν χιτώνων πίνεσθαι· τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἱστοροῦσι δὲ τὴν Ἀρμενίαν μικρὰν πρότερον οὖσαν αὐξηθῆναι διὰ τῶν περὶ Ἀρταξίαν καὶ Ζαρίαδριν, οἳ πρότερον μὲν ἦσαν Ἀντιόχου τοῦ μεγάλου στρατηγοί, βασιλεύσαντες δʼ ὕστερον μετὰ τὴν ἐκείνου ἧτταν ὁ μὲν τῆς Σωφηνῆς καὶ τῆς Ἀκισηνῆς καὶ Ὀδομαντίδος καὶ ἄλλων τινῶν ὁ δὲ τῆς περὶ Ἀρτάξατα, συνηύξησαν ἐκ τῶν περικειμένων ἐθνῶν ἀποτεμόμενοι μέρη, ἐκ Μήδων μὲν τήν τε Κασπιανὴν καὶ Φαυνῖτιν καὶ Βασοροπέδαν, Ἰβήρων δὲ τήν τε παρώρειαν τοῦ Παρυάδρου καὶ τὴν Χορζηνὴν καὶ Γωγαρηνήν, πέραν οὖσαν τοῦ Κύρου, Χαλύβων δὲ καὶ Μοσυνοίκων Καρηνῖτιν καὶ Ξερξήνην, ἃ τῇ μικρᾷ Ἀρμενίᾳ ἐστὶν ὅμορα ἢ καὶ μέρη αὐτῆς ἐστι, Καταόνων δὲ Ἀκιλισηνὴν καὶ τὴν περὶ τὸν Ἀντίταυρον, Σύρων δὲ Ταρωνῖτιν, ὥστε πάντας ὁμογλώττους εἶναι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πόλεις δʼ εἰσὶν τῆς Ἀρμενίας Ἀρτάξατά τε (ἣν καὶ Ἀρταξιάσατα καλοῦσιν, Ἀννίβα κτίσαντος Ἀρταξίᾳ τῷ βασιλεῖ) καὶ Ἄρξατα, ἀμφότεραι ἐπὶ τῷ Ἀράξῃ, ἡ μὲν Ἄρξατα πρὸς τοῖς ὅροις τῆς Ἀτροπατίας, ἡ δὲ Ἀρτάξατα πρὸς τῷ Ἀραξηνῷ πεδίῳ συνῳκισμένη καλῶς καὶ βασίλειον οὖσα τῆς χώρας. κεῖται δʼ ἐπὶ χερρονησιάζοντος ἀγκῶνος τὸ τεῖχος ἔχουσα κύκλῳ προβεβλημένον τὸν ποταμὸν πλὴν τοῦ ἰσθμοῦ, τὸν ἰσθμὸν δʼ ἔχει τάφρῳ καὶ χάρακι κεκλεισμένον. οὐ πολὺ δʼ ἄπωθεν τῆς πόλεώς ἐστι τὰ Τιγράνου καὶ Ἀρταουάσδου γαζοφυλάκια, φρούρια ἐρυμνά, Βάβυρσά τε καὶ Ὀλανή· ἦν δὲ καὶ ἄλλα ἐπὶ τῷ Εὐφράτῃ. Ἀρτάγειρα δὲ ἀπέστησε μὲν Ἄδων ὁ φρούραρχος, ἐξεῖλον δʼ οἱ Καίσαρος στρατηγοὶ πολιορκήσαντες πολὺν χρόνον, καὶ τὰ τείχη περιεῖλον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ποταμοὶ δὲ πλείους μέν εἰσιν ἐν τῇ χώρᾳ, γνωριμώτατοι δὲ Φᾶσις μὲν καὶ Λύκος εἰς τὴν Ποντικὴν ἐκπίπτοντες θάλατταν (Ἐρατοσθένης δʼ ἀντὶ τοῦ Λύκου τίθησι Θερμώδοντα οὐκ εὖ), εἰς δὲ τὴν Κασπίαν Κῦρος καὶ Ἀράξης, εἰς δὲ τὴν Ἐρυθρὰν ὅ τε Εὐφράτης καὶ ὁ Τίγρις. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἰσὶ δὲ καὶ λίμναι κατὰ τὴν Ἀρμενίαν μεγάλαι, μία μὲν ἡ Μαντιανή, Κυανῆ ἑρμηνευθεῖσα, μεγίστη, ὥς φασι, μετὰ τὴν Μαιῶτιν, ἁλμυροῦ ὕδατος, διήκουσα μέχρι τῆς Ἀτροπατίας, ἔχουσα καὶ ἁλοπήγια· ἡ δὲ Ἀρσηνή, ἣν καὶ Θωπῖτιν καλοῦσιν· ἔστι δὲ νιτρῖτις, τὰς δʼ ἐσθῆτας ῥήττει καὶ διαξαίνει· διὰ δὲ τοῦτο καὶ ἄποτόν ἐστι τὸ ὕδωρ. φέρεται δὲ διʼ αὐτῆς ὁ Τίγρις ἀπὸ τῆς κατὰ τὸν Νιφάτην ὀρεινῆς ὁρμηθείς, ἄμικτον φυλάττων τὸ ῥεῦμα διὰ τὴν ὀξύτητα, ἀφʼ οὗ καὶ τοὔνομα, Μήδων τίγριν καλούντων τὸ τόξευμα· καὶ οὗτος μὲν ἔχει πολυειδεῖς ἰχθῦς, οἱ δὲ λιμναῖοι ἑνὸς εἴδους εἰσί· κατὰ δὲ τὸν μυχὸν τῆς λίμνης εἰς βάραθρον ἐμπεσὼν ὁ ποταμὸς καὶ πολὺν τόπον ἐνεχθεὶς ὑπὸ γῆς ἀνατέλλει κατὰ τὴν Χαλωνῖτιν· ἐκεῖθεν δʼ ἤδη πρὸς τὴν Ὦπιν καὶ τὸ τῆς Σεμιράμιδος καλούμενον διατείχισμα ἐκεῖνός τε καταφέρεται τοὺς Γορδυαίους ἐν δεξιᾷ ἀφεὶς καὶ τὴν Μεσοποταμίαν ὅλην, καὶ ὁ Εὐφράτης τοὐναντίον ἐν ἀριστερᾷ ἔχων τὴν αὐτὴν χώραν· πλησιάσαντες δὲ ἀλλήλοις καὶ ποιήσαντες τὴν Μεσοποταμίαν ὁ μὲν διὰ Σελευκείας φέρεται πρὸς τὸν Περσικὸν κόλπον, ὁ δὲ διὰ Βαβυλῶνος, καθάπερ εἴρηταί που ἐν τοῖς πρὸς Ἐρατοσθένην καὶ Ἵππαρχον λόγοις. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μέταλλα δʼ ἐν μὲν τῇ Συσπιρίτιδί ἐστι χρυσοῦ κατὰ τὰ Κάβαλλα, ἐφʼ ἃ Μένωνα ἔπεμψεν Ἀλέξανδρος μετὰ στρατιωτῶν, ἀνήχθη δʼ ὑπὸ τῶν ἐγχωρίων· καὶ ἄλλα δʼ ἐστὶ μέταλλα, καὶ δὴ τῆς σάνδικος καλουμένης, ἣν δὴ καὶ Ἀρμένιον καλοῦσι χρῶμα, ὅμοιον κάλχῃ. οὕτω δʼ ἐστὶν ἱπποβότος σφόδρα ἡ χώρα καὶ οὐχ ἧττον τῆς Μηδίας, ὥστε οἱ Νησαῖοι ἵπποι καὶ ἐνταῦθα γίνονται, οἷσπερ οἱ Περσῶν βασιλεῖς ἐχρῶντο, καὶ ὁ σατράπης τῆς Ἀρμενίας τῷ Πέρσῃ κατʼ ἔτος δισμυρίους πώλους τοῖς Μιθρακίνοις ἔπεμπεν. Ἀρταουάσδης δὲ Ἀντωνίῳ χωρὶς τῆς ἄλλης ἱππείας αὐτὴν τὴν κατάφρακτον ἑξακισχιλίαν ἵππον ἐκτάξας ἐπέδειξεν, ἡνίκα εἰς τὴν Μηδίαν ἐνέβαλε σὺν αὐτῷ. ταύτης δὲ τῆς ἱππείας οὐ Μῆδοι μόνοι καὶ Ἀρμένιοι ζηλωταὶ γεγόνασιν, ἀλλὰ καὶ Ἀλβανοί· καὶ γὰρ ἐκεῖνοι καταφράκτοις χρῶνται. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοῦ δὲ πλούτου καὶ τῆς δυνάμεως τῆς χώρας σημεῖον οὐ μικρὸν ὅτι Πομπηίου Τιγράνῃ τῷ πατρὶ τῷ Ἀρταουάσδου τάλαντα ἐπιγράψαντος ἑξακισχίλια ἀργυρίου, διένειμεν αὐτίκα ταῖς δυνάμεσι τῶν Ῥωμαίων, στρατιώτῃ μὲν κατʼ ἄνδρα πεντήκοντα δραχμὰςpost δραχμὰς· καὶ ἑκατόν ἑκατοντάρχῃ δὲ χιλίας ἱππάρχῳ δὲ καὶ χιλιάρχῳ τάλαντον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μέγεθος δὲ τῆς χώρας Θεοφάνης ἀποδίδωσιν εὖρος μὲν σχοίνων ἑκατὸν μῆκος δὲ διπλάσιον, τιθεὶς τὴν σχοῖνον τετταράκοντα σταδίων· πρὸς ὑπερβολὴν δʼ εἴρηκεν· ἐγγυτέρω δʼ ἐστὶ τῆς ἀληθείας μῆκος μὲν θέσθαι τὸ ὑπʼ ἐκείνου λεχθὲν εὖρος, εὖρος δὲ τὸ ἥμισυ ἢ μικρῷ πλεῖον. ἡ μὲν δὴ φύσις τῆς Ἀρμενίας καὶ δύναμις τοιαύτη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἀρχαιολογία δέ τίς ἐστι περὶ τοῦ ἔθνους τοῦδε τοιαύτη· ἄρμενος ἐξ Ἀρμενίου πόλεως Θετταλικῆς, ἣ κεῖται μεταξὺ Φερῶν καὶ Λαρίσης ἐπὶ τῇ Βοίβῃ, καθάπερ εἴρηται, συνεστράτευσεν Ἰάσονι εἰς τὴν Ἀρμενίαν· τούτου φασὶν ἐπώνυμον τὴν Ἀρμενίαν οἱ περὶ Κυρσίλον τὸν Φαρσάλιον καὶ Μήδιον τὸν Λαρισαῖον, ἄνδρες συνεστρατευκότες Ἀλεξάνδρῳ· τῶν δὲ μετὰ τοῦ Ἀρμένου τοὺς μὲν τὴν Ἀκιλισηνὴν οἰκῆσαι τὴν ὑπὸ τοῖς Σωφηνοῖς πρότερον οὖσαν, τοὺς δὲ ἐν τῇ Συσπιρίτιδι ἕως τῆς Καλαχηνῆς καὶ τῆς Ἀδιαβηνῆς ἔξω τῶν Ἀρμενιακῶν ὅρων. καὶ τὴν ἐσθῆτα δὲ τὴν Ἀρμενιακὴν Θετταλικήν φασιν, οἷον τοὺς βαθεῖς χιτῶνας οὓς καλοῦσιν Θετταλικοὺς ἐν ταῖς τραγῳδίαις, καὶ ζωννύουσι περὶ τὰ στήθη καὶ ἐφαπτίδας, ὡς καὶ τῶν τραγῳδῶν μιμησαμένων τοὺς Θετταλούς· ἔδει μὲν γὰρ αὐτοῖς ἐπιθέτου κόσμου τοιούτου τινός, οἱ δὲ Θετταλοὶ μάλιστα βαθυστολοῦντες, ὡς εἰκός, διὰ τὸ πάντων εἶναι Ἑλλήνων βορειοτάτους καὶ ψυχροτάτους νέμεσθαι τόπους ἐπιτηδειοτάτην παρέσχοντο μίμησιν τῇ τῶν ὑποκριτῶν διασκευῇ ἐν τοῖς ἀναπλάσμασιν· καὶ τὸν τῆς ἱππικῆς ζῆλόν φασιν εἶναι Θετταλικὸν καὶ τούτοις ὁμοίως καὶ Μήδοις. τὴν δὲ Ἰάσονος στρατείαν καὶ τὰ Ἰασόνια μαρτυρεῖ, ὧν τινα οἱ δυνάσται κατεσκεύασαν παραπλησίως ὥσπερ τὸν ἐν Ἀβδήροις νεὼν τοῦ Ἰάσονος Παρμενίων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὸν δὲ Ἀράξην κληθῆναι νομίζουσι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πηνειὸν ὑπὸ τῶν περὶ τὸν Ἄρμενον ὁμωνύμως ἐκείνῳ· καλεῖσθαι γὰρ Ἀράξην κἀκεῖνον διὰ τὸ ἀπαράξαι τὴν Ὄσσαν ἀπὸ τοῦ Ὀλύμπου ῥήξαντα τὰ Τέμπη· καὶ τὸν ἐν Ἀρμενίᾳ δὲ ἀπὸ τῶν ὀρῶν καταβάντα πλατύνεσθαί φασι τὸ παλαιόν, καὶ πελαγίζειν ἐν τοῖς ὑποκειμένοις πεδίοις οὐκ ἔχοντα διέξοδον, Ἰάσονα δὲ μιμησάμενον τὰ Τέμπη ποιῆσαι τὴν διασφάγα, διʼ ἧς καταράττει νυνὶ τὸ ὕδωρ εἰς τὴν Κασπίαν θάλατταν· ἐκ δὲ τούτου γυμνωθῆναι τὸ Ἀραξηνὸν πεδίον, διʼ οὗ τυγχάνει ῥέων ἐπὶ τὸν καταράκτην ὁ ποταμός. οὗτος μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἀράξου ποταμοῦ λεγόμενος ἔχει τι πιθανόν, ὁ δὲ Ἡροδότειος οὐ πάνυ· φησὶ γὰρ ἐκ Ματιηνῶν αὐτὸν ῥέοντα εἰς τετταράκοντα ποταμοὺς σχίζεσθαι, μερίζειν δὲ Σκύθας καὶ Βακτριανούς· καὶ Καλλισθένης δὲ ἠκολούθησεν αὐτῷ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | λέγονται δὲ καὶ τῶν Αἰνιάνων τινὲς οἱ μὲν τὴν Οὐιτίαν οἰκῆσαι οἱ δʼ ὕπερθε τῶν Ἀρμενίων ὑπὲρ τὸν Ἄβον καὶ τὸν Νίβαρον (μέρη δʼ ἐστὶ τοῦ Ταύρου ταῦτα), ὧν ὁ Ἄβος ἐγγύς ἐστι τῆς ὁδοῦ τῆς εἰς Ἐκβάτανα φερούσης παρὰ τὸν τῆς Βάριδος νεών. φασὶ δὲ καὶ Θρᾳκῶν τινας, τοὺς προσαγορευομένους Σαραπάρας οἷον κεφαλοτόμους, οἰκῆσαι ὑπὲρ τῆς Ἀρμενίας πλησίον Γουρανίων καὶ Μήδων, θηριώδεις ἀνθρώπους καὶ ἀπειθεῖς ὀρεινοὺς περισκυθιστάς τε καὶ ἀποκεφαλιστάς· τοῦτο γὰρ δηλοῦσιν οἱ Σαραπάραι. εἴρηται δὲ καὶ τὰ περὶ τῆς Μηδείας ἐν τοῖς Μηδικοῖς· ὥστʼ ἐκ πάντων τούτων εἰκάζουσι καὶ τοὺς Μήδους καὶ Ἀρμενίους συγγενεῖς πως τοῖς Θετταλοῖς εἶναι καὶ τοῖς ἀπὸ Ἰάσονος καὶ Μηδείας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὁ μὲν δὴ παλαιὸς λόγος οὗτος, ὁ δὲ τούτου νεώτερος καὶ κατὰ Πέρσας εἰς τὸ ἐφεξῆς μέχρι εἰς ἡμᾶς ὡς ἐν κεφαλαίῳ πρέποι ἂν μέχρι τοσούτου λεχθείς, ὅτι κατεῖχον τὴν Ἀρμενίαν Πέρσαι καὶ Μακεδόνες, μετὰ ταῦτα οἱ τὴν Συρίαν ἔχοντες καὶ τὴν Μηδίαν· τελευταῖος δʼ ὑπῆρξεν Ὀρόντης ἀπόγονος Ὑδάρνου τῶν ἑπτὰ Περσῶν ἑνός· εἶθʼ ὑπὸ τῶν Ἀντιόχου τοῦ μεγάλου στρατηγῶν τοῦ πρὸς Ῥωμαίους πολεμήσαντος διῃρέθη δίχα, Ἀρταξίου τε καὶ Ζαριάδριος· καὶ ἦρχον οὗτοι τοῦ βασιλέως ἐπιτρέψαντος· ἡττηθέντος δʼ ἐκείνου προσθέμενοι Ῥωμαίοις καθʼ αὑτοὺς ἐτάττοντο βασιλεῖς προσαγορευθέντες. τοῦ μὲν οὖν Ἀρταξίου Τιγράνης ἦν ἀπόγονος καὶ εἶχε τὴν ἰδίως λεγομένην Ἀρμενίαν (αὕτη δʼ ἦν προσεχὴς τῇ τε Μηδίᾳ καὶ Ἀλβανοῖς καὶ Ἴβηρσι μέχρι Κολχίδος καὶ τῆς ἐπὶ τῷ Εὐξείνῳ Καππαδοκίας), τοῦ δὲ Ζαριάδριος ὁ Σωφηνὸς Ἀρτάνης ἔχων τὰ νότια μέρη καὶ τούτων τὰ πρὸς δύσιν μᾶλλον. κατελύθη δʼ οὗτος ὑπὸ τοῦ Τιγράνου, καὶ πάντων κατέστη κύριος ἐκεῖνος. τύχαις δʼ ἐχρήσατο ποικίλαις· κατʼ ἀρχὰς μὲν γὰρ ὡμήρευσε παρὰ Πάρθοις, ἔπειτα διʼ ἐκείνων ἔτυχε καθόδου, λαβόντων μισθὸν ἑβδομήκοντα αὐλῶνας τῆς Ἀρμενίας· αὐξηθεὶς δὲ καὶ ταῦτα ἀπέλαβε τὰ χωρία καὶ τὴν ἐκείνων ἐπόρθησε τήν τε περὶ Νίνον καὶ τὴν περὶ Ἄρβηλα· ὑπηκόους δʼ ἔσχε καὶ τὸν Ἀτροπατηνὸν καὶ τὸν Γορδυαῖον, μεθʼ ὧν καὶ τὴν λοιπὴν Μεσοποταμίαν, ἔτι δὲ τὴν Συρίαν αὐτὴν καὶ Φοινίκην διαβὰς τὸν Εὐφράτην ἀνὰ κράτος εἷλεν. ἐπὶ τοσοῦτον δʼ ἐξαρθεὶς καὶ πόλιν ἔκτισε πλησίον τῆς Ἰβηρίας μεταξὺ ταύτης τε καὶ τοῦ κατὰ τὸν Εὐφράτην Ζεύγματος, ἣν ὠνόμασε Τιγρανόκερτα, ἐκ δώδεκα ἐρημωθεισῶν ὑπʼ αὐτοῦ πόλεων Ἑλληνίδων ἀνθρώπους συναγαγών. ἔφθη δʼ ἐπελθὼν Λεύκολλος ὁ τῷ Μιθριδάτῃ πολεμήσας καὶ τοὺς μὲν οἰκήτορας εἰς τὴν οἰκείαν ἑκάστου ἀπέλυσε, τὸ δὲ κτίσμα ἡμιτελὲς ἔτι ὂν κατέσπασε προσβαλὼν καὶ μικρὰν κώμην κατέλιπεν, ἐξήλασε δὲ καὶ τῆς Συρίας αὐτὸν καὶ τῆς Φοινίκης. διαδεξάμενος δʼ Ἀρταουάσδης ἐκεῖνον τέως μὲν ηὐτύχει φίλος ὢν Ῥωμαίοις, Ἀντώνιον δὲ προδιδοὺς Παρθυαίοις ἐν τῷ πρὸς αὐτοὺς πολέμῳ δίκας ἔτισεν· ἀναχθεὶς γὰρ εἰς Ἀλεξάνδρειαν ὑπʼ αὐτοῦ, δέσμιος πομπευθεὶς διὰ τῆς πόλεως τέως μὲν ἐφρουρεῖτο, ἔπειτʼ ἀνῃρέθη συνάπτοντος τοῦ Ἀκτιακοῦ πολέμου. μετʼ ἐκεῖνον δὲ πλείους ἐβασίλευσαν ὑπὸ Καίσαρι καὶ Ῥωμαίοις ὄντες· καὶ νῦν ἔτι συνέχεται τὸν αὐτὸν τρόπον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἅπαντα μὲν οὖν τὰ τῶν Περσῶν ἱερὰ καὶ Μῆδοι καὶ Ἀρμένιοι τετιμήκασι, τὰ δὲ τῆς Ἀναΐτιδος διαφερόντως Ἀρμένιοι, ἔν τε ἄλλοις ἱδρυσάμενοι τόποις καὶ δὴ καὶ ἐν τῇ Ἀκιλισηνῇ. ἀνατιθέασι δʼ ἐνταῦθα δούλους καὶ δούλας· καὶ τοῦτο μὲν οὐ θαυμαστόν, ἀλλὰ καὶ θυγατέρας οἱ ἐπιφανέστατοι τοῦ ἔθνους ἀνιεροῦσι παρθένους, αἷς νόμος ἐστὶ καταπορνευθείσαις πολὺν χρόνον παρὰ τῇ θεῷ μετὰ ταῦτα δίδοσθαι πρὸς γάμον, οὐκ ἀπαξιοῦντος τῇ τοιαύτῃ συνοικεῖν οὐδενός. τοιοῦτον δέ τι καὶ Ἡρόδοτος λέγει τὸ περὶ τὰς Λυδάς· πορνεύειν γὰρ ἁπάσας. οὕτω δὲ φιλοφρόνως χρῶνται τοῖς ἐρασταῖς ὥστε καὶ ξενίαν παρέχουσι καὶ δῶρα ἀντιδιδόασι πλείω πολλάκις ἢ λαμβάνουσιν, ἅτʼ ἐξ εὐπόρων οἴκων ἐπιχορηγούμεναι· δέχονται δὲ οὐ τοὺς τυχόντας τῶν ξένων, ἀλλὰ μάλιστα τοὺς ἀπὸ ἴσου ἀξιώματος. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καὶ ἡ Καππαδοκία δʼ ἐστὶ πολυμερής τε καὶ συχνὰς δεδεγμένη μεταβολάς. οἱ δʼ οὖν ὁμόγλωττοι μάλιστά εἰσιν οἱ ἀφοριζόμενοι πρὸς νότον μὲν τῷ Κιλικίῳ λεγομένῳ Ταύρῳ, πρὸς ἕω δὲ τῇ Ἀρμενίᾳ καὶ τῇ Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις ἔθνεσι, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ μέχρι τῶν ἐκβολῶν τοῦ Ἅλυος, πρὸς δύσιν δὲ τῷ τε τῶν Παφλαγόνων ἔθνει καὶ Γαλατῶν τῶν τὴν Φρυγίαν ἐποικησάντων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | καὶ αὐτῶν δὲ τῶν ὁμογλώττων οἱ παλαιοὶ τοὺς Κατάονας καθʼ αὑτοὺς ἔταττον, ἀντιδιαιροῦντες τοῖς Καππάδοξιν ὡς ἑτεροεθνέσι, καὶ ἐν τῇ διαριθμήσει τῶν ἐθνῶν μετὰ τὴν Καππαδοκίαν ἐτίθεσαν τὴν Καταονίαν, εἶτα τὸν Εὐφράτην καὶ τὰ πέραν ἔθνη, ὥστε καὶ τὴν Μελιτηνὴν ὑπὸ τῇ Καταονίᾳ τάττειν, ἣ μεταξὺ κεῖται ταύτης τε καὶ τοῦ Εὐφράτου συνάπτουσα τῇ Κομμαγηνῇ, μέρος τε τῆς Καππαδοκίας ἐστὶ δέκατον κατὰ τὴν εἰς δέκα στρατηγίας διαίρεσιν τῆς χώρας. οὕτω γὰρ δὴ οἱ καθʼ ἡμᾶς βασιλεῖς οἱ πρὸ Ἀρχελάου διατεταγμένην εἶχον τὴν ἡγεμονίαν τῆς Καππαδοκίας· δέκατον δʼ ἐστὶ μέρος καὶ ἡ Καταονία. καθʼ ἡμᾶς δὲ εἶχε στρατηγὸν ἑκατέρα ἴδιον· οὔτε δʼ ἐκ τῆς διαλέκτου διαφορᾶς τινος ἐν τούτοις πρὸς τοὺς ἄλλους Καππάδοκας ἐμφαινομένης οὔτε ἐκpost ἐκ· τῆς τῶν ἄλλων ἐθῶν, θαυμαστὸν πῶς ἠφάνισται τελέως τὰ σημεῖα τῆς ἀλλοεθνίας. ἦσαν δʼ οὖν διωρισμένοι, προσεκτήσατο δʼ αὐτοὺς Ἀριαράθης ὁ πρῶτος προσαγορευθεὶς Καππαδόκων βασιλεύς. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δʼ ὥσπερ χερρονήσου μεγάλης ἰσθμὸς οὗτος, σφιγγόμενος θαλάτταις δυσὶ τῇ τε τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς τραχείας Κιλικίας καὶ τῇ τοῦ Εὐξείνου μεταξὺ Σινώπης τε καὶ τῆς τῶν Τιβαρηνῶν παραλίας· ἐντὸς δὲ τοῦ ἰσθμοῦ λέγομεν χερρόνησον τὴν προσεσπέριον τοῖς Καππάδοξιν ἅπασαν, ἣν Ἡρόδοτος μὲν ἐντὸς Ἅλυος καλεῖ· αὕτη γὰρ ἔστιν ἧς ἦρξεν ἁπάσης Κροῖσος· λέγει δʼ αὐτὸν ἐκεῖνος τύραννον ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ. οἱ δὲ νῦν τὴν ἐντὸς τοῦ Ταύρου καλοῦσιν Ἀσίαν, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ ταύτην Ἀσίαν προσαγορεύοντες. περιέχεται δʼ ἐν αὐτῇ πρῶτα μὲν ἔθνη τὰ ἀπὸ τῆς ἀνατολῆς Παφλαγόνες τε καὶ Φρύγες καὶ Λυκάονες, ἔπειτα Βιθυνοὶ καὶ Μυσοὶ καὶ ἡ Ἐπίκτητος, ἔτι δὲ Τρῳὰς καὶ Ἑλλησποντία, μετὰ δὲ τούτους ἐπὶ θαλάττῃ μὲν Ἑλλήνων οἵ τε Αἰολεῖς καὶ Ἴωνες τῶν δʼ ἄλλων Κᾶρές τε καὶ Λύκιοι, ἐν δὲ τῇ μεσογαίᾳ Λυδοί. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον. τὴν δὲ Καππαδοκίαν εἰς δύο σατραπείας μερισθεῖσαν ὑπὸ τῶν Περσῶν παραλαβόντες Μακεδόνες περιεῖδον τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες εἰς βασιλείας ἀντὶ σατραπειῶν περιστᾶσαν· ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ πρὸς τῷ Ταύρῳ καὶ νὴ Δία μεγάλην Καππαδοκίαν, τὴν δὲ Πόντον, οἱ δὲ τὴν πρὸς τῷ Πόντῳ Καππαδοκίαν. τῆς δὲ μεγάλης Καππαδοκίας νῦν μὲν οὐκ ἴσμεν πω τὴν διάταξιν· τελευτήσαντος γὰρ τὸν βίον Ἀρχελάου τοῦ βασιλεύσαντος, ἔγνω Καῖσάρ τε καὶ ἡ σύγκλητος ἐπαρχίαν εἶναι Ῥωμαίων αὐτήν. ἐπʼ ἐκείνου δὲ καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς δέκα στρατηγίας διῃρημένης τῆς χώρας, πέντε μὲν ἐξητάζοντο αἱ πρὸς τῷ Ταύρῳ, Μελιτηνὴ Καταονία Κιλικία Τυανῖτις Γαρσαυρῖτις, πέντε δὲ λοιπαὶ Λαουιανσηνὴ Σαργαραυσηνὴ Σαραουηνὴ Χαμανηνὴ Μοριμηνή. προσεγένετο δʼ ὕστερον παρὰ Ῥωμαίων ἐκ τῆς Κιλικίας τοῖς πρὸ Ἀρχελάου καὶ ἑνδεκάτη στρατηγία, ἡ περὶ Καστάβαλά τε καὶ Κύβιστρα μέχρι τῆς Ἀντιπάτρου τοῦ λῃστοῦ Δέρβης, τῷ δὲ Ἀρχελάῳ καὶ ἡ τραχεῖα περὶ Ἐλαιοῦσσαν Κιλικία καὶ πᾶσα ἡ τὰ πειρατήρια συστησαμένη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δʼ ἡ μὲν Μελιτηνὴ παραπλησία τῇ Κομμαγηνῇ· πᾶσα γάρ ἐστι τοῖς ἡμέροις δένδροις κατάφυτος, μόνη τῆς ἄλλης Καππαδοκίας, ὥστε καὶ ἔλαιον φέρειν καὶ τὸν Μοναρίτην οἶνον τοῖς Ἑλληνικοῖς ἐνάμιλλον· ἀντίκειται δὲ τῇ Σωφηνῇ, μέσον ἔχουσα τὸν Εὐφράτην ποταμὸν καὶ αὐτὴ καὶ ἡ Κομμαγηνὴ ὅμορος οὖσα. ἔστι δὲ φρούριον ἀξιόλογον τῶν Καππαδόκων ἐν τῇ περαίᾳ Τόμισα· τοῦτο δʼ ἐπράθη μὲν τῷ Σωφηνῷ ταλάντων ἑκατόν, ὕστερον δὲ ἐδωρήσατο Λεύκολλος τῷ Καππάδοκι συστρατεύσαντι ἀριστεῖον κατὰ τὸν πρὸς Μιθριδάτην πόλεμον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἡ δὲ Καταονία πλατὺ καὶ κοῖλόν ἐστι πεδίον πάμφορον πλὴν τῶν ἀειθαλῶν. περίκειται δʼ ὄρη ἄλλα τε καὶ Ἀμανὸς ἐκ τοῦ πρὸς νότον μέρους ἀπόσπασμα ὂν τοῦ Κιλικίου Ταύρου, καὶ ὁ Ἀντίταυρος εἰς τἀναντία ἀπερρωγώς. ὁ μὲν γὰρ Ἀμανὸς ἐπὶ τὴν Κιλικίαν καὶ τὴν Συριακὴν ἐκτείνεται θάλατταν πρὸς τὴν ἑσπέραν ἀπὸ τῆς Καταονίας καὶ τὸν νότον· τῇ δὲ τοιαύτῃ διαστάσει περικλείει τὸν Ἰσσικὸν κόλπον ἅπαντα καὶ τὰ μεταξὺ τῶν Κιλίκων πεδία πρὸς τὸν Ταῦρον· ὁ δʼ Ἀντίταυρος ἐπὶ τὰς ἄρκτους ἐγκέκλιται καὶ μικρὸν ἐπιλαμβάνει τῶν ἀνατολῶν, εἶτʼ εἰς τὴν μεσόγαιαν τελευτᾷ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐν δὲ τῷ Ἀντιταύρῳ τούτῳ βαθεῖς καὶ στενοί εἰσιν αὐλῶνες, ἐν οἷς ἵδρυται τὰ Κόμανα καὶ τὸ τῆς Ἐνυοῦς ἱερὸν ἣν ἐκεῖνοι Μᾶ ὀνομάζουσι· πόλις δʼ ἐστὶν ἀξιόλογος, πλεῖστον μέντοι τὸ τῶν θεοφορήτων πλῆθος καὶ τὸ τῶν ἱεροδούλων ἐν αὐτῇ. Κατάονες δέ εἰσιν οἱ ἐνοικοῦντες, ἄλλως μὲν ὑπὸ τῷ βασιλεῖ τεταγμένοι, τοῦ δὲ ἱερέως ὑπακούοντες τὸ πλέον· ὁ δὲ τοῦ θʼ ἱεροῦ κύριός ἐστι καὶ τῶν ἱεροδούλων, οἳ κατὰ τὴν ἡμετέραν ἐπιδημίαν πλείους ἦσαν τῶν ἑξακισχιλίων, ἄνδρες ὁμοῦ γυναιξί. πρόσκειται δὲ τῷ ἱερῷ καὶ χώρα πολλή, καρποῦται δʼ ὁ ἱερεὺς τὴν πρόσοδον, καὶ ἔστιν οὗτος δεύτερος κατὰ τιμὴν ἐν τῇ Καππαδοκίᾳ μετὰ τὸν βασιλέα· ὡς δʼ ἐπὶ τὸ πολὺ τοῦ αὐτοῦ γένους ἦσαν οἱ ἱερεῖς τοῖς βασιλεῦσι. τὰ δὲ ἱερὰ ταῦτα δοκεῖ Ὀρέστης μετὰ τῆς ἀδελφῆς Ἰφιγενείας κομίσαι δεῦρο ἀπὸ τῆς Ταυρικῆς Σκυθίας, τὰ τῆς Ταυροπόλου Ἀρτέμιδος, ἐνταῦθα δὲ καὶ τὴν πένθιμον κόμην ἀποθέσθαι, ἀφʼ ἧς καὶ τοὔνομα τῇ πόλει. διὰ μὲν οὖν τῆς πόλεως ταύτης ὁ Σάρος ῥεῖ ποταμός, καὶ διὰ τῶν συναγκειῶν τοῦ Ταύρου διεκπεραιοῦται πρὸς τὰ τῶν Κιλίκων πεδία καὶ τὸ ὑποκείμενον πέλαγος. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | διὰ δὲ τῆς Καταονίας ὁ Πύραμος, πλωτός, ἐκ μέσου τοῦ πεδίου τὰς πηγὰς ἔχων· ἔστι δὲ βόθρος ἀξιόλογος, διʼ οὗ καθορᾶν ἔστι τὸ ὕδωρ ὑποφερόμενον κρυπτῶς μέχρι πολλοῦ διαστήματος ὑπὸ γῆς, εἶτʼ ἀνατέλλον εἰς τὴν ἐπιφάνειαν· τῷ δὲ καθιέντι ἀκόντιον ἄνωθεν εἰς τὸν βόθρον ἡ βία τοῦ ὕδατος ἀντιπράττει τοσοῦτον ὥστε μόλις βαπτίζεσθαι· ἀπλέτῳ δὲ βάθει καὶ πλάτει πολὺς ἐνεχθεὶς ἐπειδὰν συνάψῃ τῷ Ταύρῳ, παράδοξον λαμβάνει τὴν συναγωγήν· παράδοξος δὲ καὶ ἡ διακοπὴ τοῦ ὄρους ἐστὶ διʼ ἧς ἄγεται τὸ ῥεῖθρον· καθάπερ γὰρ ἐν ταῖς ῥῆγμα λαβούσαις πέτραις καὶ σχισθείσαις δίχα τὰς κατὰ τὴν ἑτέραν ἐξοχὰς ὁμολόγους εἶναι συμβαίνει ταῖς κατὰ τὴν ἑτέραν εἰσοχαῖς ὥστε κἂν συναρμοσθῆναι δύνασθαι, οὕτως εἴδομεν καὶ τὰς ὑπερκειμένας τοῦ ποταμοῦ πέτρας ἑκατέρωθεν σχεδόν τι μέχρι τῶν ἀκρωρειῶν ἀνατεινούσας ἐν διαστάσει δυεῖν ἢ τριῶν πλέθρων ἀντικείμενα ἐχούσας τὰ κοῖλα ταῖς ἐξοχαῖς· τὸ δὲ ἔδαφος τὸ μεταξὺ πᾶν πέτρινον, βαθύ τι καὶ στενὸν τελέως, ἔχον διὰ μέσου ῥῆγμα ὥστε καὶ κύνα καὶ λαγὼ διάλλεσθαι. τοῦτο δʼ ἐστὶ τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἄχρι χείλους πλῆρες, ὀχετῷ πλατεῖ προσεοικός, διὰ δὲ τὴν σκολιότητα καὶ τὴν ἐκ τοσούτου συναγωγὴν καὶ τὸpost τὸ· διὰ τῆς φάραγγος βάθος εὐθὺς τοῖς πόρρωθεν προσιοῦσιν ὁ ψόφος βροντῇ προσπίπτει παραπλήσιος· διεκβαίνων δὲ τὰ ὄρη τοσαύτην κατάγει χοῦν ἐπὶ θάλατταν, τὴν μὲν ἐκ τῆς Καταονίας τὴν δὲ ἐκ τῶν Κιλίκων πεδίων, ὥστε ἐπʼ αὐτῷ καὶ χρησμὸς ἐκπεπτωκὼς φέρεται τοιοῦτος ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται παραπλήσιον γάρ τι κἀκεῖ συμβαίνει καὶ ἐν Αἰγύπτῳ, τοῦ Νείλου προσεξηπειροῦντος ἀεὶ τὴν θάλατταν τῇ προσχώσει· καθὸ καὶ Ἡρόδοτος μὲν δῶρον τοῦ ποταμοῦ τὴν Αἴγυπτον εἶπεν, ὁ ποιητὴς δὲ τὴν Φάρον πελαγίαν ὑπάρξαι πρότερον οὐχ ὡς νυνὶ πρόσγειον οὖσαν τῇ Αἰγύπτῳ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τρίτη δʼ ἐστὶν ἱερωσύνη Διὸς Ἀσβαμαίου λειπομένη ταύτης, ἀξιόλογος δʼ ὅμως. ἐνταῦθα δʼ ἐστὶ λάκκος ἁλμυροῦ ὕδατος, ἀξιολόγου λίμνης ἔχων περίμετρον, ὀφρύσι κλειόμενος ὑψηλαῖς τε καὶ ὀρθίαις ὥστʼ ἔχειν κατάβασιν κλιμακώδη· τὸ δʼ ὕδωρ οὔτʼ αὔξεσθαί φασιν οὔτʼ ἀπόρρυσιν ἔχειν οὐδαμοῦ φανεράν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πόλιν δʼ οὔτε τὸ τῶν Καταόνων ἔχει πεδίον οὔθʼ ἡ Μελιτηνή, φρούρια δʼ ἐρυμνὰ ἐπὶ τῶν ὀρῶν τά τε Ἀζάμορα καὶ τὸ Δάσταρκον, ὃ περιρρεῖται τῷ Καρμάλᾳ ποταμῷ. ἔχει δὲ καὶ ἱερὸν τὸ τοῦ Κατάονος Ἀπόλλωνος καθʼ ὅλην τιμώμενον τὴν Καππαδοκίαν, ποιησαμένων ἀφιδρύματα ἀπʼ αὐτοῦ. οὐδὲ αἱ ἄλλαι στρατηγίαι πόλεις ἔχουσι πλὴν δυεῖν· τῶν δὲ λοιπῶν στρατηγιῶν ἐν μὲν τῇ Σαργαραυσηνῇ πολίχνιόν ἐστιν Ἧρπα καὶ ποταμὸς Καρμάλας, ὃς καὶ αὐτὸς εἰς τὴν Κιλικίαν ἐκδίδωσιν· ἐν δὲ ταῖς ἄλλαις ὅ τε Ἄργος ἔρυμα ὑψηλὸν πρὸς τῷ Ταύρῳ, καὶ τὰ Νῶρα ὃ νῦν καλεῖται Νηροασσός, ἐν ᾧ Εὐμένης πολιορκούμενος ἀντέσχε πολὺν χρόνον· καθʼ ἡμᾶς δὲ Σισίνου ὑπῆρξε χρηματοφυλάκιον τοῦ ἐπιθεμένου τῇ Καππαδόκων ἀρχῇ. τούτου δʼ ἦν καὶ τὰ Κάδηνα, βασίλειον καὶ πόλεως κατασκευὴν ἔχον· ἔστι δὲ καὶ ἐπὶ τῶν ὅρων τῶν Λυκαονικῶν τὰ Γαρσαύιρα κωμόπολις· λέγεται δʼ ὑπάρξαι ποτὲ καὶ αὕτη μητρόπολις τῆς χώρας. ἐν δὲ τῇ Μοριμηνῇ τὸ ἱερὸν τοῦ ἐν Ὀυηνάσοις Διός, ἱεροδούλων κατοικίαν ἔχον τρισχιλίων σχεδόν τι καὶ χώραν ἱερὰν εὔκαρπον, παρέχουσαν πρόσοδον ἐνιαύσιον ταλάντων πεντεκαίδεκα τῷ ἱερεῖ· καὶ οὗτος δʼ ἐστὶ διὰ βίου, καθάπερ καὶ ὁ ἐν Κομάνοις, καὶ δευτερεύει κατὰ τιμὴν μετʼ ἐκεῖνον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | δύο δὲ μόναι στρατηγίαι πόλεις ἔχουσιν, ἡ μὲν Τυανῖτις τὰ Τύανα ὑποπεπτωκυῖαν τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας, καθʼ ἃς εὐπετέσταται καὶ κοινόταται πᾶσίν εἰσιν αἱ εἰς τὴν Κιλικίαν καὶ τὴν Συρίαν ὑπερβολαί· καλεῖται δὲ Εὐσέβεια ἡ πρὸς τῷ Ταύρῳ ἀγαθὴ δὲ καὶ πεδιὰς ἡ πλείστη. τὰ δὲ Τύανα ἐπίκειται χώματι Σεμιράμιδος τετειχισμένῳ καλῶς. οὐ πολὺ δʼ ἄπωθεν ταύτης ἐστὶ τά τε Καστάβαλα καὶ τὰ Κύβιστρα, ἔτι μᾶλλον τῷ ὄρει πλησιάζοντα πολίσματα· ὧν ἐν τοῖς Κασταβάλοις ἐστὶ τὸ τῆς Περασίας Ἀρτέμιδος ἱερόν, ὅπου φασὶ τὰς ἱερείας γυμνοῖς τοῖς ποσὶ διʼ ἀνθρακιᾶς βαδίζειν ἀπαθεῖς· κἀνταῦθα δέ τινες τὴν αὐτὴν θρυλοῦσιν ἱστορίαν τὴν περὶ τοῦ Ὀρέστου καὶ τῆς Ταυροπόλου, Περασίαν κεκλῆσθαι φάσκοντες διὰ τὸ πέραθεν κομισθῆναι. ἐν μὲν δὴ τῇ Τυανίτιδι στρατηγίᾳ τῶν λεχθεισῶν δέκα ἔστι πόλισμα τὰ Τύανα (τὰς δʼ ἐπικτήτους οὐ συναριθμῶ ταύταις, τὰ Καστάβαλα καὶ τὰ Κύβιστρα καὶ τὰ ἐν τῇ τραχείᾳ Κιλικίᾳ, ἐν ᾗ τὴν Ἐλαιοῦσσαν νησίον εὔκαρπον συνέκτισεν Ἀρχέλαος ἀξιολόγως, καὶ τὸ πλέον ἐνταῦθα διέτριβεν), ἐν δὲ τῇ Κιλικίᾳ καλουμένῃ τὰ Μάζακα ἡ μητρόπολις τοῦ ἔθνους· καλεῖται δʼ Εὐσέβεια καὶ αὕτη ἐπίκλησιν ἡ πρὸς τῷ Ἀργαίῳ· κεῖται γὰρ ὑπὸ τῷ Ἀργαίῳ ὄρει πάντων ὑψηλοτάτῳ καὶ ἀνέκλειπτον χιόνι τὴν ἀκρώρειαν ἔχοντι, ἀφʼ ἧς φασιν οἱ ἀναβαίνοντες (οὗτοι δʼ εἰσὶν ὀλίγοι) κατοπτεύεσθαι ταῖς αἰθρίαις ἄμφω τὰ πελάγη τό τε Ποντικὸν καὶ τὸ Ἰσσικόν. τὰ μὲν οὖν ἄλλα ἀφυῆ πρὸς συνοικισμὸν ἔχει πόλεως· ἄνυδρός τε γάρ ἐστι καὶ ἀνώχυρος διὰ τὴν ὀλιγωρίαν τῶν ἡγεμόνων καὶ ἀτείχιστος, τάχα δὲ καὶ ἐπίτηδες, ἵνα μὴ ὡς ἐρύματι πεποιθότες τῷ τείχει σφόδρα λῃστεύοιεν πεδίον οἰκοῦντες λόφους ὑπερδεξίους ἔχοντες καὶ ἀνεμβαλεῖς. καὶ τὰ κύκλῳ δὲ χωρία ἔχει τελέως ἄφορα καὶ ἀγεώργητα καίπερ ὄντα πεδινά, ἀλλʼ ἔστιν ἀμμώδη καὶ ὑπόπετρα. μικρὸν δʼ ἔτι προϊοῦσι καὶ πυρίληπτα πεδία καὶ μεστὰ βόθρων πυρὸς ἐπὶ σταδίους πολλοὺς ὥστε πόρρωθεν ἡ κομιδὴ τῶν ἐπιτηδείων, καὶ τὸ δοκοῦν δὲ πλεονέκτημα παρακείμενον ἔχει κίνδυνον· ἀξύλου γὰρ ὑπαρχούσης σχεδόν τι τῆς συμπάσης Καππαδοκίας ὁ Ἀργαῖος ἔχει περικείμενον δρυμὸν ὥστε ἐγγύθεν ὁ ξυλισμὸς πάρεστιν, ἀλλʼ οἱ ὑποκείμενοι τῷ δρυμῷ τόποι καὶ αὐτοὶ πολλαχοῦ πυρὰ ἔχουσιν, ἅμα δὲ καὶ ὕφυδροί εἰσι ψυχρῷ ὕδατι, οὔτε τοῦ πυρὸς οὔτε τοῦ ὕδατος εἰς τὴν ἐπιφάνειαν ἐκκύπτοντος, ὥστε καὶ ποάζειν τὴν πλείστην· ἔστι δʼ ὅπου καὶ ἑλῶδές ἐστι τὸ ἔδαφος καὶ νύκτωρ ἐξάπτονται φλόγες ἀπʼ αὐτοῦ. οἱ μὲν οὖν ἔμπειροι φυλαττόμενοι τὸν ξυλισμὸν ποιοῦνται, τοῖς δὲ πολλοῖς κίνδυνός ἐστι, καὶ μάλιστα τοῖς κτήνεσιν ἐμπίπτουσιν εἰς ἀδήλους βόθρους πυρός. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δὲ καὶ ποταμὸς ἐν τῷ πεδίῳ τῷ πρὸ τῆς πόλεως Μέλας καλούμενος, ὅσον τετταράκοντα σταδίους διέχων τῆς πόλεως, ἐν ταπεινοτέρῳ τῆς πόλεως χωρίῳ τὰς πηγὰς ἔχων. ταύτῃ μὲν οὖν ἄχρηστος αὐτοῖς ἐστιν οὐχ ὑπερδέξιον ἔχων τὸ ῥεῦμα, εἰς ἕλη δὲ καὶ λίμνας διαχεόμενος κακοῖ τὸν ἀέρα τοῦ θέρους τὸν περὶ τὴν πόλιν, καὶ τὸ λατομεῖον δὲ ποιεῖ δύσχρηστον καίπερ εὔχρηστον ὄν· πλαταμῶνες γὰρ εἰσίν, ἀφʼ ὧν τὴν λιθείαν ἔχειν ἄφθονον συμβαίνει τοῖς Μαζακηνοῖς πρὸς τὰς οἰκοδομίας, καλυπτόμεναι δʼ ὑπὸ τῶν ὑδάτων αἱ πλάκες ἀντιπράττουσι. καὶ ταῦτα δʼ ἐστὶ τὰ ἕλη πανταχοῦ πυρίληπτα. Ἀριαράθης δʼ ὁ βασιλεὺς τοῦ Μέλανος κατά τινα στενὰ ἔχοντος τὴν εἰς τὸν Ἅλυν διέξοδον ἐμφράξας ταῦτα λίμνην πελαγίαν ἀπέδειξε τὸ πλησίον πεδίον, ἐνταῦθα δὲ νησῖδάς τινας ὡς τὰς Κυκλάδας ἀπολαβόμενος διατριβὰς ἐν αὐταῖς ἐποιεῖτο μειρακιώδεις· ἐκραγὲν δʼ ἀθρόως τὸ ἔμφραγμα ἐξέκλυσε πάλιν τὸ ὕδωρ, πληρωθεὶς δʼ ὁ Ἅλυς τῆς τε τῶν Καππαδόκων πολλὴν παρέσυρε καὶ κατοικίας καὶ φυτείας ἠφάνισε πολλὰς τῆς τε τῶν Γαλατῶν τῶν τὴν Φρυγίαν ἐχόντων οὐκ ὀλίγην ἐλυμήνατο· ἀντὶ δὲ τῆς βλάβης ἐπράξαντο ζημίαν αὐτὸν τάλαντα τριακόσια Ῥωμαίοις ἐπιτρέψαντες τὴν κρίσιν. τὸ δʼ αὐτὸ συνέβη καὶ περὶ Ἧρπα· καὶ γὰρ ἐκεῖ τὸ τοῦ Καρμάλα ῥεῦμα ἐνέφραξεν, εἶτʼ ἐκραγέντος τοῦ στομίου καὶ τῶν Κιλίκων τινὰ χωρία τὰ περὶ Μαλλὸν διαφθείραντος τοῦ ὕδατος, δίκας ἔτισεν τοῖς ἀδικηθεῖσιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἀφυὲς δʼ οὖν κατὰ πολλὰ τὸ τῶν Μαζακηνῶν χωρίον ὂν πρὸς κατοικίαν μάλιστα οἱ βασιλεῖς ἑλέσθαι δοκοῦσιν, ὅτι τῆς χώρας ἁπάσης τόπος ἦν μεσαίτατος οὗτος τῶν ξύλα ἐχόντων ἅμα καὶ λίθον πρὸς τὰς οἰκοδομίας καὶ χόρτον, οὗ πλεῖστον ἐδέοντο κτηνοτροφοῦντες· τρόπον γάρ τινα στρατόπεδον ἦν αὐτοῖς ἡ πόλις. τὴν δʼ ἄλλην ἀσφάλειαν τὴν αὐτῶν τε καὶ σωμάτων καὶ τῶν χρημάτων εἶχον ἐν τοῖς φρουρίοις, ἃ πολλὰ ὑπάρχει τὰ μὲν βασιλικὰ τὰ δὲ τῶν φίλων. ἀφέστηκε δὲ τὰ Μάζακα τοῦ μὲν Πόντου περὶ ὀκτακοσίους σταδίους πρὸς νότον, τοῦ δʼ Εὐφράτου μικρὸν ἐλάττους ἢ διπλασίους, τῶν Κιλικίων δὲ πυλῶν ὁδὸν ἡμερῶν ἓξ καὶ τοῦ Κύρου στρατοπέδου διὰ Τυάνων· κατὰ μέσην δὲ τὴν ὁδὸν κεῖται τὰ Τύανα, διέχει δὲ Κυβίστρων τριακοσίους σταδίους. χρῶνται δὲ οἱ Μαζακηνοὶ τοῖς Χαρώνδα νόμοις, αἱρούμενοι καὶ νομῳδόν, ὅς ἐστιν αὐτοῖς ἐξηγητὴς τῶν νόμων, καθάπερ οἱ παρὰ Ῥωμαίοις νομικοί. διέθηκε δὲ φαύλως αὐτοὺς Τιγράνης ὁ Ἀρμένιος, ἡνίκα τὴν Καππαδοκίαν κατέδραμεν· ἅπαντας γὰρ ἀναστάτους ἐποίησεν εἰς τὴν Μεσοποταμίαν, καὶ τὰ Τιγρανόκερτα ἐκ τούτων συνῴκισε τὸ πλέον· ὕστερον δʼ ἐπανῆλθον οἱ δυνάμενοι μετὰ τὴν τῶν Τιγρανοκέρτων ἅλωσιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μέγεθος δὲ τῆς χώρας κατὰ πλάτος μὲν τὸ ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον ὅσον χίλιοι καὶ ὀκτακόσιοι στάδιοι, μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μέχρι Εὐφράτου πρὸς τὴν ἕω καὶ τὴν Ἀρμενίαν περὶ τρισχιλίους. ἀγαθὴ δὲ καρποῖς, μάλιστα δὲ σίτῳ καὶ βοσκήμασι παντοδαποῖς· νοτιωτέρα δʼ οὖσα τοῦ Πόντου ψυχροτέρα ἐστίν· ἡ δὲ Βαγαδανία καίπερ πεδιὰς οὖσα καὶ νοτιωτάτη πασῶν (ὑποπέπτωκε γὰρ τῷ Ταύρῳ) μόλις τῶν καρπίμων τι φέρει δένδρων, ὀναγροβότος δʼ ἐστὶ καὶ αὕτη καὶ ἡ πολλὴ τῆς ἄλλης, καὶ μάλιστα ἡ περὶ Γαρσαύιρα καὶ Λυκαονίαν καὶ Μοριμηνήν. ἐν δὲ τῇ Καππαδοκίᾳ γίνεται καὶ ἡ λεγομένη Σινωπικὴ μίλτος ἀρίστη τῶν πασῶν· ἐνάμιλλος δʼ ἐστὶν αὐτῇ καὶ ἡ Ἰβηρική· ὠνομάσθη δὲ Σινωπικὴ διότι κατάγειν ἐκεῖσε εἰώθεσαν οἱ ἔμποροι πρὶν ἢ τὸ τῶν Ἐφεσίων ἐμπόριον μέχρι τῶν ἐνθάδε ἀνθρώπων διῖχθαι. λέγεται δὲ καὶ κρυστάλλου πλάκας καὶ ὀνυχίτου λίθου πλησίον τῆς τῶν Γαλατῶν ὑπὸ τῶν Ἀρχελάου μεταλλευτῶν εὑρῆσθαι. ἦν δέ τις τόπος καὶ λίθου λευκοῦ τῷ ἐλέφαντι κατὰ τὴν χρόαν ἐμφεροῦς ὥσπερ ἀκόνας τινὰς οὐ μεγάλας ἐκφέρων, ἐξ ὧν τὰ λάβια τοῖς μαχαιρίοις κατεσκεύαζον· ἄλλος δὲ εἰς διόπτρας βώλους μεγάλας ἐκδιδούς, ὥστε καὶ ἔξω κομίζεσθαι. ὅριον δʼ ἐστὶ τοῦ Πόντου καὶ τῆς Καππαδοκίας ὀρεινή τις παράλληλος τῷ Ταύρῳ, τὴν ἀρχὴν ἔχουσα ἀπὸ τῶν ἑσπερίων ἄκρων τῆς Χαμμανηνῆς, ἐφʼ ἧς ἵδρυται φρούριον ἀπότομον Δασμένδα, μέχρι τῶν ἑωθινῶν τῆς Λαουιανσηνῆς. στρατηγίαι δʼ εἰσὶ τῆς Καππαδοκίας ἥ τε Χαμμανηνὴ καὶ ἡ Λαουιανσηνή. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | συνέβη δέ, ἡνίκα πρῶτον Ῥωμαῖοι τὰ κατὰ τὴν Ἀσίαν διῴκουν νικήσαντες Ἀντίοχον, καὶ φιλίας καὶ συμμαχίας ἐποιοῦντο πρός τε τὰ ἔθνη καὶ τοὺς βασιλέας, τοῖς μὲν ἄλλοις βασιλεῦσιν αὐτοῖς καθʼ ἑαυτοὺς δοθῆναι τὴν τιμὴν ταύτην, τῷ δὲ Καππάδοκι καὶ αὐτῷ δὲ τῷ ἔθνει κοινῇ. ἐκλιπόντος δὲ τοῦ βασιλικοῦ γένους οἱ μὲν Ῥωμαῖοι συνεχώρουν αὐτοῖς αὐτονομεῖσθαι κατὰ τὴν συγκειμένην φιλίαν τε καὶ συμμαχίαν πρὸς τὸ ἔθνος, οἱ δὲ πρεσβευσάμενοι τὴν μὲν ἐλευθερίαν παρῃτοῦντο (οὐ γὰρ δύνασθαι φέρειν αὐτὴν ἔφασαν), βασιλέα δʼ ἠξίουν αὐτοῖς ἀποδειχθῆναι. οἱ δὲ θαυμάσαντες εἴ τινες οὕτως εἶεν ἀπειρηκότες πρὸς τὴν ἐλευθερίαν ἐπέτρεψαν δʼ οὖν αὐτοῖς ἐξ ἑαυτῶν ἑλέσθαι κατὰ χειροτονίαν ὃν ἂν βούλωνται· καὶ εἵλοντο Ἀριοβαρζάνην· εἰς τριγονίαν δὲ προελθόντος τοῦ γένους ἐξέλιπε, κατεστάθη δʼ ὁ Ἀρχέλαος οὐδὲν προσήκων αὐτοῖς Ἀντωνίου καταστήσαντος. ταῦτα καὶ περὶ τῆς μεγάλης Καππαδοκίας· περὶ δὲ τῆς τραχείας Κιλικίας τῆς προστεθείσης αὐτῇ βέλτιόν ἐστιν ἐν τῷ περὶ τῆς ὅλης Κιλικίας λόγῳ διελθεῖν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοῦ δὲ Πόντου καθίστατο μὲν Μιθριδάτης ὁ Εὐπάτωρ βασιλεύς. εἶχε δὲ τὴν ἀφοριζομένην τῷ Ἅλυϊ μέχρι Τιβαρανῶν καὶ Ἀρμενίων καὶ τῆς ἐντὸς Ἅλυος τὰ μέχρι Ἀμάστρεως καὶ τινῶν τῆς Παφλαγονίας μερῶν. προσεκτήσατο δʼ οὗτος καὶ τὴν μέχρι Ἡρακλείας παραλίαν ἐπὶ τὰ δυσμικὰ μέρη, τῆς Ἡρακλείδου τοῦ Πλατωνικοῦ πατρίδος, ἐπὶ δὲ τἀναντία μέχρι Κολχίδος καὶ τῆς μικρᾶς Ἀρμενίας, ἃ δὴ καὶ προσέθηκε τῷ Πόντῳ. καὶ δὴ καὶ Πομπήιος καταλύσας ἐκεῖνον ἐν τούτοις τοῖς ὅροις οὖσαν τὴν χώραν ταύτην παρέλαβε· τὰ μὲν πρὸς Ἀρμενίαν καὶ τὰ περὶ τὴν Κολχίδα τοῖς συναγωνισαμένοις δυνάσταις κατένειμε, τὰ δὲ λοιπὰ εἰς ἕνδεκα πολιτείας διεῖλε καὶ τῇ Βιθυνίᾳ προσέθηκεν ὥστʼ ἐξ ἀμφοῖν ἐπαρχίαν γενέσθαι μίαν· μεταξὺ δὲ τῶν Παφλαγόνων τῶν μεσογαίων τινὰς βασιλεύεσθαι παρέδωκε τοῖς ἀπὸ Πυλαιμένους, καθάπερ καὶ τοὺς Γαλάτας τοῖς ἀπὸ γένους τετράρχαις. ὕστερον δʼ οἱ τῶν Ῥωμαίων ἡγεμόνες ἄλλους καὶ ἄλλους ἐποιήσαντο μερισμούς, βασιλέας τε καὶ δυνάστας καθιστάντες καὶ πόλεις τὰς μὲν ἐλευθεροῦντες τὰς δὲ ἐγχειρίζοντες τοῖς δυνάσταις τὰς δʼ ὑπὸ τῷ δήμῳ τῷ Ῥωμαίων ἐῶντες. ἡμῖν δʼ ἐπιοῦσι τὰ καθʼ ἕκαστα ὡς νῦν ἔχει λεγέσθω, μικρὰ καὶ τῶν προτέρων ἐφαπτομένοις ὅπου τοῦτο χρήσιμον. ἀρξόμεθα δὲ ἀπὸ Ἡρακλείας, ἥπερ δυσμικωτάτη ἐστὶ τούτων τῶν τόπων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἰς δὴ τὸν Εὔξεινον πόντον εἰσπλέουσιν ἐκ τῆς Προποντίδος ἐν ἀριστερᾷ μὲν τὰ προσεχῆ τῷ Βυζαντίῳ κεῖται· Θρᾳκῶν δʼ ἐστί, καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου· ἐν δεξιᾷ δὲ τὰ προσεχῆ Χαλκηδόνι· Βιθυνῶν δʼ ἐστὶ τὰ πρῶτα, εἶτα Μαριανδυνῶν (τινὲς δὲ καὶ Καυκώνων φασίν), εἶτα Παφλαγόνων μέχρι Ἅλυος, εἶτα Καππαδόκων τῶν πρὸς τῷ Πόντῳ καὶ τῶν ἑξῆς μέχρι Κολχίδος· ταῦτα δὲ πάντα καλεῖται τὰ δεξιὰ τοῦ Εὐξείνου πόντου. ταύτης δὲ τῆς παραλίας ἁπάσης ἐπῆρξεν Εὐπάτωρ ἀρξάμενος ἀπὸ τῆς Κολχίδος μέχρι Ἡρακλείας, τὰ δʼ ἐπέκεινα τὰ μέχρι τοῦ στόματος καὶ τῆς Χαλκηδόνος τῷ Βιθυνῶν βασιλεῖ συνέμενε. καταλυθέντων δὲ τῶν βασιλέων ἐφύλαξαν οἱ Ῥωμαῖοι τοὺς αὐτοὺς ὅρους, ὥστε τὴν Ἡράκλειαν προσκεῖσθαι τῷ Πόντῳ, τὰ δʼ ἐπέκειαν Βιθυνοῖς προσχωρεῖν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οἱ μὲν οὖν Βιθυνοὶ διότι πρότερον Μυσοὶ ὄντες μετωνομάσθησαν οὕτως ἀπὸ τῶν Θρᾳκῶν τῶν ἐποικησάντων, Βιθυνῶν τε καὶ Θυνῶν, ὁμολογεῖται παρὰ τῶν πλείστων, καὶ σημεῖα τίθενται τοῦ μὲν τῶν Βιθυνῶν ἔθνους τὸ μέχρι νῦν ἐν τῇ Θρᾴκῃ λέγεσθαί τινας Βιθυνούς, τοῦ δὲ τῶν Θυνῶν τὴν Θυνιάδα ἀκτὴν τὴν πρὸς Ἀπολλωνίᾳ καὶ Σαλμυδησσῷ. καὶ οἱ Βέβρυκες δὲ οἱ τούτων προεποικήσαντες τὴν Μυσίαν Θρᾷκες, ὡς εἰκάζω ἐγώ. εἴρηται δʼ ὅτι καὶ αὐτοὶ οἱ Μυσοὶ Θρᾳκῶν ἄποικοί εἰσι τῶν νῦν λεγομένων Μοισῶν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ταῦτα μὲν οὕτω λέγεται. τοὺς δὲ Μαριανδυνοὺς καὶ τοὺς Καύκωνας οὐχ ὁμοίως ἅπαντες λέγουσι· τὴν γὰρ δὴ Ἡράκλειαν ἐν τοῖς Μαριανδυνοῖς ἱδρῦσθαί φασι Μιλησίων κτίσμα· τίνες δὲ καὶ πόθεν οὐδενὶ εἴρηται· οὐδὲ διάλεκτος οὐδʼ ἄλλη διαφορὰ ἐθνικὴ περὶ τοὺς ἀνθρώπους φαίνεται, παραπλήσιοι δʼ εἰσὶ τοῖς Βιθυνοῖς· ἔοικεν οὖν καὶ τοῦτο Θρᾴκιον ὑπάρξαι τὸ φῦλον. Θεόπομπος δὲ Μαριανδυνόν φησι μέρους τῆς Παφλαγονίας ἄρξαντα ὑπὸ πολλῶν δυναστευομένης, ἐπελθόντα τὴν τῶν Βεβρύκων κατασχεῖν, ἣν δʼ ἐξέλιπεν ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν. εἴρηται δὲ καὶ τοῦτο ὅτι πρῶτοι τὴν Ἡράκλειαν κτίσαντες Μιλήσιοι τοὺς Μαριανδυνοὺς εἱλωτεύειν ἠνάγκασαν τοὺς προκατέχοντας τὸν τόπον, ὥστε καὶ πιπράσκεσθαι ὑπʼ αὐτῶν, μὴ εἰς τὴν ὑπερορίαν δέ (συμβῆναι γὰρ ἐπὶ τούτοις), καθάπερ Κρησὶ μὲν ἐθήτευεν ἡ Μνῴα καλουμένη σύνοδος, Θετταλοῖς δὲ οἱ Πενέσται. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοὺς δὲ Καύκωνας, οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποταμοῦ πόλιν ἔχοντας τὸ Τίειον, οἱ μὲν Σκύθας φασὶν οἱ δὲ τῶν Μακεδόνων τινὰς οἱ δὲ τῶν Πελασγῶν· εἴρηται δέ που καὶ περὶ τούτων πρότερον. Καλλισθένης δὲ καὶ ἔγραφε τὰ ἔπη ταῦτα εἰς τὸν διάκοσμον, μετὰ τὸ Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς ἘρυθίνουςHom. Il. 2.855 τιθείς Καύκωνας δʼ αὖτʼ ἦγε Πολυκλέος υἱὸς ἀμύμων, οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον. παρήκειν γὰρ ἀφʼ Ἡρακλείας καὶ Μαριανδυνῶν μέχρι Λευκοσύρων, οὓς ἡμεῖς Καππάδοκας προσαγορεύομεν, τό τε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ Κύτωρον· καὶ νῦν δʼ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἡ μὲν οὖν Ἡράκλεια πόλις ἐστὶν εὐλίμενος καὶ ἄλλως ἀξιόλογος, ἥ γε καὶ ἀποικίας ἔστελλεν· ἐκείνης γὰρ ἥ τε Χερρόνησος ἄποικος καὶ ἡ Κάλλατις· ἦν τε αὐτόνομος, εἶτʼ ἐτυραννήθη χρόνους τινάς, εἶτʼ ἠλευθέρωσεν ἑαυτὴν πάλιν· ὕστερον δʼ ἐβασιλεύθη γενομένη ὑπὸ τοῖς Ῥωμαίοις· ἐδέξατο δʼ ἀποικίαν Ῥωμαίων ἐπὶ μέρει τῆς πόλεως καὶ τῆς χώρας. λαβὼν δὲ παρʼ Ἀντωνίου τὸ μέρος τοῦτο τῆς πόλεως Ἀδιατόριξ ὁ Δομνεκλείου τετράρχου Γαλατῶν υἱός, ὃ κατεῖχον οἱ Ἡρακλειῶται, μικρὸν πρὸ τῶν Ἀκτιακῶν ἐπέθετο νύκτωρ τοῖς Ῥωμαίοις καὶ ἀπέσφαξεν αὐτούς, ἐπιτρέψαντος, ὡς ἔφασκεν ἐκεῖνος, Ἀντωνίου· θριαμβευθεὶς δὲ μετὰ τὴν ἐν Ἀκτίῳ νίκην ἐσφάγη μεθʼ υἱοῦ· ἡ δὲ πόλις ἐστὶ τῆς Ποντικῆς ἐπαρχίας τῆς συντεταγμένης τῇ Βιθυνίᾳ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μεταξὺ δὲ Χαλκηδόνος καὶ Ἡρακλείας ῥέουσι ποταμοὶ πλείους, ὧν εἰσιν ὅ τε Ψίλλις καὶ ὁ Κάλπας καὶ ὁ Σαγγάριος οὗ μέμνηται καὶ ὁ ποιητής. ἔχει δὲ τὰς πηγὰς κατὰ Σαγγίαν κώμην ἀφʼ ἑκατὸν καὶ πεντήκοντά που σταδίων οὗτος Πεσσινοῦντος· διέξεισι δὲ τῆς ἐπικτήτου Φρυγίας τὴν πλείω, μέρος δέ τι καὶ τῆς Βιθυνίας ὥστε καὶ τῆς Νικομηδείας ἀπέχειν μικρὸν πλείους ἢ τριακοσίους σταδίους, καθʼ ὃ συμβάλλει ποταμὸς αὐτῷ Γάλλος ἐκ Μόδρων τὰς ἀρχὰς ἔχων τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας. αὕτη δʼ ἐστὶν ἡ αὐτὴ τῇ ἐπικτήτῳ, καὶ εἶχον αὐτὴν οἱ Βιθυνοὶ πρότερον. αὐξηθεὶς δὲ καὶ γενόμενος πλωτός, καίπερ πάλαι ἄπλωτος ὤν, τὴν Βιθυνίαν ὁρίζει πρὸς ταῖς ἐκβολαῖς. πρόκειται δὲ τῆς παραλίας ταύτης καὶ ἡ Θυνία νῆσος. ἐν δὲ τῇ Ἡρακλειώτιδι γίνεται τὸ ἀκόνιτον· διέχει δὲ ἡ πόλις αὕτη τοῦ ἱεροῦ τοῦ Χαλκηδονίου σταδίους χιλίους που καὶ πεντακοσίους, τοῦ δὲ Σαγγαρίου πεντακοσίους. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὸ δὲ Τίειόν ἐστι πολίχνιον οὐδὲν ἔχον μνήμης ἄξιον πλὴν ὅτι Φιλέταιρος ἐντεῦθεν ἦν, ὁ ἀρχηγέτης τοῦ τῶν Ἀτταλικῶν βασιλέων γένους· εἶθʼ ὁ Παρθένιος ποταμὸς διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦ ὀνόματος τούτου τετυχηκώς, ἐν αὐτῇ τῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχων· ἔπειτα ἡ Παφλαγονία καὶ οἱ Ἐνετοί. ζητοῦσι δὲ τίνας λέγει τοὺς Ἐνετοὺς ὁ ποιητὴς ὅταν φῇ Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.Hom. Il. 2.851 οὐ γὰρ δείκνυσθαί φασι νῦν Ἐνετοὺς ἐν τῇ Παφλαγονίᾳ· οἱ δὲ κώμην ἐν τῷ Αἰγιαλῷ φασι δέκα σχοίνους ἀπὸ Ἀμάστρεως διέχουσαν. Ζηνόδοτος δὲ ἐξ Ἐνετῆς γράφει, καὶ φησὶ δηλοῦσθαι τὴν νῦν Ἀμισόν· ἄλλοι δὲ φῦλόν τι τοῖς Καππάδοξιν ὅμορον στρατεῦσαι μετὰ Κιμμερίων, εἶτʼ ἐκπεσεῖν εἰς τὸν Ἀδρίαν. τὸ δὲ μάλισθʼ ὁμολογούμενόν ἐστιν ὅτι ἀξιολογώτατον ἦν τῶν Παφλαγόνων φῦλον οἱ Ἐνετοί, ἐξ οὗ ὁ Πυλαιμένης ἦν· καὶ δὴ καὶ συνεστράτευσαν οὗτοι αὐτῷ πλεῖστοι, ἀποβαλόντες δὲ τὸν ἡγεμόνα διέβησαν εἰς τὴν Θρᾴκην μετὰ τὴν Τροίας ἅλωσιν, πλανώμενοι δʼ εἰς τὴν νῦν Ἐνετικὴν ἀφίκοντο. τινὲς δὲ καὶ Ἀντήνορα καὶ τοὺς παῖδας αὐτοῦ κοινωνῆσαι τοῦ στόλου τούτου φασὶ καὶ ἱδρυθῆναι κατὰ τὸν μυχὸν τοῦ Ἀδρίου, καθάπερ ἐμνήσθημεν ἐν τοῖς Ἰταλικοῖς. τοὺς μὲν οὖν Ἐνετοὺς διὰ τοῦτʼ ἐκλιπεῖν εἰκὸς καὶ μὴ δείκνυσθαι ἐν τῇ Παφλαγονίᾳ. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τοὺς δὲ Παφλαγόνας πρὸς ἕω μὲν ὁρίζει ὁ Ἅλυς ποταμός ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων τε καὶ Παφλαγόνωνante ἐξίει· καὶ ἐξίει κατὰ τὸν Ἡρόδοτον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον,Hdt. 1.6 Σύρους λέγοντα τοὺς Καππάδοκας· καὶ γὰρ ἔτι καὶ νῦν Λευκόσυροι καλοῦνται, Σύρων καὶ τῶν ἔξω τοῦ Ταύρου λεγομένων· κατὰ δὲ τὴν πρὸς τοὺς ἐντὸς τοῦ Ταύρου σύγκρισιν, ἐκείνων ἐπικεκαυμένων τὴν χρόαν τούτων δὲ μή, τοιαύτην τὴν ἐπωνυμίαν γενέσθαι συνέβη· καὶ Πίνδαρός φησιν ὅτι αἱ Ἀμαζόνες Σύριον εὐρυαίχμαν δίεπον στρατόν, τὴν ἐν τῇ Θεμισκύρᾳ κατοικίαν οὕτω δηλῶν. ἡ δὲ Θεμίσκυρά ἐστιν τῶν Ἀμισηνῶν, αὕτη δὲ Λευκοσύρων τῶν μετὰ τὸν Ἅλυν. πρὸς ἕω μὲν τοίνυν ὁ Ἅλυς ὅριον τῶν Παφλαγόνων, πρὸς νότον δὲ Φρύγες καὶ οἱ ἐποικήσαντες Γαλάται, πρὸς δύσιν δὲ Βιθυνοὶ καὶ Μαριανδυνοί (τὸ γὰρ τῶν Καυκώνων γένος ἐξέφθαρται τελέως πάντοθεν), πρὸς ἄρκτον δὲ ὁ Εὔξεινος ἔστι. τῆς δὲ χώρας ταύτης διῃρημένης εἴς τε τὴν μεσόγαιαν καὶ τὴν ἐπὶ θαλάττῃ διατείνουσαν ἀπὸ τοῦ Ἅλυος μέχρι Βιθυνίας, ἑκατέραν τὴν μὲν παραλίαν ἕως τῆς Ἡρακλείας εἶχεν ὁ Εὐπάτωρ, τῆς δὲ μεσογαίας τὴν μὲν ἐγγυτάτω ἔσχεν, ἧς τινα καὶ πέραν τοῦ Ἅλυος διέτεινε (καὶ μέχρι δεῦρο τοῖς Ῥωμαίοις ἡ Ποντικὴ ἐπαρχία ἀφώρισται), τὰ λοιπὰ δʼ ἦν ὑπὸ δυνάσταις καὶ μετὰ τὴν Μιθριδάτου κατάλυσιν. περὶ μὲν δὴ τῶν ἐν τῇ μεσογαίᾳ Παφλαγόνων ἐροῦμεν ὕστερον τῶν μὴ ὑπὸ τῷ Μιθριδάτῃ, νῦν δὲ πρόκειται τὴν ὑπʼ ἐκείνῳ χώραν, κληθεῖσαν δὲ Πόντον, διελθεῖν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὴ τὸν Παρθένιον ποταμὸν ἔστιν Ἄμαστρις ὁμώνυμος τῆς συνῳκικυίας πόλις· ἵδρυται δʼ ἐπὶ χερρονήσου λιμένας ἔχουσα τοῦ ἰσθμοῦ ἑκατέρωθεν· ἦν δʼ ἡ Ἄμαστρις γυνὴ μὲν Διονυσίου τοῦ Ἡρακλείας τυράννου, θυγάτηρ δὲ Ὀξυάθρου τοῦ Δαρείου ἀδελφοῦ τοῦ κατὰ Ἀλέξανδρον. ἐκείνη μὲν οὖν ἐκ τεττάρων κατοικιῶν συνῴκισε τὴν πόλιν, ἔκ τε Σησάμου καὶ Κυτώρου καὶ Κρώμνης (ὧν καὶ Ὅμηρος μέμνηται ἐν τῷ Παφλαγονικῷ διακόσμῳ), τετάρτης δὲ τῆς Τίου· ἀλλʼ αὕτη μὲν ταχὺ ἀπέστη τῆς κοινωνίας, αἱ δὲ ἄλλαι συνέμειναν, ὧν ἡ Σήσαμος ἀκρόπολις τῆς Ἀμάστρεως λέγεται. τὸ δὲ Κύτωρον ἐμπόριον ἦν ποτε Σινωπέων, ὠνόμασται δʼ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός, ὡς Ἔφορός φησι. πλείστη δὲ καὶ ἀρίστη πύξος φύεται κατὰ τὴν Ἀμαστριανήν, καὶ μάλιστα περὶ τὸ Κύτωρον. ὁ δὲ Αἰγιαλὸς ἔστι μὲν ᾐὼν μακρὰ πλειόνωνpost πλειόνων· μὲν ἢ ἑκατὸν σταδίων, ἔχει δὲ καὶ κώμην ὁμώνυμον, ἧς μέμνηται ὁ ποιητὴς ὅταν φῇ Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.Hom. Il. 2.855 γράφουσι δέ τινες Κρῶμναν Κωβίαλόν τε. Ἐρυθίνους δὲ λέγεσθαί φασι τοὺς νῦν Ἐρυθρίνους ἀπὸ τῆς χρόας· δύο δʼ εἰσὶ σκόπελοι. μετὰ δὲ Αἰγιαλὸν Κάραμβις, ἄκρα μεγάλη πρὸς τὰς ἄρκτους ἀνατεταμένη καὶ τὴν Σκυθικὴν χερρόνησον. ἐμνήσθημεν δʼ αὐτῆς πολλάκις καὶ τοῦ ἀντικειμένου αὐτῇ Κριοῦ μετώπου, διθάλαττον ποιοῦντος τὸν Εὔξεινον πόντον. μετὰ δὲ Κάραμβιν Κίνωλις καὶ Ἀντικίνωλις καὶ Ἀβώνου τεῖχος πολίχνιον, καὶ Ἀρμένη ἐφʼ ᾗ παροιμιάζονται ὅστις ἔργον οὐδὲν εἶχεν Ἀρμένην ἐτείχισεν. ἔστι δὲ κώμη τῶν Σινωπέων ἔχουσα λιμένα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἶτʼ αὐτὴ Σινώπη, σταδίους πεντήκοντα τῆς Ἀρμένης διέχουσα, ἀξιολογωτάτη τῶν ταύτῃ πόλεων. ἔκτισαν μὲν οὖν αὐτὴν Μιλήσιοι, κατασκευασαμένη δὲ ναυτικὸν ἐπῆρχε τῆς ἐντὸς Κυανέων θαλάττης, καὶ ἔξω δὲ πολλῶν ἀγώνων μετεῖχε τοῖς Ἕλλησιν· αὐτονομηθεῖσα δὲ πολὺν χρόνον οὐδὲ διὰ τέλους ἐφύλαξε τὴν ἐλευθερίαν, ἀλλʼ ἐκ πολιορκίας ἑάλω καὶ ἐδούλευσε Φαρνάκῃ πρῶτον, ἔπειτα τοῖς διαδεξαμένοις ἐκεῖνον μέχρι τοῦ Εὐπάτορος καὶ τῶν καταλυσάντων Ῥωμαίων ἐκεῖνον. ὁ δὲ Εὐπάτωρ καὶ ἐγεννήθη ἐκεῖ καὶ ἐτράφη· διαφερόντως δὲ ἐτίμησεν αὐτὴν μητρόπολίν τε τῆς βασιλείας ὑπέλαβεν. ἔστι δὲ καὶ φύσει καὶ προνοίᾳ κατεσκευασμένη καλῶς· ἵδρυται γὰρ ἐπὶ αὐχένι χερρονήσου τινός, ἑκατέρωθεν δὲ τοῦ ἰσθμοῦ λιμένες καὶ ναύσταθμα καὶ πηλαμυδεῖα θαυμαστά, περὶ ὧν εἰρήκαμεν ὅτι δευτέραν θήραν οἱ Σινωπεῖς ἔχουσι, τρίτην δὲ Βυζάντιοι· καὶ κύκλῳ δʼ ἡ χερρόνησος προβέβληται ῥαχιώδεις ἀκτὰς ἐχούσας καὶ κοιλάδας τινὰς ὡσανεὶ βόθρους πετρίνους, οὓς καλοῦσι χοινικίδας· πληροῦνται δὲ οὗτοι μετεωρισθείσης τῆς θαλάττης, ὡς καὶ διὰ τοῦτο οὐκ εὐπρόσιτον τὸ χωρίον καὶ διὰ τὸ πᾶσαν τὴν τῆς πέτρας ἐπιφάνειαν ἐχινώδη καὶ ἀνεπίβατον εἶναι γυμνῷ ποδί· ἄνωθεν μέντοι καὶ ὑπὲρ τῆς πόλεως εὔγεών ἐστι τὸ ἔδαφος καὶ ἀγροκηπίοις κεκόσμηται πυκνοῖς, πολὺ δὲ μᾶλλον τὰ προάστεια. αὐτὴ δʼ ἡ πόλις τετείχισται καλῶς, καὶ γυμνασίῳ δὲ καὶ ἀγορᾷ καὶ στοαῖς κεκόσμηται λαμπρῶς. τοιαύτη δὲ οὖσα δὶς ὅμως ἑάλω, πρότερον μὲν τοῦ Φαρνάκου παρὰ δόξαν αἰφνιδίως ἐπιπεσόντος, ὕστερον δὲ ὑπὸ Λευκόλλου καὶ τοῦ ἐγκαθημένου τυράννου καὶ ἐντὸς ἅμα καὶ ἐκτὸς πολιορκουμένη· ὁ γὰρ ἐγκατασταθεὶς ὑπὸ τοῦ βασιλέως φρούραρχος Βακχίδης ὑπονοῶν ἀεί τινα προδοσίαν ἐκ τῶν ἔνδοθεν καὶ πολλὰς αἰκίας καὶ σφαγὰς ποιῶν, ἀπαγορεῦσαι τοὺς ἀνθρώπους ἐποίησε πρὸς ἄμφω μήτʼ ἀμύνασθαι δυναμένους γενναίως μήτε προσθέσθαι κατὰ συμβάσεις. ἑάλωσαν δʼ οὖν· καὶ τὸν μὲν ἄλλον κόσμον τῆς πόλεως διεφύλαξεν ὁ Λεύκολλος, τὴν δὲ τοῦ Βιλλάρου σφαῖραν ἦρε καὶ τὸν Αὐτόλυκον, Σθένιδος ἔργον, ὃν ἐκεῖνοι οἰκιστὴν ἐνόμιζον καὶ ἐτίμων ὡς θεόν· ἦν δὲ καὶ μαντεῖον αὐτοῦ· δοκεῖ δὲ τῶν Ἰάσονι συμπλευσάντων εἶναι καὶ κατασχεῖν τοῦτον τὸν τόπον. εἶθʼ ὕστερον Μιλήσιοι τὴν εὐφυΐαν ἰδόντες καὶ τὴν ἀσθένειαν τῶν ἐνοικούντων ἐξιδιάσαντο καὶ ἐποίκους ἔστειλαν· νυνὶ δὲ καὶ Ῥωμαίων ἀποικίαν δέδεκται, καὶ μέρος τῆς πόλεως καὶ τῆς χώρας ἐκείνων ἐστί. διέχει δὲ τοῦ μὲν Ἱεροῦ τρισχιλίους καὶ πεντακοσίους, ἀφʼ Ἡρακλείας δὲ δισχιλίους, Καράμβεως δὲ ἑπτακοσίους σταδίους. ἄνδρας δὲ ἐξήνεγκεν ἀγαθούς, τῶν μὲν φιλοσόφων Διογένη τὸν κυνικὸν καὶ Τιμόθεον τὸν Πατρίωνα, τῶν δὲ ποιητῶν Δίφιλον τὸν κωμικόν, τῶν δὲ συγγραφέων Βάτωνα τὸν πραγματευθέντα τὰ Περσικά. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐντεῦθεν δʼ ἐφεξῆς ἡ τοῦ Ἅλυος ἐκβολὴ ποταμοῦ· ὠνόμασται δʼ ἀπὸ τῶν ἁλῶν ἃς παραρρεῖ· ἔχει δὲ τὰς πηγὰς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ τῆς Ποντικῆς πλησίον κατὰ τὴν Καμισηνήν, ἐνεχθεὶς δʼ ἐπὶ δύσιν πολύς, εἶτʼ ἐπιστρέψας πρὸς τὴν ἄρκτον διά τε Γαλατῶν καὶ Παφλαγόνων ὁρίζει τούτους τε καὶ τοὺς Λευκοσύρους. ἔχει δὲ καὶ ἡ Σινωπῖτις καὶ πᾶσα ἡ μέχρι Βιθυνίας ὀρεινὴ ἡ ὑπερκειμένη τῆς λεχθείσης παραλίας ναυπηγήσιμον ὕλην ἀγαθὴν καὶ εὐκατακόμιστον. ἡ δὲ Σινωπῖτις καὶ σφένδαμνον φύει καὶ ὀροκάρυον, ἐξ ὧν τὰς τραπέζας τέμνουσιν· ἅπασα δὲ καὶ ἐλαιόφυτός ἐστιν ἡ μικρὸν ὑπὲρ τῆς θαλάττης γεωργουμένη. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν ἐκβολὴν τοῦ Ἅλυος ἡ Γαζηλωνῖτίς ἐστι μέχρι τῆς Σαραμηνῆς, εὐδαίμων χώρα καὶ πεδιὰς πᾶσα καὶ πάμφορος· ἔχει δὲ καὶ προβατείαν ὑποδιφθέρου καὶ μαλακῆς ἐρέας, ἧς καθʼ ὅλην τὴν Καππαδοκίαν καὶ τὸν Πόντον σφόδρα πολλὴ σπάνις ἐστί· γίνονται δὲ καὶ ζορκές, ὧν ἀλλαχοῦ σπάνις ἐστί. ταύτης δὲ τῆς χώρας τὴν μὲν ἔχουσιν Ἀμισηνοί, τὴν δʼ ἔδωκε Δηιοτάρῳ Πομπήιος, καθάπερ καὶ τὰ περὶ Φαρνακίαν καὶ τὴν Τραπεζουσίαν μέχρι Κολχίδος καὶ τῆς μικρᾶς Ἀρμενίας· καὶ τούτων ἀπέδειξεν αὐτὸν βασιλέα, ἔχοντα καὶ τὴν πατρῴαν τετραρχίαν τῶν Γαλατῶν, τοὺς Τολιστοβωγίους. ἀποθανόντος δʼ ἐκείνου πολλαὶ διαδοχαὶ τῶν ἐκείνου γεγόνασι. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν Γαζηλῶνα ἡ Σαραμηνὴ καὶ Ἀμισὸς πόλις ἀξιόλογος, διέχουσα τῆς Σινώπης περὶ ἐνακοσίους σταδίους. φησὶ δʼ αὐτὴν Θεόπομπος πρώτους Μιλησίους κτίσαι Καππαδόκων ἄρχοντα, τρίτον δʼ ὑπʼ Ἀθηνοκλέους καὶ Ἀθηναίων ἐποικισθεῖσαν Πειραιᾶ μετονομασθῆναι. καὶ ταύτην δὲ κατέσχον οἱ βασιλεῖς, ὁ δʼ Εὐπάτωρ ἐκόσμησεν ἱεροῖς καὶ προσέκτισε μέρος. Λεύκολλος δὲ καὶ ταύτην ἐπολιόρκησεν, εἶθʼ ὕστερον Φαρνάκης ἐκ Βοσπόρου διαβάς· ἐλευθερωθεῖσαν δʼ ὑπὸ Καίσαρος τοῦ θεοῦ παρέδωκεν Ἀντώνιος βασιλεῦσιν· εἶθʼ ὁ τύραννος Στράτων κακῶς αὐτὴν διέθηκεν· εἶτʼ ἠλευθερώθη πάλιν μετὰ τὰ Ἀκτιακὰ ὑπὸ Καίσαρος τοῦ Σεβαστοῦ, καὶ νῦν εὖ συνέστηκεν. ἔχει δὲ τήν τε ἄλλην χώραν καλὴν καὶ τὴν Θεμίσκυραν τὸ τῶν Ἀμαζόνων οἰκητήριον, καὶ τὴν Σιδήνην. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἔστι δὲ ἡ Θεμίσκυρα πεδίον τῇ μὲν ὑπὸ τοῦ πελάγους κλυζόμενον, ὅσον ἑξήκοντα σταδίους τῆς πόλεως διέχον, τῇ δʼ ὑπὸ τῆς ὀρεινῆς εὐδένδρου καὶ διαρρύτου ποταμοῖς αὐτόθεν τὰς πηγὰς ἔχουσιν. ἐκ μὲν οὖν τούτων πληρούμενος ἁπάντων εἷς ποταμὸς διέξεισι τὸ πεδίον Θερμώδων καλούμενος· ἄλλος δὲ τούτῳ πάρισος ῥέων ἐκ τῆς καλουμένης Φαναροίας τὸ αὐτὸ διέξεισι πεδίον· καλεῖται δὲ Ἶρις. ἔχει δὲ τὰς πηγὰς ἐν αὐτῷ τῷ Πόντῳ, ῥυεὶς δὲ διὰ πόλεως μέσης Κομάνων τῶν Ποντικῶν καὶ διὰ τῆς Δαζιμωνίτιδος εὐδαίμονος πεδίου πρὸς δύσιν, εἶτʼ ἐπιστρέφει πρὸς τὰς ἄρκτους παρʼ αὐτὰ τὰ Γαζίουρα, παλαιὸν βασίλειον, νῦν δʼ ἔρημον· εἶτα ἀνακάμπτει πάλιν πρὸς ἕω παραλαβὼν τόν τε Σκύλακα καὶ ἄλλους ποταμούς, καὶ παρʼ αὐτὸ τὸ τῆς Ἀμασείας ἐνεχθεὶς τεῖχος, τῆς ἡμετέρας πατρίδος, πόλεως ἐρυμνοτάτης, εἰς τὴν Φανάροιαν πρόεισιν· ἐνταῦθα δὲ συμβαλὼν ὁ Λύκος αὐτῷ τὰς ἀρχὰς ἐξ Ἀρμενίας ἔχων γίνεται καὶ αὐτὸς Ἶρις· εἶθʼ ἡ Θεμίσκυρα ὑποδέχεται τὸ ῥεῦμα καὶ τὸ Ποντικὸν πέλαγος. διὰ δὲ τοῦτο ἔνδροσόν ἐστι καὶ ποάζον ἀεὶ τὸ πεδίον τοῦτο τρέφειν ἀγέλας βοῶν τε ὁμοίως καὶ ἵππων δυνάμενον, σπόρον δὲ πλεῖστον δέχεται τὸν ἐκ τῆς ἐλύμου καὶ κέγχρου, μᾶλλον δὲ ἀνέκλειπτον· αὐχμοῦ γάρ ἐστι κρείττων ἡ εὐυδρία παντός, ὥστʼ οὐδὲ λιμὸς καθικνεῖται τῶν ἀνθρώπων τούτων οὐδʼ ἅπαξ· τοσαύτην δʼ ὀπώραν ἐκδίδωσιν ἡ παρόρειος τὴν αὐτοφυῆ καὶ ἀγρίαν σταφυλῆς τε καὶ ὄχνης καὶ μήλου καὶ τῶν καρυωδῶν ὥστε κατὰ πᾶσαν τοῦ ἔτους ὥραν ἀφθόνως εὐπορεῖν τοὺς ἐξιόντας ἐπὶ τὴν ὕλην, τοτὲ μὲν ἔτι κρεμαμένων τῶν καρπῶν ἐν τοῖς δένδρεσι, τοτὲ δʼ ἐν τῇ πεπτωκυίᾳ φυλλάδι καὶ ὑπʼ αὐτῇ κειμένων βαθείᾳ καὶ πολλῇ κεχυμένῃ. συχναὶ δὲ καὶ θῆραι παντοίων ἀγρευμάτων διὰ τὴν εὐπορίαν τῆς τροφῆς. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν Θεμίσκυράν ἐστιν ἡ Σιδήνη, πεδίον εὔδαιμον, οὐχ ὁμοίως δὲ κατάρρυτον, ἔχον χωρία ἐρυμνὰ ἐπὶ τῇ παραλίᾳ, τήν τε Σίδην ἀφʼ ἧς ὠνομάσθη Σιδήνη, καὶ Χάβακα καὶ Φάβδα· μέχρι μὲν δὴ δεῦρο Ἀμισηνή. ἄνδρες δὲ γεγόνασιν ἄξιοι μνήμης κατὰ παιδείαν ἐνταῦθα μαθηματικοὶ μὲν Δημήτριος ὁ τοῦ Ῥαθηνοῦ καὶ Διονυσόδωρος ὁμώνυμος τῷ Μηλίῳ γεωμέτρῃ, γραμματικὸς δὲ Τυραννίων οὗ ἡμεῖς ἠκροασάμεθα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | μετὰ δὲ τὴν Σιδήνην ἡ Φαρνακία ἐστὶν ἐρυμνὸν πόλισμα, καὶ μετὰ ταῦτα ἡ Τραπεζοῦς πόλις Ἑλληνίς, εἰς ἣν ἀπὸ τῆς Ἀμισοῦ περὶ δισχιλίους καὶ διακοσίους σταδίους ἐστὶν ὁ πλοῦς· εἶτʼ ἔνθεν εἰς Φᾶσιν χίλιοί που καὶ τετρακόσιοι, ὥστε οἱ σύμπαντες ἀπὸ τοῦ Ἱεροῦ μέχρι Φάσιδος περὶ ὀκτακισχιλίους σταδίους εἰσὶν ἢ μικρῷ πλείους ἢ ἐλάττους. ἐν δὲ τῇ παραλίᾳ ταύτῃ ἀπὸ Ἀμισοῦ πλέουσιν ἡ Ἡράκλειος ἄκρα πρῶτον ἔστιν, εἶτʼ ἄλλη ἄκρα Ἰασόνιον καὶ ὁ Γενήτης, εἶτα Κοτύωρα πολίχνη ἐξ ἧς συνῳκίσθη ἡ Φαρνακία, εἶτʼ Ἰσχόπολις κατερηριμμένη, εἶτα κόλπος ἐν ᾧ Κερασοῦς τε καὶ Ἑρμώνασσα κατοικίαι μέτριαι, εἶτα τῆς Ἑρμωνάσσης πλησίον ἡ Τραπεζοῦς, εἶθʼ ἡ Κολχίς· ἐνταῦθα δέ που ἐστὶ καὶ Ζυγόπολίς τις λεγομένη κατοικία. περὶ μὲν οὖν τῆς Κολχίδος εἴρηται καὶ τῆς ὑπερκειμένης παραλίας. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τῆς δὲ Τραπεζοῦντος ὑπέρκεινται καὶ τῆς Φαρνακίας Τιβαρανοί τε καὶ Χαλδαῖοι καὶ Σάννοι, οὓς πρότερον ἐκάλουν Μάκρωνας, καὶ ἡ μικρὰ Ἀρμενία· καὶ οἱ Ἀππαῗται δέ πως πλησιάζουσι τοῖς χωρίοις τούτοις οἱ πρότερον Κερκῖται. διήκει δὲ διὰ τούτων ὅ τε Σκυδίσης ὄρος τραχύτατον συνάπτον τοῖς Μοσχικοῖς ὄρεσι τοῖς ὑπὲρ τῆς Κολχίδος, οὗ τὰ ἄκρα κατέχουσιν οἱ Ἑπτακωμῆται, καὶ ὁ Παρυάδρης ὁ μέχρι τῆς μικρᾶς Ἀρμενίας ἀπὸ τῶν κατὰ Σιδήνην καὶ Θεμίσκυραν τόπων διατείνων καὶ ποιῶν τὸ ἑωθινὸν τοῦ Πόντου πλευρόν. εἰσὶ δʼ ἅπαντες μὲν οἱ ὄρειοι τούτων ἄγριοι τελέως, ὑπερβέβληνται δὲ τοὺς ἄλλους οἱ Ἑπτακωμῆται· τινὲς δὲ καὶ ἐπὶ δένδρεσιν ἢ πυργίοις οἰκοῦσι, διὸ καὶ Μοσυνοίκους ἐκάλουν οἱ παλαιοί, τῶν πύργων μοσσύνων λεγομένων. ζῶσι δʼ ἀπὸ θηρείων σαρκῶν καὶ τῶν ἀκροδρύων, ἐπιτίθενται δὲ καὶ τοῖς ὁδοιποροῦσι καταπηδήσαντες ἀπὸ τῶν ἰκρίων. οἱ δὲ Ἑπτακωμῆται τρεῖς Πομπηίου σπείρας κατέκοψαν διεξιούσας τὴν ὀρεινήν, κεράσαντες κρατῆρας ἐν ταῖς ὁδοῖς τοῦ μαινομένου μέλιτος, ὃ φέρουσιν οἱ ἀκρεμόνες τῶν δένδρων· πιοῦσι γὰρ καὶ παρακόψασιν ἐπιθέμενοι ῥᾳδίως διεχειρίσαντο τοὺς ἀνθρώπους. ἐκαλοῦντο δὲ τούτων τινὲς τῶν βαρβάρων καὶ Βύζηρες. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οἱ δὲ νῦν Χαλδαῖοι Χάλυβες τὸ παλαιὸν ὠνομάζοντο, καθʼ οὓς μάλιστα ἡ Φαρνακία ἵδρυται, κατὰ θάλατταν μὲν ἔχουσα εὐφυΐαν τὴν ἐκ τῆς πηλαμυδείας (πρώτιστα γὰρ ἁλίσκεται ἐνταῦθα τὸ ὄψον τοῦτο), ἐκ δὲ τῆς γῆς τὰ μέταλλα νῦν μὲν σιδήρου πρότερον δὲ καὶ ἀργύρου. ὅλως δὲ κατὰ τοὺς τόπους τούτους ἡ παραλία στενὴ τελέως ἐστίν· ὑπέρκειται γὰρ εὐθὺς τὰ ὄρη μετάλλων πλήρη καὶ δρυμῶν, γεωργεῖται δʼ οὐ πολλά· λείπεται δὴ τοῖς μὲν μεταλλευταῖς ἐκ τῶν μετάλλων ὁ βίος, τοῖς δὲ θαλαττουργοῖς ἐκ τῆς ἁλιείας καὶ μάλιστα τῶν πηλαμύδων καὶ τῶν δελφίνων· ἐπακολουθοῦντες γὰρ ταῖς ἀγέλαις τῶν ἰχθύων, κορδύλης τε καὶ θύννης καὶ αὐτῆς τῆς πηλαμύδος, πιαίνονταί τε καὶ εὐάλωτοι γίνονται διὰ τὸ πλησιάζειν τῇ γῇ προαλέστερον· δελεαζομένους μόνοι οὗτοι κατακόπτουσι τοὺς δελφῖνας καὶ τῷ στέατι πολλῷ χρῶνται πρὸς ἅπαντα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τούτους οὖν οἶμαι λέγειν τὸν ποιητὴν Ἁλιζώνους ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.Hom. Il. 2.856 ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ τηλόθεν ἐκ Χαλύβης, ἢ τῶν ἀνθρώπων πρότερον Ἀλύβων λεγομένων ἀντὶ Χαλύβων· οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι, πρότερον δʼ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας, καὶ ταῦτα τῶν ὀνομάτων μεταπτώσεις πολλὰς δεχομένων καὶ μάλιστα ἐν τοῖς βαρβάροις· Σίντιες γὰρ ἐκαλοῦντό τινες τῶν Θρᾳκῶν, εἶτα Σιντοί, εἶτα Σάιοι, παρʼ οἷς φησιν Ἀρχίλοχος τὴν ἀσπίδα ῥῖψαι ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.Archil. 6 (51) (Bergk) οἱ δʼ αὐτοὶ οὗτοι Σαπαῖοι νῦν ὀνομάζονται· πάντες γὰρ οὗτοι περὶ Ἄβδηρα τὴν οἴκησιν εἶχον καὶ τὰς περὶ Λῆμνον νήσους· ὁμοίως δὲ καὶ Βρῦγοι καὶ Βρύγες καὶ Φρύγες οἱ αὐτοί, καὶ Μυσοὶpost Μυσοὶ· καὶ Μέρονες καὶ Μαίονες καὶ Μῄονες· οὐ χρεία δὲ πλεονάζειν. ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνόματος μετάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας, τὰ δʼ ἑξῆς καὶ τὰ συνῳδὰ οὐ νοῶν, καὶ μάλιστα ἐκ τίνος Ἁλιζώνους εἴρηκε τοὺς Χάλυβας, ἀποδοκιμάζει τὴν δόξαν· ἡμεῖς δʼ ἀντιπαραθέντες τῇ ἡμετέρᾳ τὴν ἐκείνου καὶ τὰς τῶν ἄλλων ὑπολήψεις σκοπῶμεν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | οἱ μὲν οὖν μεταγράφουσιν Ἀλαζώνων οἱ δʼ Ἀμαζώνων ποιοῦντες, τὸ δʼ ἐξ Ἀλύβης ἐξ Ἀλόπης ἢ ἐξ Ἀλόβης, τοὺς μὲν Σκύθας Ἀλαζῶνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη καὶ Καλλιπίδας καὶ ἄλλα ὀνόματα, ἅπερ Ἑλλάνικός τε καὶ Ἡρόδοτος καὶ Εὔδοξος κατεφλυάρησαν ἡμῶν, τοὺς δʼ Ἀμαζῶνας μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας, καθάπερ Ἔφορος νομίζει, πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ· καὶ τοῦτο μὲν ἔχεταί τινος λόγου τυχὸν ἴσως· εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον, πρότερον δʼ ὑπὸ Ἀμαζόνων, ὧν καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι· καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν. ἡ δὲ Ἀλύβη ἢ ὥς τινες Ἀλόπη ἢ Ἀλόβη πῶς ἂν ἐν τοῖς τόποις τούτοις ἐξητάζετο; πῶς δὲ τηλόθεν; πῶς δʼ ἡ τοῦ ἀργύρου γενέθλη; |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ταῦτα μὲν ἀπολύεται τῇ μεταγραφῇ· γράφει γὰρ οὕτως αὐτὰρ Ἀμαζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, ἐλθόντʼ ἐξ Ἀλόπης, ὅ θʼ Ἀμαζονίδων γένος ἐστί. ταῦτα δʼ ἀπολυσάμενος εἰς ἄλλο ἐμπέπτωκε πλάσμα· οὐδαμοῦ γὰρ ἐνθάδε εὑρίσκεται Ἀλόπη· καὶ ἡ μεταγραφὴ δὲ παρὰ τὴν τῶν ἀντιγράφων τῶν ἀρχαίων πίστιν καινοτομουμένη ἐπὶ τοσοῦτον σχεδιασμῷ ἔοικεν. ὁ δὲ Σκήψιος οὔτε τὴν τούτου δόξαν ἔοικεν ἀποδεξάμενος οὔτε τῶν περὶ τὴν Παλλήνην τοὺς Ἁλιζώνους ὑπολαβόντων, ὧν ἐμνήσθημεν ἐν τοῖς Μακεδονικοῖς. ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένην νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις νομίσειεν, ἐπαινεῖ δὲ μάλιστα τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς δόξαν καὶ τὴν Παλαιφάτου, ὧν ὁ μὲν ἐν γῆς περιόδῳ φησίν ἐπὶ δʼ Ἀλαζίᾳ πόλι ποταμὸς Ὀδρύσης ῥέων διὰ Μυγδονίης πεδίου ἀπὸ δύσιος ἐκ τῆς λίμνης τῆς Δασκυλίτιδος ἐς Ῥύνδακον ἐσβάλλει. ἔρημον δὲ εἶναι νῦν τὴν Ἀλαζίαν λέγει, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι, διʼ ὧν Ὀδρύσης ῥεῖ, ἐν δὲ ταύταις τὸν Ἀπόλλωνα τιμᾶσθαι διαφερόντως, καὶ μάλιστα κατὰ τὴν ἐφορίαν τῶν Κυζικηνῶν. ὁ δὲ Μενεκράτης ἐν τῇ Ἑλλησποντιακῇ περιόδῳ ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρλειαν τόπων ὀρεινὴν συνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος· δεῖ δέ, φησί, γράφειν ἐν τοῖς δύο λάβδα, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον. ὁ δὲ Παλαίφατός φησιν ἐξ Ἀλαζώνων τῶν ἐν τῇ Ἀλόπῃ οἰκούντων, νῦν δὲ Ζελείᾳ, τὸν Ὀδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι. τί οὖν ἄξιον ἐπαινεῖν τὰς τούτων δόξας; χωρὶς γὰρ τοῦ τὴν ἀρχαίαν γραφὴν καὶ τούτους κινεῖν οὔτε τὰ ἀργυρεῖα δεικνύουσιν, οὔτε ποῦ τῆς Μυρλεάτιδος Ἀλόπη ἐστίν, οὔτε πῶς οἱ ἐνθένδε ἀφιγμένοι εἰς Ἴλιον τηλόθεν ἦσαν, εἰ καὶ δοθείη Ἀλόπην τινὰ γεγονέναι ἢ Ἀλαζίαν· πολὺ γὰρ δὴ ταῦτα ἐγγυτέρω ἐστὶ τῇ Τρῳάδι ἢ τὰ περὶ Ἔφεσον. ἀλλʼ ὅμως τοὺς περὶ Πύγελα λέγοντας τοὺς Ἀμαζῶνας μεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ Πριήνης φλυαρεῖν φησὶν ὁ Δημήτριος· τὸ γὰρ τηλόθεν οὐκ ἐφαρμόττειν τῷ τόπῳ· πόσῳ οὖν μᾶλλον οὐκ ἐφαρμόττει τῷ περὶ Μυσίαν καὶ Τευθρανίαν; |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | νὴ Δία, ἀλλά φησι δεῖν ἔνια καὶ ἀκύρως προστιθέμενα δέχεσθαι, ὡς καὶ τῆλʼ ἐξ ἈσκανίηςHom. Il. 2.863 καὶ Ἀρναῖος δʼ ὄνομʼ ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ,Hom. Od. 18.5 καὶ εἵλετο δὲ κληῖδʼ εὐκαμπέα χειρὶ παχείῃ Πηνελόπη.Hom. Od. 21.6 δεδόσθω δὴ καὶ τοῦτο· ἀλλʼ ἐκεῖνα οὐ δοτέα, οἷς προσέχων ὁ Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι δεῖν ἀκούειν τηλόθεν ἐκ Χαλύβης πιθανῶς ἀντείρηκε. συγχωρήσας γὰρ ὅτι, εἰ καὶ μὴ ἔστι νῦν ἐν τοῖς Χάλυψι τὰ ἀργυρεῖα, ὑπάρξαι γε ἐνεδέχετο, ἐκεῖνό γε οὐ συγχωρεῖ ὅτι καὶ ἔνδοξα ἦν καὶ ἄξια μνήμης, καθάπερ τὰ σιδηρεῖα. τί δὲ κωλύει, φαίη τις ἄν,ante καὶ· ἢ καὶ ἔνδοξα εἶναι, καθάπερ καὶ τὰ σιδηρεῖα; ἢ σιδήρου μὲν εὐπορία τόπον ἐπιφανῆ δύναται ποιεῖν, ἀργύρου δʼ οὔ; τί δʼ εἰ μὴ κατὰ τοὺς ἥρωας, ἀλλὰ καθʼ Ὅμηρον εἰς δόξαν ἀφῖκτο τὰ ἀργυρεῖα, ἆρα μέμψαιτό τις ἂν τὴν ἀπόφασιν τοῦ ποιητοῦ; πῶς οὖν εἰς τὸν ποιητὴν ἡ δόξα ἀφίκετο; πῶς δʼ ἡ τοῦ ἐν τῇ Τεμέσῃ χαλκοῦ τῇ Ἰταλιώτιδι; πῶς δʼ ἡ τοῦ Θηβαϊκοῦ πλούτου τοῦ κατʼ Αἴγυπτον; καίτοι διπλάσιον σχεδόν τι διέχοντα τῶν Αἰγυπτίων Θηβῶν ἢ τῶν Χαλδαίων. ἀλλʼ οὐδʼ οἷς συνηγορεῖ, τούτοις ὁμολογεῖ· τὰ γὰρ περὶ τὴν Σκῆψιν τοποθετῶν τὴν ἑαυτοῦ πατρίδα, πλησίον τῆς Σκήψεως καὶ τοῦ Αἰσήπου Νέαν κώμην καὶ Ἀργυρίαν λέγει καὶ Ἀλαζονίαν. ταῦτα μὲν οὖν εἰ καὶ ἔστι, πρὸς ταῖς πηγαῖς ἂν εἴη τοῦ Αἰσήπου. ὁ δὲ Ἑκαταῖος λέγει ἐπέκεινα τῶν ἐκβολῶν αὐτοῦ, ὅ τε Παλαίφατος πρότερον μὲν Ἀλόπην οἰκεῖν φήσας νῦν δὲ Ζέλειαν, οὐδὲν ὅμοιον λέγει τούτοις. εἰ δʼ ἄρα ὁ Μενεκράτης, καὶ οὐδʼ οὗτος τὴν Ἀλόπην ἢ Ἀλόβην ἢ ὅπως ποτὲ βούλονται γράφειν φράζει ἥτις ἐστίν, οὐδʼ αὐτὸς ὁ Δημήτριος. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | πρὸς Ἀπολλόδωρον δὲ περὶ τῶν αὐτῶν ἐν τῷ Τρωικῷ διακόσμῳ διαλεγόμενον πολλὰ μὲν εἴρηται πρότερον, καὶ νῦν δὲ λεκτέον. οὐ γὰρ οἴεται δεῖν δέχεσθαι τοὺς Ἁλιζώνους ἐκτὸς τοῦ Ἅλυος· μηδεμίαν γὰρ συμμαχίαν ἀφῖχθαι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. πρῶτον τοίνυν ἀπαιτήσομεν αὐτὸν τίνες εἰσὶν οἱ ἐντὸς τοῦ Ἅλυος Ἁλίζωνοι, οἱ καὶ τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη·Hom. Il. 2.857 οὐ γὰρ ἕξει λέγειν· ἔπειτα τὴν αἰτίαν διʼ ἣν οὐ συγχωρεῖ καὶ ἐκ τῆς περαίας ἀφῖχθαί τινα συμμαχίαν· καὶ γὰρ εἰ τὰς ἄλλας ἐντὸς εἶναι τοῦ ποταμοῦ πάσας συμβαίνει πλὴν τῶν Θρᾳκῶν, μίαν γε ταύτην οὐδὲν ἐκώλυε πέραθεν ἀφῖχθαι ἐκ τῆς ἐπέκεινα τῶν Λευκοσύρων. ἢ πολεμήσοντας μὲν ἦν δυνατὸν διαβαίνειν ἐκ τῶν τόπων τούτων καὶ τῶν ἐπέκεινα, καθάπερ τὰς Ἀμαζόνας καὶ Τρῆρας καὶ Κιμμερίους φασί, συμμαχήσοντας δʼ ἀδύνατον; αἱ μὲν οὖν Ἀμαζόνες οὐ συνεμάχουν διὰ τὸ τὸν Πρίαμον πολεμῆσαι πρὸς αὐτὰς συμμαχοῦντα τοῖς Φρυξὶν ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραιHom. Il. 3.189 φησὶν ὁ Πρίαμος καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμην. οἱ δʼ ὁμοροῦντες αὐταῖς, οὔθʼ οὕτως ἄπωθεν ὄντες ὥστε χαλεπὴν εἶναι τὴν ἐκεῖθεν μετάπεμψιν οὔτʼ ἔχθρας ὑποκειμένης, οὐδὲν ἐκωλύοντο οἶμαι συμμαχεῖν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἀλλʼ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν ὡς συμφωνούντων ἁπάντων μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωικοῦ πολέμου. πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας· Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν, ἐκεῖθεν δὲ μετὰ τῶν Θρᾳκῶν ἀπᾶραι καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν, τοὺς δὲ μὴ μετασχόντας τῆς στρατείας Ἐνετοὺς Καππάδοκας γενέσθαι. συνηγορεῖν δʼ ἂν δόξειε τῷ λόγῳ τούτῳ, διότι πᾶσα ἡ πλησίον τοῦ Ἅλυος Καππαδοκία ὅση παρατείνει τῇ Παφλαγονίᾳ ταῖς δυσὶ χρῆται διαλέκτοις καὶ τοῖς ὀνόμασι πλεονάζει τοῖς Παφλαγονικοῖς, Βάγας καὶ Βιάσας καὶ Αἰνιάτης καὶ Ῥατώτης καὶ Ζαρδώκης καὶ Τίβιος καὶ Γάσυς καὶ Ὀλίγασυς καὶ Μάνης· ταῦτα γὰρ ἔν τε τῇ Φαζημωνίτιδι καὶ τῇ Πιμωλισίτιδι καὶ τῇ Γαζηλωνίτιδι καὶ Γαζακηνῇ καὶ ἄλλαις πλείσταις χώραις ἐπιπολάζει τὰ ὀνόματα. αὐτὸς δὲ ὁ Ἀπολλόδωρος παρατίθησι τὸ τοῦ Ζηνοδότου ὅτι γράφει ἐξ Ἐνετῆς, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.Hom. Il. 2.852 ταύτην δέ φησιν Ἑκαταῖον τὸν Μιλήσιον δέχεσθαι τὴν Ἀμισόν· ἡ δʼ Ἀμισὸς εἴρηται διότι τῶν Λευκοσύρων ἐστὶ καὶ ἐκτὸς τοῦ Ἅλυος. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | εἴρηται δʼ αὐτῷ που καὶ διότι ὁ ποιητὴς ἱστορίαν εἶχε τῶν Παφλαγόνων τῶν ἐν τῇ μεσογαίᾳ παρὰ τῶν πεζῇ διελθόντων τὴν χώραν, τὴν παραλίαν δʼ ἠγνόει, καθάπερ καὶ τὴν ἄλλην τὴν Ποντικήν· ὠνόμαζε γὰρ ἂν αὐτήν. τοὐναντίον δʼ ἔστιν ἀναστρέψαντα εἰπεῖν ἐκ τῆς περιοδείας ὁρμηθέντα τῆς ἀποδοθείσης νυνί, ὡς τὴν μὲν παραλίαν πᾶσαν ἐπελήλυθε καὶ οὐδὲν τῶν ὄντων τότε ἀξίων μνήμης παραλέλοιπεν· εἰ δʼ Ἡράκλειαν καὶ Ἄμαστριν καὶ Σινώπην οὐ λέγει τὰς μήπω συνῳκισμένας οὐδὲν θαυμαστόν· τὴν δὲ μεσόγαιαν οὐδὲν ἄτοπον εἰ μὴ εἴρηκε. καὶ τὸ μὴ ὀνομάζειν δὲ πολλὰ τῶν γνωρίμων οὐκ ἀγνοίας ἐστὶ σημεῖον, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐπεσημηνάμεθα· ἀγνοεῖν γὰρ αὐτὸν πολλὰ τῶν ἐνδόξων ἔφη περὶ τὸν Πόντον, οἷον ποταμοὺς καὶ ἔθνη· ὀνομάσαι γὰρ ἄν. τοῦτο δʼ ἐπὶ μέν τινων σφόδρα σημειωδῶν δοίη τις ἄν, οἷον Σκύθας καὶ Μαιῶτιν καὶ Ἴστρον. οὐ γὰρ διὰ σημείων μὲν τοὺς νομάδας εἴρηκε γαλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους, καὶ ἔτι ἀγαυοὺς ἱππημολγούς, Σκύθας δὲ οὐκ ἂν εἶπεν ἢ Σαυρομάτας ἢ Σαρμάτας, εἰ δὴ οὕτως ὠνομάζοντο τότε ὑπὸ τῶν Ἑλλήνων· οὐδʼ ἂν Θρᾳκῶν τε καὶ Μυσῶν μνησθεὶς τῶν πρὸς τῷ Ἴστρῳ αὐτὸν παρεσίγησε μέγιστον τῶν ποταμῶν ὄντα, καὶ ἄλλως ἐπιφόρως ἔχων πρὸς τὸ τοῖς ποταμοῖς ἀφορίζεσθαι τοὺς τόπους, οὐδʼ ἂν Κιμμερίους λέγων παρῆκε τὸν Βόσπορον ἢ τὴν Μαιῶτιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐπὶ δὲ τῶν μὴ οὕτω σημειωδῶν ἢ μὴ τότε ἢ μὴ πρὸς τὴν ὑπόθεσιν τί ἄν τις μέμφοιτο; οἷον τὸν Τάναϊν διʼ οὐδὲν ἄλλο γνωριζόμενον ἢ διότι τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅριόν ἐστιν· ἀλλʼ οὔτε τὴν Ἀσίαν οὔτε τὴν Εὐρώπην ὠνόμαζόν πω οἱ τότε, οὐδὲ διῄρητο οὕτως εἰς τρεῖς ἠπείρους ἡ οἰκουμένη· ὠνόμασε γὰρ ἄν που διὰ τὸ λίαν σημειῶδες, ὡς καὶ τὴν Λιβύην καὶ τὸν λίβα τὸν ἀπὸ τῶν ἑσπερίων τῆς Λιβύης πνέοντα· τῶν δʼ ἠπείρων μήπω διωρισμένων οὐδὲ τοῦ Τανάιδος ἔδει καὶ τῆς μνήμης αὐτοῦ. πολλὰ δὲ καὶ ἀξιομνημόνευτα μέν, οὐχ ὑπέδραμε δέ· πολὺ γὰρ δὴ καὶ τὸ ἐπελευστικὸν εἶδος ἔν τε τοῖς λόγοις καὶ ἐν ταῖς πράξεσίν ἐστιν. ἐκ πάντων δὲ τούτων καὶ τῶν τοιούτων δῆλόν ἐστιν ὅτι μοχθηρῷ σημείῳ χρῆται πᾶς ὁ ἐκ τοῦ μὴ λέγεσθαί τι ὑπὸ τοῦ ποιητοῦ τὸ ἀγνοεῖσθαι ἐκεῖνο ὑπʼ αὐτοῦ τεκμαιρόμενος. καὶ δεῖ διὰ πλειόνων παραδειγμάτων ἐξελέγχειν αὐτὸ μοχθηρὸν ὄν· πολλῷ γὰρ αὐτῷ κέχρηνται πολλοί. ἀνακρουστέον οὖν αὐτοὺς προφέροντας τὰ τοιαῦτα, εἰ καὶ ταυτολογήσομενpost ταυτολογήσομεν· τὸν λόγον.· οἷον ἐπὶ τῶν ποταμῶν εἴ τις λέγοι τῷ μὴ ὠνομάσθαι ἀγνοεῖσθαι εὐήθη φήσομεν τὸν λόγον· ὅπου γε οὐδὲ Μέλητα τὸν παρὰ τὴν Σμύρναν ῥέοντα ὠνόμακε ποταμόν, τὴν ὑπὸ τῶν πλείστων λεγομένην αὐτοῦ πατρίδα, Ἕρμον ποταμὸν καὶ Ὕλλον ὀνομάζων, οὐδὲ Πακτωλὸν τὸν εἰς ταὐτὸ τούτοις ῥεῖθρον ἐμβάλλοντα, τὴν δʼ ἀρχὴν ἀπὸ τοῦ Τμώλου ἔχοντα οὗ μέμνηται· οὐδʼ αὐτὴν Σμύρναν λέγει, οὐδὲ τὰς ἄλλας τῶν Ἰώνων πόλεις καὶ τῶν Αἰολέων τὰς πλείστας, Μίλητον λέγωνpost λέγων· καὶ Σάμον καὶ Λέσβον καὶ Τένεδον, οὐδὲ Ληθαῖον τὸν παρὰ Μαγνησίαν ῥέοντα οὐδὲ δὴ Μαρσύαν τοὺς εἰς τὸν Μαίανδρον ἐκδιδόντας, ἐκεῖνον ὀνομάζων καὶ πρὸς τούτοις Ῥῆσόν θʼ Ἑπτάπορόν τε Κάρησόν τε Ῥοδίον τε,Hom. Il. 12.20 καὶ τοὺς ἄλλους, ὧν οἱ πλείους ὀχετῶν οὔκ εἰσι μείζους. πολλάς τε χώρας ὀνομάζων καὶ πόλεις τοτὲ μὲν καὶ τοὺς ποταμοὺς καὶ ὄρη συγκαταλέγει τοτὲ δʼ οὔ· τοὺς γοῦν κατὰ τὴν Αἰτωλίαν καὶ τὴν Ἀττικὴν οὐ λέγει οὐδʼ ἄλλους πλείους· ἔτι δὲ καὶ τῶν πόρρω μεμνημένος τῶν ἐγγὺς σφόδρα οὐ μέμνηται, οὐ δήπου ἀγνοῶν αὐτοὺς γνωρίμους τοῖς ἄλλοις ὄντας· οὐδὲ δὴ τοὺς ἐγγὺς ἐπίσης, ὧν τοὺς μὲν ὀνομάζει τοὺς δὲ οὔ, οἷον Λυκίους μὲν καὶ Σολύμους, Μιλύας δʼ οὔ, οὐδὲ Παμφύλους οὐδὲ Πισίδας· καὶ Παφλαγόνας μὲν καὶ Φρύγας καὶ Μυσούς, Μαριανδυνοὺς δʼ οὔ, οὐδὲ Θυνοὺς οὐδὲ Βιθυνοὺς οὐδὲ Βέβρυκας· Ἀμαζόνων τε μέμνηται, Λευκοσύρων δʼ οὔ, οὐδὲ Σύρων οὐδὲ Καππαδόκων οὐδὲ Λυκαόνων, Φοίνικας καὶ Αἰγυπτίους καὶ Αἰθίοπας θρυλῶν· καὶ Ἀλήιον μὲν πεδίον λέγει καὶ Ἀρίμους, τὸ δὲ ἔθνος ἐν ᾧ ταῦτα σιγᾷ. ὁ μὲν δὴ τοιοῦτος ἔλεγχος ψευδής ἐστιν, ὁ δʼ ἀληθής, ὅταν δείκνυται ψεῦδος λεγόμενόν τι. ἀλλʼ οὐδʼ ἐν τῷ τοιούτῳ κατορθῶν ἐδείχθη, ὅτε γε ἐθάρρησε πλάσματα λέγειν τοὺς ἀγαυοὺς ἱππημολγοὺς καὶ γαλακτοφάγους. τοσαῦτα καὶ πρὸς Ἀπολλόδωρον· ἐπάνειμι δὲ ἐπὶ τὴν ἑξῆς περιήγησιν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὑπὲρ μὲν δὴ τῶν περὶ Φαρνακίαν καὶ Τραπεζοῦντα τόπων οἱ Τιβαρηνοὶ καὶ Χαλδαῖοι μέχρι τῆς μικρᾶς Ἀρμενίας εἰσίν. αὕτη δʼ ἐστὶν εὐδαίμων ἱκανῶς χώρα· δυνάσται δʼ αὐτὴν κατεῖχον ἀεί, καθάπερ τὴν Σωφηνήν, τοτὲ μὲν φίλοι τοῖς ἄλλοις Ἀρμενίοις ὄντες τοτὲ δὲ ἰδιοπραγοῦντες· ὑπηκόους δʼ εἶχον καὶ τοὺς Χαλδαίους καὶ Τιβαρηνούς, ὥστε μέχρι Τραπεζοῦντος καὶ Φαρνακίας διατείνειν τὴν ἀρχὴν αὐτῶν. αὐξηθεὶς δὲ Μιθριδάτης ὁ Εὐπάτωρ καὶ τῆς Κολχίδος κατέστη κύριος καὶ τούτων ἁπάντων, Ἀντιπάτρου τοῦ Σίσιδος παραχωρήσαντος αὐτῷ. ἐπεμελήθη δὲ οὕτω τῶν τόπων τούτων ὥστε πέντε καὶ ἑβδομήκοντα φρούρια ἐν αὐτοῖς κατεσκευάσατο, οἷσπερ τὴν πλείστην γάζαν ἐνεχείρισε. τούτων δʼ ἦν ἀξιολογώτατα ταῦτα, Ὕδαρα καὶ Βασγοιδάριζα καὶ Σινορία, ἐπιπεφυκὸς τοῖς ὁρίοις τῆς μεγάλης Ἀρμενίας χωρίον, διόπερ Θεοφάνης Συνορίαν παρωνόμασεν. ἡ γὰρ τοῦ Παρυάδρου πᾶσα ὀρεινὴ τοιαύτας ἐπιτηδειότητας ἔχει πολλὰς εὔυδρός τε οὖσα καὶ ὑλώδης καὶ ἀποτόμοις φάραγξι καὶ κρημνοῖς διειλημμένη πολλαχόθεν· ἐτετείχιστο γοῦν ἐνταῦθα τὰ πλεῖστα τῶν γαζοφυλακίων, καὶ δὴ καὶ τὸ τελευταῖον εἰς ταύτας κατέφυγε τὰς ἐσχατιὰς τῆς Ποντικῆς βασιλείας ὁ Μιθριδάτης ἐπιόντος Πομπηίου, καὶ τῆς Ἀκιλισηνῆς κατὰ Δάστειρα εὔυδρον ὄρος καταλαβόμενος (πλησίον δʼ ἦν καὶ ὁ Εὐφράτης ὁ διορίζων τὴν Ἀκιλισηνὴν ἀπὸ τῆς μικρᾶς Ἀρμενίας) διέτριψε τέως ἕως πολιορκούμενος ἠναγκάσθη φυγεῖν διὰ τῶν ὀρῶν εἰς Κολχίδα κἀκεῖθεν εἰς Βόσπορον. Πομπήιος δὲ περὶ τὸν τόπον τοῦτον πόλιν ἔκτισεν ἐν τῇ μικρᾷ Ἀρμενίᾳ Νικόπολιν, ἣ καὶ νῦν συμμένει καὶ οἰκεῖται καλῶς. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὴν μὲν οὖν μικρὰν Ἀρμενίαν ἄλλοτʼ ἄλλων ἐχόντων, ὡς ἐβούλοντο Ῥωμαῖοι, τὸ τελευταῖον εἶχεν ὁ Ἀρχέλαος. τοὺς δὲ Τιβαρηνοὺς καὶ Χαλδαίους μέχρι Κολχίδος καὶ Φαρνακίας καὶ Τραπεζοῦντος ἔχει Πυθοδωρίς, γυνὴ σώφρων καὶ δυνατὴ προΐστασθαι πραγμάτων. ἔστι δὲ θυγάτηρ Πυθοδώρου τοῦ Τραλλιανοῦ, γυνὴ δʼ ἐγένετο Πολέμωνος καὶ συνεβασίλευσεν ἐκείνῳ χρόνον τινά, εἶτα διεδέξατο τὴν ἀρχήν, τελευτήσαντος ἐν τοῖς Ἀσπουργιανοῖς καλουμένοις τῶν περὶ τὴν Σινδικὴν βαρβάρων· δυεῖν δʼ ἐκ τοῦ Πολέμωνος ὄντων υἱῶν καὶ θυγατρὸς ἡ μὲν ἐδόθη Κότυϊ τῷ Σαπαίῳ, δολοφονηθέντος δὲ ἐχήρευσε παῖδας ἔχουσα ἐξ αὐτοῦ· δυναστεύει δʼ ὁ πρεσβύτατος αὐτῶν· τῶν δὲ τῆς Πυθοδωρίδος υἱῶν ὁ μὲν ἰδιώτης συνδιῴκει τῇ μητρὶ τὴν ἀρχήν, ὁ δὲ νεωστὶ καθέσταται τῆς μεγάλης Ἀρμενίας βασιλεύς. αὐτὴ δὲ συνῴκησεν Ἀρχελάῳ καὶ συνέμεινεν ἐκείνῳ μέχρι τέλους, νῦν δὲ χηρεύει, τά τε λεχθέντα ἔχουσα χωρία καὶ ἄλλα ἐκείνων χαριέστερα, περὶ ὧν ἐφεξῆς ἐροῦμεν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τῇ γὰρ Φαρνακίᾳ συνεχής ἐστιν ἡ Σιδήνη καὶ ἡ Θεμίσκυρα. τούτων δʼ ἡ Φανάροια ὑπέρκειται μέρος ἔχουσα τοῦ Πόντου τὸ κράτιστον· καὶ γὰρ ἐλαιόφυτός ἐστι καὶ εὔοινος καὶ τὰς ἄλλας ἔχει πάσας ἀρετάς, ἐκ μὲν τῶν ἑῴων μερῶν προβεβλημένη τὸν Παρυάδρην παράλληλον αὐτῇ κατὰ μῆκος, ἐκ δὲ τῶν πρὸς δύσιν τὸν Λίθρον καὶ τὸν Ὄφλιμον. ἔστι δʼ αὐλὼν καὶ μῆκος ἔχων ἀξιόλογον καὶ πλάτος· διαρρεῖ δʼ αὐτὴν ἐκ μὲν τῆς Ἀρμενίας ὁ Λύκος, ἐκ δὲ τῶν περὶ Ἀμάσειαν στενῶν ὁ Ἶρις· συμβάλλουσι δʼ ἀμφότεροι κατὰ μέσον που τὸν αὐλῶνα, ἐπὶ τῇ συμβολῇ δʼ ἵδρυται πόλις, ἣν ὁ μὲν πρῶτος ὑποβεβλημένος Εὐπατορίαν ἀφʼ αὑτοῦ προσηγόρευσε, Πομπήιος δʼ ἡμιτελῆ καταλαβών, προσθεὶς χώραν καὶ οἰκήτορας Μαγνόπολιν προσεῖπεν. αὕτη μὲν οὖν ἐν μέσῳ κεῖται τῷ πεδίῳ, πρὸς αὐτῇ δὲ τῇ παρωρείᾳ τοῦ Παρυάδρου Κάβειρα ἵδρυται, σταδίοις ἑκατὸν καὶ πεντήκοντά που νοτιωτέρα τῆς Μαγνοπόλεως, ὅσον καὶ Ἀμάσεια δυσμικωτέρα αὐτῆς ἐστιν· ἐν δὲ τοῖς Καβείροις τὰ βασίλεια Μιθριδάτου κατεσκεύαστο καὶ ὁ ὑδραλέτης καὶ τὰ ζωγρεῖα καὶ αἱ πλησίον θῆραι καὶ τὰ μέταλλα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐνταῦθα δὲ καὶ τὸ Καινὸν χωρίον προσαγορευθέν, ἐρυμνὴ καὶ ἀπότομος πέτρα, διέχουσα τῶν Καβείρων ἔλαττον ἢ διακοσίους σταδίους· ἔχει δʼ ἐπὶ τῇ κορυφῇ πηγὴν ἀναβάλλουσαν πολὺ ὕδωρ, πρός τε τῇ ῥίζῃ ποταμὸν καὶ φάραγγα βαθεῖαν· τὸ δʼ ὕψος ἐξαίσιον τῆς πέτρας ἐστὶ ἄνω τοῦ αὐχένος, ὥστʼ ἀπολιόρκητός ἐστι· τετείχισται δὲ θαυμαστῶς πλὴν ὅσον οἱ Ῥωμαῖοι κατέσπασαν· οὕτω δʼ ἐστὶν ἅπασα ἡ κύκλῳ κατάδρυμος καὶ ὀρεινὴ καὶ ἄνυδρος, ὥστʼ ἐντὸς ἑκατὸν καὶ εἴκοσι σταδίων μὴ εἶναι δυνατὸν στρατοπεδεύσασθαι. ἐνταῦθα μὲν ἦν τῷ Μιθριδάτῃ τὰ τιμιώτατα τῶν κειμηλίων, ἃ νῦν ἐν τῷ Καπιτωλίῳ κεῖται Πομπηίου ἀναθέντος. ταύτην δὴ τὴν χώραν ἔχει πᾶσαν ἡ Πυθοδωρὶς προσεχῆ οὖσαν τῇ βαρβάρῳ τῇ ὑπʼ αὐτῆς κατεχομένῃ, καὶ τὴν Ζηλῖτιν καὶ Μεγαλοπολῖτιν. τὰ δὲ Κάβειρα Πομπηίου σκευάσαντος εἰς πόλιν καὶ καλέσαντος Διόσπολιν, ἐκείνη προσκατεσκεύασε καὶ Σεβαστὴν μετωνόμασε, βασιλείῳ τε τῇ πόλει χρῆται. ἔχει δὲ καὶ τὸ ἱερὸν Μηνὸς Φαρνάκου καλούμενον, τὴν Ἀμερίαν κωμόπολιν πολλοὺς ἱεροδούλους ἔχουσαν καὶ χώραν ἱεράν, ἣν ὁ ἱερώμενος ἀεὶ καρποῦται. ἐτίμησαν δʼ οἱ βασιλεῖς τὸ ἱερὸν τοῦτο οὕτως εἰς ὑπερβολὴν ὥστε τὸν βασιλικὸν καλούμενον ὅρκον τοῦτον ἀπέφηναν τύχην βασιλέως καὶ μῆνα Φαρνάκου. ἔστι δὲ καὶ τοῦτο τῆς σελήνης τὸ ἱερόν, καθάπερ τὸ ἐν Ἀλβανοῖς καὶ τὰ ἐν Φρυγίᾳ, τό τε τοῦ Μηνὸς ἐν τῷ ὁμωνύμῳ τόπῳ καὶ τὸ τοῦ Ἀσκαίου τὸ πρὸς Ἀντιοχείᾳ τῇ πρὸς Πισιδίᾳ καὶ τὸ ἐν τῇ χώρᾳ τῶν Ἀντιοχέων. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ὑπὲρ δὲ τῆς Φαναροίας ἐστὶ τὰ Κόμανα τὰ ἐν τῷ Πόντῳ, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ καὶ τῇ αὐτῇ θεῷ καθιερωμένα, ἀφιδρυθέντα ἐκεῖθεν, σχεδὸν δέ τι καὶ τῇ ἀγωγῇ παραπλησίᾳ κεχρημένα τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς, καὶ μάλιστα ἐπὶ τῶν πρὸ τοῦ βασιλέων, ἡνίκα δὶς τοῦ ἔτους κατὰ τὰς ἐξόδους λεγομένας τῆς θεοῦ διάδημα φορῶν ἐτύγχανεν ὁ ἱερεύς, καὶ ἦν δεύτερος κατὰ τιμὴν μετὰ τὸν βασιλέα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐμνήσθημεν δὲ πρότερον Δορυλάου τε τοῦ τακτικοῦ, ὃς ἦν πρόπαππος τῆς μητρὸς ἡμῶν, καὶ ἄλλου Δορυλάου, ὃς ἦν ἐκείνου ἀδελφιδοῦς υἱὸς δὲ Φιλεταίρου, καὶ διότι ἐκεῖνος τῶν ἄλλων τιμῶν παρὰ τοῦ Εὐπάτορος τῶν μεγίστων τυχὼν καὶ δὴ καὶ τῆς ἐν Κομάνοις ἱερωσύνης ἐφωράθη τὴν βασιλείαν ἀφιστὰς Ῥωμαίοις· καταλυθέντος δʼ ἐκείνου συνδιεβλήθη καὶ τὸ γένος. ὀψὲ δὲ Μοαφέρνης ὁ θεῖος τῆς μητρὸς ἡμῶν εἰς ἐπιφάνειαν ἦλθεν ἤδη πρὸς καταλύσει τῆς βασιλείας, καὶ πάλιν τῷ βασιλεῖ συνητύχησαν καὶ αὐτὸς καὶ οἱ ἐκείνου φίλοι, πλὴν εἴ τινες ἔφθησαν προαποστάντες αὐτοῦ, καθάπερ ὁ πάππος ἡμῶν ὁ πρὸςpost πρὸς· πατρὸς αὐτῆς, ὃς ἰδὼν τὰ τοῦ βασιλέως κακῶς φερόμενα ἐν τῷ πρὸς Λεύκολλον πολέμῳ, καὶ ἅμα ἠλλοτριωμένος αὐτοῦ διʼ ὀργήν, ὅτι ἀνεψιὸν αὐτοῦ Τίβιον καὶ υἱὸν ἐκείνου Θεόφιλον ἐτύγχανεν ἀπεκτονὼς νεωστί, ὥρμησε τιμωρεῖν ἐκείνοις τε καὶ ἑαυτῷ, καὶ λαβὼν παρὰ τοῦ Λευκόλλου πίστεις ἀφίστησιν αὐτῷ πεντεκαίδεκα φρούρια· καὶ ἐπαγγελίαι μὲν ἐγένοντο ἀντὶ τούτων μεγάλαι, ἐπελθὼν δὲ Πομπήιος ὁ διαδεξάμενος τὸν πόλεμον πάντας τοὺς ἐκείνῳ τι χαρισαμένους ἐχθροὺς ὑπέλαβε διὰ τὴν γενομένην αὐτῷ πρὸς ἐκεῖνον ἀπέχθειαν, διαπολεμήσας δὲ καὶ ἐπανελθὼν οἴκαδε ἐξενίκησεν ὥστε τὰς τιμάς, ἃς ὑπέσχετο ὁ Λεύκολλος τῶν Ποντικῶν τισι, μὴ κυρῶσαι τὴν σύγκλητον· ἄδικον γὰρ εἶναι κατορθώσαντος ἑτέρου τὸν πόλεμον τὰ βραβεῖα ἐπʼ ἄλλῳ γενέσθαι καὶ τὴν τῶν ἀριστείων διανομήν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | ἐπὶ μὲν οὖν τῶν βασιλέων οὕτω τὰ Κόμανα διῳκεῖτο ὡς εἴρηται, παραλαβὼν δὲ Πομπήιος τὴν ἐξουσίαν Ἀρχέλαον ἐπέστησεν ἱερέα καὶ προσώρισεν αὐτῷ χώραν δίσχοινον κύκλῳ (τοῦτο δʼ ἔστιν ἑξήκοντα στάδιοι) πρὸς τῇ ἱερᾷ, προστάξας τοῖς ἐνοικοῦσι πειθαρχεῖν αὐτῷ· τούτων μὲν οὖν ἡγεμὼν ἦν καὶ τῶν τὴν πόλιν οἰκούντων ἱεροδούλων κύριος πλὴν τοῦ πιπράσκειν· ἦσαν δὲ οὐκ ἐλάττους οὐδʼ ἐνταῦθα τῶν ἑξακισχιλίων. ἦν δʼ οὗτος Ἀρχέλαος υἱὸς μὲν τοῦ ὑπὸ Σύλλα καὶ τῆς συγκλήτου τιμηθέντος, φίλος δὲ Γαβινίου τῶν ὑπατικῶν τινος. ἐκείνου δὲ πεμφθέντος εἰς Συρίαν ἧκε καὶ αὐτὸς ἐπʼ ἐλπίδι τοῦ κοινωνήσειν αὐτῷ παρασκευαζομένῳ πρὸς τὸν Παρθικὸν πόλεμον, οὐκ ἐπιτρεπούσης δὲ τῆς συγκλήτου ταύτην ἀφεὶς τὴν ἐλπίδα ἄλλην εὕρατο μείζω. ἐτύγχανε γὰρ Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας πατὴρ ὑπὸ τῶν Αἰγυπτίων ἐκβεβλημένος, θυγάτηρ δʼ αὐτοῦ κατεῖχε τὴν βασιλείαν, ἀδελφὴ πρεσβυτέρα τῆς Κλεοπάτρας· ταύτῃ ζητουμένου ἀνδρὸς βασιλικοῦ γένους ἐνεχείρισεν ἑαυτὸν τοῖς συμπράττουσι, προσποιησάμενος Μιθριδάτου τοῦ Εὐπάτορος υἱὸς εἶναι, καὶ παραδεχθεὶς ἐβασίλευσεν ἓξ μῆνας. τοῦτον μὲν οὖν ὁ Γαβίνιος ἀνεῖλεν ἐν παρατάξει κατάγων τὸν Πτολεμαῖον. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | υἱὸς δʼ αὐτοῦ τὴν ἱερωσύνην παρέλαβεν· εἶθʼ ὕστερον Λυκομήδης, ᾧ καὶ τετράσχοινος ἄλλη προσετέθη· καταλυθέντος δὲ καὶ τούτου νῦν ἔχει Δύτευτος υἱὸς Ἀδιατόριγος, ὃς δοκεῖ ταύτης τυγχάνειν τῆς τιμῆς παρὰ Καίσαρος τοῦ Σεβαστοῦ διʼ ἀρετήν. ὁ μὲν γὰρ Καῖσαρ θριαμβεύσας τὸν Ἀδιατόριγα μετὰ παίδων καὶ γυναικὸς ἔγνω ἀναιρεῖν μετὰ τοῦ πρεσβυτάτου τῶν παίδων (ἦν δὲ πρεσβύτατος οὗτος), τοῦ δὲ δευτέρου τῶν ἀδελφῶν αὐτοῦ φήσαντος εἶναι πρεσβυτάτου πρὸς τοὺς ἀπάγοντας στρατιώτας, ἔρις ἦν ἀμφοτέροις πολὺν χρόνον ἕως οἱ γονεῖς ἔπεισαν τὸν Δύτευτον παραχωρῆσαι τῷ νεωτέρῳ τῆς νίκης· αὐτὸν γὰρ ἐν ἡλικίᾳ μᾶλλον ὄντα ἐπιτηδειότερον κηδεμόνα τῇ μητρὶ ἔσεσθαι καὶ τῷ λειπομένῳ ἀδελφῷ· οὕτω δὲ τὸν μὲν συναποθανεῖν τῷ πατρί, τοῦτον δὲ σωθῆναι καὶ τυχεῖν τῆς τιμῆς ταύτης. αἰσθόμενος γάρ, ὡς ἔοικε, Καῖσαρ ἤδη τῶν ἀνθρώπων ἀνῃρημένων ἠχθέσθη, καὶ τούς γε σωζομένους εὐεργεσίας καὶ ἐπιμελείας ἀξίους ὑπέλαβε δοὺς αὐτοῖς ταύτην τὴν τιμήν. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὰ μὲν οὖν Κόμανα εὐανδρεῖ καὶ ἔστιν ἐμπόριον τοῖς ἀπὸ τῆς Ἀρμενίας ἀξιόλογον· συνέρχονται δὲ κατὰ τὰς ἐξόδους τῆς θεοῦ πανταχόθεν ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἄνδρες ὁμοῦ γυναιξὶν ἐπὶ τὴν ἑορτήν· καὶ ἄλλοι δὲ κατʼ εὐχὴν ἀεί τινες ἐπιδημοῦσι θυσίας ἐπιτελοῦντες τῇ θεῷ. καί εἰσιν ἁβροδίαιτοι οἱ ἐνοικοῦντες, καὶ οἰνόφυτα τὰ κτήματα αὐτῶν ἐστι πάντα, καὶ πλῆθος γυναικῶν τῶν ἐργαζομένων ἀπὸ τοῦ σώματος, ὧν αἱ πλείους εἰσὶν ἱεραί. τρόπον γὰρ δή τινα μικρὰ Κόρινθός ἐστιν ἡ πόλις· καὶ γὰρ ἐκεῖ διὰ τὸ πλῆθος τῶν ἑταιρῶν, αἳ τῆς Ἀφροδίτης ἦσαν ἱεραί, πολὺς ἦν ὁ ἐπιδημῶν καὶ ἐνεορτάζων τῷ τόπῳ· οἱ δʼ ἐμπορικοὶ καὶ στρατιωτικοὶ τελέως ἐξανηλίσκοντο, ὥστʼ ἐπʼ αὐτῶν καὶ παροιμίαν ἐκπεσεῖν τοιαύτην οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθʼ ὁ πλοῦς. τὰ μὲν δὴ Κόμανα τοιαῦτα. |
canonical-greekLit/data/tlg0099/tlg001/tlg0099.tlg001.perseus-grc2.xml | τὴν δὲ κύκλῳ πᾶσαν ἔχει Πυθοδωρίς, ἧς ἥ τε Φανάροια ἔστι καὶ ἡ Ζηλῖτις καὶ ἡ Μεγαλοπολῖτις. περὶ μὲν Φαναροίας εἴρηται· ἡ δὲ Ζηλῖτις ἔχει πόλιν Ζῆλα ἐπὶ χώματι Σεμιράμιδος τετειχισμένην, ἔχουσαν τὸ ἱερὸν τῆς Ἀναΐτιδος, ἥνπερ καὶ οἱ Ἀρμένιοι σέβονται. αἱ μὲν οὖν ἱεροποιίαι μετὰ μείζονος ἁγιστείας ἐνταῦθα συντελοῦνται, καὶ τοὺς ὅρκους περὶ τῶν μεγίστων ἐνταῦθα Ποντικοὶ πάντες ποιοῦνται· τὸ δὲ πλῆθος τῶν ἱεροδούλων καὶ αἱ τῶν ἱερέων τιμαὶ παρὰ μὲν τοῖς βασιλεῦσι τὸν αὐτὸν εἶχον τύπον ὅνπερ προείπομεν, νυνὶ δὲ ἐπὶ τῇ Πυθοδωρίδι πάντʼ ἐστίν. ἐκάκωσαν δὲ πολλοὶ καὶ ἐμείωσαν τό τε πλῆθος τῶν ἱεροδούλων καὶ τὴν ἄλλην εὐπορίαν. ἐμειώθη δὲ καὶ ἡ παρακειμένη χώρα μερισθεῖσα εἰς πλείους δυναστείας. ἡ λεγομένη Ζηλῖτιςpost Ζηλῖτις· ἣ ἔχει πόλιν Ζῆλα ἐπὶ χώματι. τὸ παλαιὸν μὲν γὰρ οἱ βασιλεῖς οὐχ ὡς πόλιν ἀλλʼ ὡς ἱερὸν διῴκουν τῶν Περσικῶν θεῶν τὰ Ζῆλα, καὶ ἦν ὁ ἱερεὺς κύριος τῶν πάντων· ᾠκεῖτο δʼ ὑπὸ τοῦ πλήθους τῶν ἱεροδούλων καὶ τοῦ ἱερέως ὄντος ἐν περιουσίᾳ μεγάλῃ, καὶ τοῖς περὶ αὐτὸν οὐκ ὀλίγοις χώρα τε ὑπέκειτο ἱερὰ καὶ ἦν τοῦ ἱερέως. Πομπήιος δὲ πολλὰς ἐπαρχίας προσώρισε τῷ τόπῳ καὶ πόλιν ὠνόμασε καὶ ταύτην καὶ τὴν Μεγαλόπολιν, συνθεὶς ταύτην τε εἰς ἓν τήν τε Κουλουπηνὴν καὶ τὴν Καμισηνήν, ὁμόρους οὔσας τῇ τε μικρᾷ Ἀρμενίᾳ καὶ τῇ Λαουιανσηνῇ, ἐχούσας ὀρυκτοὺς ἅλας καὶ ἔρυμα ἀρχαῖον τὰ Κάμισα νῦν κατεσπασμένον· οἱ δὲ μετὰ ταῦτα ἡγεμόνες τῶν Ῥωμαίων τῶν δυεῖν πολιτευμάτων τούτων τὰ μὲν τοῖς Κομάνων ἱερεῦσι προσένειμαν, τὰ δὲ τῷ Ζήλων ἱερεῖ, τὰ δʼ Ἀτεπόριγι, δυνάστῃ τινὶ τοῦ τετραρχικοῦ γένους τῶν Γαλατῶν ἀνδρί· τελευτήσαντος δʼ ἐκείνου ταύτην μὲν τὴν μερίδα οὐ πολλὴν οὖσαν ὑπὸ Ῥωμαίοις εἶναι συμβαίνει καλουμένην ἐπαρχίαν (καὶ ἔστι σύστημα καθʼ αὑτὸ τὸ πολίχνιον συνοικισάντων τὰ Κάρανα, ἀφʼ οὗ καὶ ἡ χώρα Καρανῖτις λέγεται), τὰ δὲ λοιπὰ ἔχει Πυθοδωρὶς καὶ ὁ Δύτευτος. |